TLG 3079 001 :: MICHAEL ATTALIATES :: Historia

MICHAEL ATTALIATES Hist.
(Constantinopolitanus: A.D. 11–12)

Historia

Source: Bekker, I. (ed.), Michaelis Attaliotae historia [Corpus scriptorum historiae Byzantinae] Bonn: Weber, 1853: 3–322.

Citation: Page — (line)

3

(1t)

ΛΟΓΟΣ ΠΡΟΣΦΩΝΗΤΙΚΟΣ ΕΚΦΩΝΗΘΕΙΣ
2tΠΑΡΑ ΜΙΧΑΗΛ ΜΑΓΙΣΤΡΟΥ ΒΕΣΤΟΥ ΚΑΙ
3tΚΡΙΤΟΥ ΤΟΥ ΑΤΤΑΛΕΙΑΤΟΥ ΠΡΟΣ ΤΟΝ
4tΒΑΣΙΛΕΑ ΤΟΝ ΒΟΤΑΝΕΙΑΤΗΝ.
5Σὺ μέν, ὦ θειότατε βασιλεῦ, πᾶσαν παιδείαν ἔν τε στρα‐ τιωτικοῖς ὅπλοις καὶ μάχαις καὶ στρατηγίαις παντοδαπαῖς καὶ ἀνδραγαθίαις καὶ πρὸ τῆς βασιλείας ἐξησκηκώς, καὶ φιλ‐ άνθρωπος πᾶσι καὶ γαληνὸς καὶ παντὸς τύφου φαινόμενος ὑψηλότερος, ποθεινότατος ἐλογίζου καὶ τῆς πρώτης καὶ βα‐
10σιλικῆς ἀξίας ἐπάξιος· βασιλεύσας δὲ ψήφῳ θεοῦ καὶ ἱκε‐ σίᾳ πάντων ὁμοῦ καὶ συνθήκῃ τῶν τὰ σὰ γινωσκόντων ὑπερ‐ φυῆ προτερήματα, τὸν πλοῦτον τῆς σῆς ἀγαθότητος ἔτι μᾶλ‐
λον τοῖς πᾶσιν ἐξέχεας ἀφθονώτατα, ὅσῳ καὶ τὴν τιμὴν ὑπερ‐3

4

τέραν περιεζώσω καὶ πάντων ἐξοχωτέραν τῇ τοῦ κράτους ὑπεροχῇ. ποικίλαις γὰρ καὶ παντοίαις τιμαῖς καὶ δώροις καὶ ἀφθόνοις χαρίσμασι, καὶ ὅσοις οὐδὲ πάντες οἱ πρὸ σοῦ βασι‐ λεύσαντες τοὺς ἐν τοῖς χρόνοις αὐτῶν ἀνθρώπους ἠμείψαντο,
5κατελάμπρυνας τὸ ὑπήκοον, καὶ γέγονας τῷ ὄντι τῶν πρὸ σοῦ βασιλέων βασιλικώτερος, ὡς καὶ τοσούτους πολεμίους καὶ τυ‐ ράννους καθυποτάξας καὶ βίον ἐκ παίδων ἔχων τῶν ἀνδραγαθη‐ μάτων τὸ μέγεθος. ὅθεν καὶ ἀγώνων ὑπόθεσις μεγίστη γέγονας τοῖς περὶ λόγους ἐσπουδακόσιν εἰς τὸ συγγράφειν τῶν σῶν κα‐
10τορθωμάτων τὸ περιούσιον. ἐπεὶ δὲ ὥσπερ τις ὀλυμπιονί‐ κης σεαυτῷ τὰ πάντα καθυπέταξας ἀκριβῶς, καὶ οὐδὲν ἀφῆ‐ κας τῶν ἐπαινουμένων ἐν κόσμῳ ἀκατόρθωτόν τε καὶ ἀνυπό‐ τακτον, εἶτα καὶ πρὸς τὴν ἐν τοῖς λόγοις καὶ πόνοις ὑψηλο‐ τάτοις σπουδὴν ὅλον ἔτρεψας σεαυτόν, ἡμέρας μὲν τοῖς ἄθλοις
15καὶ τοῖς τῶν πραγμάτων ὄχλοις πονῶν καὶ κάλλος ἀμήχανον ἑαυτῷ ἐξυφαίνων εἰς ἑνὸς κόσμου, ἢ τό γε ἀληθέστερον εἰ‐ πεῖν ὑπερκοσμίου δόξης συμπλήρωσιν, ἁλουργίδα τε καὶ στέ‐ φανον οὐκ ἀποχρῶντα τῆς βασιλείας ἡγήσω παράσημα, στέ‐ φανον δὲ χαρίτων καὶ ἁλουργίδα ξενοπρεπῆ δι’ εὐσεβείας καὶ
20φιλανθρωπίας καὶ ἀρετῆς διὰ παντὸς ἐπιδείκνυσαι, καὶ τῷ στέψαντί σε θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ γενέσθαι ὅμοιος περισπούδαστον ἔργον πεποίησαι, ὡς καὶ τῇ ἀναγνώσει καὶ
ἀσκήσει τῶν λόγων δικάζειν ἀρρεπῶς καὶ νομίμως καὶ πράτ‐4

5

τειν ἃ χρὴ καὶ πᾶσιν ὑποδεικνύειν ἀψευδὲς σύμβολον τὰ τῶν νυκτερινῶν σου λόγων σπουδάσματα, καὶ ὡς τὰς βίβλους ἀλη‐ θῶς περιέπεις καὶ τούτων ἐπιμελῶς ἀκροᾷ, μείζονα λοιπὸν ἡμῖν τὸν ἀγῶνα καὶ ἀκμαιότερον τέθεικας, ὥστε προφέρειν
5τι τῶν σῶν τουτωνὶ λογικῶν σπουδασμάτων ἐπάξιον. διὰ δὴ ταῦτα καί τινα δέλτον συντάξας ἐκ τῶν προσεχῶς τοῖς ἡμετέ‐ ροις χρόνοις γεγενημένων πράξεων ἔν τε πολέμοις καὶ μάχαις καὶ νίκαις καὶ ἥτταις καὶ πολεμικοῖς κατορθώμασιν ἢ ἀτυχή‐ μασι, προσθεὶς δὲ καὶ τὰς αἰτίας κατὰ τὸ δυνατὸν τῶν οὕτω
10τετελεσμένων, εἶτα παρατείνας τὸν λόγον ἢ καὶ ἐξαρτύσας ὡς ἐνηδύσμασί τισι τοῖς παρεμπίπτουσιν ἀπροόπτοις σημείοις, ἀρετάς τε καὶ κακίας τῶν ἀρξάντων καὶ ἡγεμονικῶς ὑπαρ‐ ξάντων ἀναταξάμενος, συνεπιπλέξας δὲ καὶ φυσικάς τινας τε‐ χνολογίας καὶ ζώων ἰδέας ἀναφανείσας τοῖς τότε καιροῖς, καὶ
15ἁπλῶς ποικίλην τινὰ βίβλον ὥσπερ λειμῶνα τοῖς ἄνθεσι βρύ‐ ουσαν ἀποτερματίσας ἐπὶ ἐξηγήσει τούτων ἁπάντων (καὶ γὰρ εἰ καὶ περὶ τῶν ἡμῖν ἐγνωσμένων φθέγγεται, ἀλλ’ ἡ τῶν καινοπρεπῶν χύσις οὐ βούλεται ταῦτα σιγῇ παρελθεῖν καὶ εἰς λήθην τούτων τοὺς ἀνθρώπους ἐλθεῖν), ταύτην ὥσπερ τι καλ‐
20λιέρημα καὶ δεξίωμα δουλικὸν τῇ σῇ φιλανθρωπίᾳ καὶ φιλο‐ χρίστῳ σπουδῇ ἀναφέρω καὶ ἀνατίθημι, ὡς ἂν τῇ ταύ‐
της κρίσει καὶ μεγαλοφυεῖ διαγνώσει διατεθῇ τὰ καλῶς5

6

ἔχοντα, καὶ εἰ μή τι ἄλλο, τόγε πρόθυμον τῆς ἐμῆς δουλώ‐ σεώς τε καὶ πίστεως εὐπρόσδεκτον λογισθῇ θυμίαμα τῇ σῇ βασιλικωτάτῃ καὶ φιλανθρώπῳ μεγαλειότητι, μετρεῖν εἰδυίᾳ μὴ τῇ ἀξίᾳ τοῦ διδομένου ἀλλὰ τῇ διαθέσει καὶ πίστει τοῦ
5διδόντος τὸ ἀνταπόδομα.6

7

(1t)

ΙΣΤΟΡΙΑ ΕΚΤΕΘΕΙΣΑ ΠΑΡΑ ΜΙΧΑΗΛ,
2tΑΙΔΕΣΙΜΩΤΑΤΟΥ ΚΡΙΤΟΥ ΕΠΙ ΤΟΥ
3tΙΠΠΟΔΡΟΜΟΥ ΚΑΙ ΤΟΥ ΒΗΛΟΥ, ΤΟΥ
4tΑΤΤΑΛΕΙΑΤΟΥ.
5Τὸ τῆς ἱστορίας χρῆμα πολλοῖς τῶν πάλαι σοφῶν σπου‐ δασθὲν οὐ παρέργως, χρήσιμον ἐς τὰ μάλιστα κατεφάνη τῷ βίῳ, τοὺς τῶν ἀρίστων καὶ μὴ τοιούτων βίους ἀνακαλύπτον, καὶ πράξεις ἐπιφανεῖς ἐξ ἀνεπιλήπτου βουλῆς καὶ σπουδῆς διαγράφον, καὶ ἀδοξίας αὖ πάλιν ἐκ δυσβουλίας ἢ ὀλιγωρίας
10τῶν προεστώτων τοῖς πράγμασιν, ἐξαιρέτως δὲ τῶν ἀρχικὴν μετιόντων ἀξίαν, ὅπως ἄλλοι μὲν ἐξ ἐπιμελοῦς στρατηγίας προφανεῖς κινδύνους κατηγωνίσαντο, καὶ ὅπως ἕτεροι, τῆς νί‐ κης ἤδη προσμειδιᾶν ἐπειγομένης αὐτοῖς, διέφθειραν τὰς ἐπὶ τὸ κρεῖττον ἐλπίδας, μὴ συνετῶς χρησάμενοι τοῖς ἐμπίπτουσι.
15ταῦτα τοίνυν διὰ τῆς ἱστορίας ἀπογυμνούμενα, πολλήν, ὡς7

8

ἔφαμεν, εἰσενηνοχότα τὴν χρησιμότητα, διδασκαλία σαφὴς χρηματίζοντα καὶ ῥυθμὸς τῶν μετέπειτα, πρὸς μίμησιν ἀτε‐ χνῶς ἕλκοντα τῶν εὖ διακεκριμένων καὶ ἀποτροπὴν τῶν ἀσυμ‐ βούλως καὶ δυσκλεῶς πεπραγμένων ἐν πολέμοις καὶ μάχαις
5καὶ λοιποῖς ἀναγκαιοτάτοις ἐπιχειρήμασι καὶ προβλήμασι. διὸ δὴ ἔδοξε κἀμοί, καίτοι μυρίαις ἀσχολίαις ἀλύοντι περὶ τὸ στρατόπεδον καὶ δικαστικοῖς διαλόγοις ἀεὶ περιδονουμένῳ καὶ ὅσαι ὧραι τοῖς ἐξ αὐτῶν συγγράμμασι κάμνοντι, προσθήκην ἐμποιῆσαι τοῖς πόνοις καὶ μικρὰ ἄττα διαλαβεῖν βραχεῖ τινι
10ῥήματι καὶ ἁπλοϊκῷ, καθὰ προσήκει τοῖς ἱστορίας συγγρά‐ φουσιν, ὅτι μὴ ἀγωνιστικὸς ὁ λόγος καὶ διὰ τοῦτο μεθόδου προσδεόμενος τεχνικῆς, ἀλλ’ ἱστορικὸς καὶ διπλόης ἁπάσης καὶ ἀκαιρολογίας ἀνώτερος, περὶ ὧν οὐκ ἀκοῇ καὶ μύθοις ἑτέρων παρέλαβον, ἀλλ’ ὧν αὐτὸς αὐτόπτης καὶ θεατὴς ἐχρη‐
15μάτισα, ἵνα μὴ λήθης βυθοῖς διὰ τῆς τοῦ χρόνου παραρροῆς τὰ λόγου καὶ ἄξια συγχωσθεῖεν, ἀλλὰ τὴν μνήμην ἀθάνατον ἔχωσιν. Ἄρτι τὰ Ῥωμαίων σκῆπτρα διέποντος τοῦ τῆς εὐσεβοῦς λήξεως βασιλέως Μιχαήλ, ᾧ πατρὶς ἡ τῶν Παφλαγόνων ἐγ‐
20νωρίζετο ἐπαρχία, κατεπολεμήθη τὸ τῶν Ἀγαρηνῶν φῦλον
πρὸς ἑσπέραν ἐν Σικελίᾳ ναυτικαῖς τε καὶ πεζικαῖς Ῥωμαίων8

9

δυνάμεσι· καὶ εἰ μὴ διαβληθεὶς περὶ τυραννίδος ὁ τὴν στρα‐ τηγίαν τῶν ὅλων ἐμπιστευθεὶς Γεώργιος ἐκεῖνος ὁ Μανιάκης ἐκ μέσου γέγονε, καὶ ἄλλοις ἀνετέθη τὰ τοῦ πολέμου, κἂν ὑπὸ Ῥωμαίοις ἐτέλει νυνὶ νῆσος οὕτω μεγάλη καὶ περιβόητος
5καὶ πόλεσι περιεζωσμένη μεγίσταις καὶ τῶν ἄλλων χρηστῶν οὐδενὸς ἀποδέουσα. νῦν δὲ ὁ φθόνος καὶ τὸν ἄνδρα καὶ τὰς πράξεις καὶ τοσοῦτον κατειργάσατο ἔργον· αἰσχρῶς γὰρ καὶ ἀγεννῶς βουλευσαμένων τῶν ὕστερον στρατηγῶν σὺν αὐτῇ καὶ τὸ πλεῖστον τοῦ στρατεύματος ἀπολώλει Ῥωμαίοις. οὐ
10μὴν δὲ ἀλλὰ καὶ οἵ ποτε σύμμαχοι καὶ τῆς ἰσοπολιτείας ἡμῖν συμμετέχοντες, ὡς καὶ αὐτῆς τῆς θρησκείας, Ἀλβανοὶ καὶ Λατῖνοι ὅσοι μετὰ τὴν ἑσπερίαν Ῥώμην τοῖς Ἰταλικοῖς πλη‐ σιάζουσι μέρεσι, πολέμιοι παραλογώτατοι ἐχρημάτισαν ἐμπε‐ παρῳνηκότος εἰς τὸν ἄρχοντα τούτων τοῦ τότε τὴν στρατη‐
15γίαν ἰθύνοντος Μιχαὴλ δουκὸς τοῦ Δοκειανοῦ. Ἀλλὰ περὶ μὲν τούτων ἅλις· Μυσοὶ δέ, οἷς εἰδικὴ προ‐ σηγορία τὸ τῶν Βουλγάρων καθέστηκεν ὄνομα, τηνικαῦτα τοὺς τῆς δουλώσεως ἀποπτύσαντες χαλινοὺς εἰς ἀποστασίαν προκεχωρήκεσαν, καὶ τὸν βασιλέα περὶ τὰ ἐν Θεσσαλονίκῃ
20διατρίβοντα ὅρια, καὶ μόνους τοὺς ἐν τῇ αὐλῇ σωματοφύλα‐ κας ἔχοντα ὡς διὰ φιλίας παροδεύοντα γῆς, ἰταμῶς συνεδίω‐
ξαν· ἐξαρτύσας δ’ οὗτος ἅμα τῷ εἰς τὴν βασιλεύουσαν εἰσιέ‐9

10

ναι τὰ περὶ τὸν πόλεμον εὐθαρσῶς, καὶ τῆς ἐνοχλούσης ἀσθενείας ἐπιλαθόμενος (καὶ γὰρ ἦν τοῖς ἐπιληπτικοῖς, ὡς δέ τινες μελαγχολικοῖς κάτοχος), θᾶττον ἐξ ἁπασῶν τῶν ἐπαρχιῶν συνεστήσατο στρατιάν, καὶ μετὰ τῶν δυνάμεων τῇ
5Σαρδικῇ τῇ νῦν λεγομένῃ Τριαδίτζῃ καὶ δι’ αὐτῆς Ἰλλυρικῷ προσβαλὼν κατὰ κράτος τοὺς ἀποστατήσαντας ἐτροπώσατο, καὶ τὴν χώραν αὐτῶν πολλὴν καὶ μεγάλην καὶ στενόπορον οὖσαν, καὶ χρόνοις πολλοῖς ἀνταγωνιζομένην τοῖς πρὸ τοῦ βασιλεῦσι διὰ τὸ δυσεξίτητον τῶν ἐν αὐτῇ αὐλώνων, ἰσχυρῶς
10παρεστήσατο, καὶ ἀθιγὴς ἐκεῖθεν ἀνέζευξε, τὰ ἐν ταύτῃ κατα‐ στησάμενος πράγματα, καὶ τὸν ἐπιφανῆ λαμπρῶς κατηγάγετο θρίαμβον, καὶ ἀγῶνα ἱππικόν τε καὶ πεζικὸν ἑορτάσας οὕτω δι’ ὀλίγου τὸν ἐνταῦθα βίον κατέστρεψε, πολλὰ τῆς ἀρετῆς καταλιπὼν εἰκονίσματα, ζήσας ἐν τῇ βασιλείᾳ χρόνους ζʹ καὶ
15μῆνας ζʹ. Τῆς δὲ συζύγου τούτου καὶ βασιλίδος Ζωῆς ἐν τοῖς κατὰ νότον ἀνακτόροις ἐπανελθούσης ἀπὸ τῶν βορειοτέρων μερῶν τῆς πόλεως (ἐκεῖσε γὰρ ὁ βασιλεὺς περὶ τὴν τῶν ἁγίων ἀναργύρων μονὴν τὸν χοῦν ἐναπέθετο) σύλλογος εἶχε τὴν με‐
20γαλόπολιν, καθὰ φιλεῖ ταῖς μεταβολαῖς τῶν πραγμάτων ἐγγί‐ νεσθαι. οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ βασιλεὺς ἀνηγορεύθη Μι‐
χαὴλ ὁ τοῦ προαπελθόντος βασιλέως ἀδελφιδοῦς, τὴν Καίσα‐10

11

ρος τύχην ἐκ πολλῶν ἕλκων χρόνων, εἶτα τῇ ἀνακτορίσσῃ θέ‐ σει χρηματίσας υἱός, καὶ ὅρκοις φρικωδεστάτοις, οὐ μέλανι ἀλλ’ αἵματι ἀχράντῳ τοῦ θεανθρώπου λόγου καὶ χειρὶ τοῦ μείζονος ἐν γεννητοῖς γυναικῶν βαπτιστοῦ ἐνσεσημασμένοις,
5ἀνόθευτον τὴν πρὸς αὐτὴν τάχα βεβαιωσάμενος πίστιν. καὶ ἦν ὁ ἀνὴρ ἐπὶ μὲν τῆς προτέρας διαγωγῆς κακιζόμενος καὶ τοῖς ἐπαινετῶς πολιτευομένοις μὴ συναπτόμενος, ἐπὶ δὲ τῆς βασιλικῆς ἀναβάσεως καὶ λίαν ἐγκωμιαζόμενός τε καὶ σεμνυ‐ νόμενος, οἷα φιλοτίμως ἄρτι πρῶτον ὑπὲρ τοὺς πρὸ αὐτοῦ βε‐
10βασιλευκότας τῇ συγκλήτῳ καὶ τοῖς ἄλλοις προσφερόμενος ὑπηκόοις, καὶ τιμαῖς περιβλέπτοις καὶ ἀξιώμασι πλείστους ὅσους καταγεραίρων, καὶ τὴν εὐνομίαν, εἴπερ τις ἄλλος, σπουδάζων ἀνεγερθῆναι, καὶ τῶν ἀδικουμένων ἐκδικητὴς ἀναφαινόμενος ἀπαραίτητος, καὶ δικαιοσύνην τῶν ἄλλων ἁπάντων ὑπεραίρων
15καὶ προτιμώμενος. ἐξήγαγε γὰρ καὶ τῆς χρονίας φρουρᾶς τόν τε Κωνσταντῖνον ἐκεῖνον τὸν Δαλασσηνόν, ὡς ὕποπτον περὶ τῆς βασιλείας ἐν πύργῳ ἀποκλεισθέντα παρὰ τοῦ θείου αὐτοῦ, καὶ τὸν πατρίκιον ἐκεῖνον Γεώργιον τὸν Μανιάκην, ὃν καὶ τῷ τῶν μαγίστρων τετιμηκὼς ἀξιώματι καὶ κατεπάνω
20Ἰταλίας προεχειρίσατο. τοὺς δὲ συγγενεῖς αὑτοῦ, πολλοὺς μὲν καὶ πλουσίους φορτικοὺς δὲ δοκοῦντας τῷ βάρει τῶν πράξεων, ἄρδην ἐκ μέσου πεποίηκε, τὸν μὲν ἐξάρχοντα τούτων Ἰωάν‐
νην μοναχὸν καὶ ὀρφανοτρόφον, ὃς τὴν τῶν πραγμάτων εἶχεν11

12

ὡς βασιλεὺς διοίκησιν, ἀϊδίῳ ἐλάσας φυγῇ, τοὺς δὲ λοιποὺς ἀκμῆτας καὶ τὸν ἴουλον ἐπανθοῦντας, οὓς δὲ καὶ προσήβους, ἐκτομίας ἀπεργασάμενος. καὶ τὸ γένος αὐτοῦ τοῦτον τὸν τρόπον καταστρέψας, ἄφρονα ζῆλον προσφέρειν τοῖς συνετοῖς
5ἔδοξεν, ἐψιλωμένον ἑαυτὸν τοσαύτης βοηθείας καὶ συγγενικῆς βοηθείας ἀπεργασάμενος. Ἀμέλει τοῦ καὶ κατὰ τὴν θείαν καὶ πάνδημον ἑορτὴν τῆς ὑπερφυοῦς ἀναστάσεως Χριστοῦ τοῦ θεοῦ ἡμῶν, ἥτις πάσχα σωτήριον τοῖς ὀρθοδόξως δοξάζουσι διωνόμασται, τῆς βασιλι‐
10κῆς εὐτρεπιζομένης προόδου οἱ τῆς ἀγορᾶς προεξάρχοντες, πέπλα σηρικὰ πολυτελῶς ἐξυφασμένα τῇ γῇ καταστρώσαντες ἀπ’ αὐτῶν τῶν ἀνακτόρων μέχρι τῶν τοῦ σεβασμίου καὶ με‐ γίστου ναοῦ τῆς τοῦ θεοῦ λόγον ἁγίας σοφίας πυλῶν, ἐπὶ τούτοις τὸν βασιλέα μετὰ τῆς δορυφορούσης αὐτὸν εὐταξίας
15διελθεῖν φιλοτίμως παρεσκευάκασι. μετὰ δὲ ταῦτα καὶ κατὰ τὴν νέαν κυριακὴν ἐφίππου τῆς προόδου γεγενημένης ἐπερι‐ πετάννυντο ὧδε κἀκεῖσε τὰ πολυτελῆ τῶν ὑφασμάτων καὶ τί‐ μια, καὶ κόσμος ἄλλος χρυσῷ καὶ ἀργύρῳ καταστράπτων συ‐ νεχῶς ὑπερήρτητο, καὶ πᾶν τὸ τῆς ἀγορᾶς στεφανηφοροῦν
20καὶ οἷον ἑορτάζον χαρμόσυνά τινα καὶ σωτηριώδη κατελαμ‐ πρύνετο· ἡ δὲ προπομπὴ θαυμαστὴ τῷ ὄντι καὶ βασιλική, πανταχόθεν εὐφημίαις συγκροτουμένη καὶ χάρισι καὶ παια‐
νισμοῖς ἐξαιρομένη τῆς πόλεως, πλὴν ὅσον τὸ τοῦ συνήθους12

13

πρωιαίτερον γενομένης τῆς προελεύσεως ἔκπληξις κατεῖχε τοὺς συνετωτέρους τῶν θεατῶν, συμβάλλοντας ὅπως πρὸ τοῦ κατα‐ σκευασθῆναι τὸ θέατρον καὶ πλησθῆναι τὰς ἀγυιὰς κατεσπου‐ δασμένην ὁ βασιλεὺς τὴν πρόοδον ἐναπέδειξε· καὶ οἰωνὸς
5οὐκ ἀγαθὸς ἐδόκει τὸ ἔξωρον. τέως δὲ τὸν μὲν βασιλέα αὖ‐ θις ὑποστρέψαντα ἐκ τοῦ μεγίστου ναοῦ τῶν κορυφαίων ἀπο‐ στόλων εἶχε τὸ παλάτιον, μέγα φρονοῦντα τῷ τυχεῖν τοιαύ‐ της ἀποδοχῆς τε καὶ προπομπῆς, τὴν δὲ δέσποιναν πρὸς τὴν ἑσπέραν ἡ Πρίγκιπος (νῆσος δὲ αὕτη τῆς βασιλευούσης οὐ
10πόρρω) μελαμφοροῦσαν καὶ κεκαρμένην τὰς τρίχας. Τῇ δ’ ἐπαύριον ἔτι τοῖς πολλοῖς ἀγνώστου καθεστῶτος τοῦ πράγματος, φιλοτιμία περὶ τῶν διηγημάτων τῆς παρελ‐ θούσης ἡμέρας ἐγίνετο, τοῦ μὲν τάδε τοῦ δὲ τάδε θαυμαστι‐ κῶς ἐπιλέγοντος, καὶ ἄλλου προφθάνειν ἐπειγομένου τὸ παρε‐
15θέν, καὶ πάντων ἀποσεμνύνειν βουλομένων τὰ κράτιστα. ὡς δὲ κατέπτη τὰ τοῦ πάθους τῷ δήμῳ καὶ περιέδραμεν ἡ φήμη τοὺς περικύκλῳ, εὐθὺς ἦν ἰδεῖν ἀθρόον τὴν ἐναντίαν μεταβο‐ λὴν κατασχοῦσαν τοὺς σύμπαντας, καὶ ἀντεσηκώθη τοῖς χαρ‐ μοσύνοις τὰ σκυθρωπά, καὶ ἀντὶ τιμῆς καὶ φιλοτιμίας, ἣν
20πρὸς τὸν κρατοῦντα ἐδείκνυον, μῖσος ἄσπονδον ἐξηγείρετο, καὶ ἄλλος ἄλλου θερμότερος ἔσπευδε γενέσθαι καὶ τῆς κατ’ αὐ‐
τοῦ προκατάρξασθαι δυσμενείας καὶ ἀναιδείας. ταῦτα μεμα‐13

14

θηκὼς ὁ βασιλεύς, καὶ βουλόμενος καταστεῖλαι τὸ φλεγμαῖνον τοῦ πάθους τῶν Βυζαντίων, ἔγγραφόν τι ποιεῖται τούτοις κατὰ τὸν ἐπισημότερον τόπον τοῦ φόρου ἐπαναγνωσθησόμενον, με‐ ταφέρον τὰς αἰτίας ἐπὶ τὴν πεπονθυῖαν, ὡς αὐτῆς τῆς βου‐
5λῆς προκαταρξαμένης ἀνδρικώτερον οὗτος τὸ προβούλευμα κατειργάσατο, σκῆψιν πάντως ἐπὶ κακῷ τῆς ἑαυτοῦ κεφαλῆς προμηθούμενος ψευδεπίπλαστον, ἵνα περιτρέψῃ τὰς τῶν πε‐ πονθότων ψυχὰς καὶ ὃν ὑπώπτευε διαδράσειε κίνδυνον. ἔλαθε δὲ τὸν καπνὸν ὑπεκκλίνων εἰσβαλὼν εἰς τὸ πῦρ. τοῦ γὰρ
10πιττακίου ἀναπτυχθέντος πλεῖστος ὄχλος ἐπέρρευσεν εἰς τὴν ἀκρόασιν, καὶ οὐδὲ δευτέραν φωνὴν τοῦ ἀναγινώσκοντος προε‐ μένου ἤρξατο τὸ πλῆθος δίκην ἀγριαινομένης θαλάσσης ἐξοι‐ δοῦσθαί τε καὶ οἷον κυμαίνεσθαι, καί τις πρῶτος τῶν ἄλλων ὑβριστικὴν φωνὴν ἀφιεὶς καὶ λίθου βολὴν ἐπαφῆκε σὺν τῇ
15φωνῇ. αὐτίκα οὖν τὸ περικεχυμένον πλῆθος ἐκεῖσε, ὥσπερ ὑφ’ ἡγεμόνι τῷδε τῷ δημοτικῷ στρατηγούμενον, τὴν ὁμοίαν γνώ‐ μην καὶ γλῶτταν ἐξέρρηξε καὶ κατὰ τοῦ ἐπάρχου μετὰ βοῆς καὶ ἀλαλαγμῶν ἐξορμήσαντες οἱ πάροντες, ὡς εἶχον θυ‐ μοῦ καὶ ὀργῆς, καὶ τὰς τῶν ἐμπόρων καταστρέψαντες κραβ‐
20βατίνας ὅπλοις ἀγχεμάχοις τούτοις κατὰ τῶν τῆς βασιλικῆς μοίρας καὶ τῶν ἐπαρχικῶν κατεχρήσαντο. καὶ τούτους ἄρδην καταβαλόντες καὶ φυγεῖν αἰσχρῶς ἀναγκάσαντες οὐ διασκε‐
δάσθησαν, οἷα τὰ τοῦ συμμιγοῦς πλήθους καὶ χηρεύοντα ἀρ‐14

15

χηγοῦ, ἀλλ’ ὥσπερ ἄνωθεν στρατηγούμενοι γενναιοτέροις βου‐ λεύμασι πρὸς τὸ καρτερώτερον ἀνελάμβανον ἑαυτούς, καὶ προσθήκην ἑκάστης ὥρας ἐκ τῶν συρρεόντων ἐλάμβανον. τὸ δὲ κεφάλαιον τῆς βουλῆς, μὴ ἐνδοῦναι μηδὲ μαλακισθῆναί τι
5καὶ ἀναβεβλημένον παθεῖν, ἀλλὰ τὸν ἀχάριστον καὶ ἀγνώμονα περὶ τὴν εὐεργέτιν, καὶ ἀδικίαν κατὰ τῶν φρικωδεστάτων ὅρκων πεποιηκότα, τῆς ἀρχῆς καθελεῖν ὡς ἀλιτήριον καὶ ταύ‐ της ἀνάξιον. βοὴ δὲ τούτοις οὐκ ἄσημος τὸ ποιητέον ἐπέ‐ τρεπε. καὶ οἱ μὲν τὰς φρουρὰς καθελόντες τοὺς φυλακίτας
10τῶν δεσμῶν ἠλευθέρουν καὶ κοινωνοὺς ἐποιοῦντο τῆς διεγέρ‐ σεως καὶ τῆς ἐπιτετραμμένης αὐτοῖς ἐνδιαθέτοις ὁρμαῖς ἐκ‐ δικήσεως, οἱ δὲ τὰ ἀνάκτορα κατελάμβανον καὶ πόλεμον πο‐ λιτικὸν ἀνερρίπιζον. ἄλλοι τὰς οἰκίας τῶν κατὰ γένος προ‐ σηκόντων τῷ βασιλεῖ καὶ μεγάλα δυναμένων τῷ κατ’ ἐκεῖνο
15καιροῦ περιστοιχίσαντες ἐξ ἐφόδου κατήρειπον, καὶ τὸν πλοῦ‐ τον πολλοῖς ἀδικήμασι καὶ στεναγμοῖς πενήτων ἀποτεθησαυ‐ ρισμένον ἐξήντλουν. οὐδὲ ναοὶ καὶ σεμνεῖα παρ’ αὐτῶν πο‐ λυτελῶς καὶ πλουσίως ἀνεγερθέντα φειδοῦς ἠξίωντο, ἐλαφυ‐ ραγωγοῦντο δὲ καὶ αὐτὰ καὶ ὡς ἐναγῆ ἐβεβήλωντό τε καὶ
20διηρπάζοντο. ἕτεροι κατὰ τὸ τέμενος τῆς τοῦ θεοῦ λόγου ἁγίας σοφίας εἰσρεύσαντες τὸν πατριάρχην αὐτὸν τὴν ἱεραρ‐ χικὴν στολὴν ἀμπεχόμενον κατεβίβασαν, ἐκβιαζόμενοι τὴν κληρονόμον καὶ δέσποιναν μὴ περιιδεῖν τὰ ἔσχατα πάσχουσαν
ἀδίκως παρὰ τοῦ ἐπεισάντου καὶ ἀντὶ τῆς μεγίστης εὐεργε‐15

16

σίας ὕβριν παθοῦσαν ἀνήκεστον. ἔσχον οὖν τοῦ δικαίου τού‐ του συλλήπτορα ζήλου καὶ τὸν ἁγιώτατον τοῦτον ἄνδρα. Ἀλέ‐ ξιος ἦν, ὁ πρὸ τοῦ τὴν μοναχικὴν πολιτείαν ἀκριβωσάμενος. καὶ ἀνάγουσι, γνώμῃ καὶ τινῶν τῶν ἐν τέλει, τὴν ὁμαίμονα
5τῆς παθούσης δεσποίνης (Θεοδώρα ταύτῃ τὸ ὄνομα) ἐξ ἑνὸς τῶν Πετρίων, ἐν ᾧ χρόνοις πολλοῖς ἰδιωτικῶς μονονουχὶ ἐβιό‐ τευσε. πείθουσι γὰρ αὐτὴν γυναικείας αἰδοῦς καὶ ἀσθενείας ἐπιλαθέσθαι, καὶ τούτοις ἀκολουθῆσαι παρασκευῆς οὕτω καὶ γνώμης ἔχουσι, πάντα ῥᾳδίως οἴσειν καὶ ταύτης προκινδυνεῦ‐
10σαι καὶ τῆς αὐταδέλφης αὐτῆς, καὶ φόβου παντὸς ἀπαλλά‐ ξαι καὶ κινδύνου τοῦ πολεμήτορος. ἐποχηθεῖσα τοίνυν ἐφ’ ἵππον πρόεισι, δορυφορουμένη λαμπρῶς μυριάνδροις ὅπλοις, καὶ φυλακαῖς ἀκαθαιρέτοις περιειλημμένη καὶ προκατειλημ‐ μένη τὰς διεξόδους, ὁμοίως διὰ μέσης τῆς πόλεως, παρὰ πάν‐
15των εὐφημουμένη, καὶ προτρεπομένη μὴ ἐνδοῦναι πρὸς τὸ ἀγώνισμα καὶ τὴν τοῦ ἀναιρέτου καθαίρεσιν. διασωθεῖσα οὖν πρὸς τὸν περιβόητον καὶ θεῖον ναὸν ἑσπέρας οὔσης βαθείας ἄνεισιν εἰς τὰς τοῦ πατριάρχου διαγωγάς, καὶ τῷ πλήθει τὰς ὄψεις αὐτῆς εἰς τὸν ναὸν ἐπαφίησι· καὶ παρ’ ἐκείνων ἔτι
20παρεγγυηθεῖσα θαρρεῖν οὕτω διανυκτερεύει, συγκαλεσαμένη πάντας τοὺς ἐν τέλει ταχέως, καὶ παντὸς ψιλώσασα τὸν ἀν‐ τικείμενον βασιλέα δυνάμεως, ἀρχάς τε εὐθὺς λαμπρὰς καὶ ἀγορανομικὰς ἀποδείξασα, καὶ τὸ κράτος τῆς βασιλείας δεξιῶς
περιεζωσμένη.16

17

Ὀρθριώτερον δὲ προσβαλόντων τοῖς ἀνακτόροις στρα‐ τιωτικῶν ἀνδρῶν καὶ γενναίων μετὰ ῥοίζου πολλοῦ καὶ βοῆς καὶ ἠχῆς σαλπίγγων τε καὶ βυκίνων, ὥσπερ τυφῶνι βληθεὶς ὁ βασιλεὺς τῷ ἐξαισίῳ τῆς ταραχῆς, τῶν ἀνακτόρων ἐκδὺς φυ‐
5γὰς ᾤχετο διαπόντιος εἰς τὴν τοῦ Στουδίου μονήν, καὶ περιε‐ χόμενος τῶν ἀδύτων ἀπαθὴς ἐφιλονείκει συντηρηθῆναι καὶ μὴ δίκας δοῦναι τοῦ ἀνοσιουργήματος. ἀλλ’ ἡ δίκη τὴν κα‐ ταδίκην αὐτῷ οὐκ εἰς μακρὰν ἀνεβάλετο. ἅπαντες γὰρ βρύ‐ χοντες κατ’ αὐτοῦ εἰσήλασαν εἰς τὸ ἱερόν, καὶ βίᾳ τοῦτον
10ἐκτὸς ἑλκύσαντες ἡμιόνῳ τῶν εὐτελεστέρων καὶ ταπεινῶν φόρ‐ τον τοῦτον τιθέασι καταγέλαστον. καὶ ἄχρι τοῦ Σίγματος φθάσαντος δόγμα κατεφοίτησε τῆς Αὐγούστης, τὴν πήρωσιν τῶν ὀφθαλμῶν αὐτοῦ καὶ τοῦ πατραδέλφου αὐτοῦ τοῦ νωβελλισίμου αὐτίκα ἐγκελευόμενον· συνῆν γὰρ καὶ οὗτος αὐτῷ, σύμβουλος
15ἅμα καὶ συλλήπτωρ καὶ τῆς οἰκτρᾶς ταύτης τύχης κοινωνὸς κα‐ θιστάμενος. κατενεχθέντες οὖν τῶν ἡμιόνων ἀτίμως, πάντων ὁρώντων, τὰς κόρας τῶν ὀφθαλμῶν ἐκεντήθησαν. καὶ συνα‐ ποβάλλουσι τὰς ὄψεις τῇ βασιλείᾳ, καὶ μοναχικῇ παραδίδον‐ ται βιοτῇ, διήγημα γενόμενοι σκυθρωπὸν τοῖς μετέπειτα, καὶ
20πρὸς τὸ κρεῖττον ἐπανόρθωσις τῶν ἀγνωμονεῖν ἐθελόντων πρὸς τοὺς εὐεργετήσαντας. ἐβασίλευσε δὲ ὁ Μιχαὴλ οὗτος μῆνας μόνους πέντε. Τῆς δὲ δεσποίνης ἐκ τῆς ὑπερορίας ἐπανελθούσης καὶ
τὴν βασιλείαν αὖθις ἀναλαβούσης, συνέρχεται ταύτῃ καὶ ἡ17

18

ὁμαίμων ἐκτὸς ναοῦ, καὶ γίνεται συμφυΐα καὶ ἀλληλουχία ὥσπερ τοῦ αἵματος οὕτω δὴ καὶ τῆς κατὰ τὴν βασιλείαν κοι‐ νωνικῆς διαθέσεως, καὶ αὐτοκράτορες ἄμφω θαυμασίως ἀνα‐ γορεύονται. καὶ χρόνον τινὰ δι’ ἑαυτῶν ἰθύνασαι τὴν ἀρχὴν,
5τῆς ὑπερορίας ἀνακαλοῦνται Κωνσταντῖνον τὸν Μονομάχον, ἀριστοκρατικὸν ἄνδρα καὶ θρέμμα τῆς πόλεως, ὕποπτον δὲ ὄντα διὰ τὴν ἀρχήν, καὶ διὰ τοῦτο παρὰ τῶν πρώην κρατούντων φυ‐ γαδευόμενον. καὶ παραχωρεῖ πάλιν τῆς συζυγίας ἡ Θεοδώρα τῇ αὐταδελφῇ Ζωῇ, καὶ τὸν ἄζυγα βίον αἱρεῖται, ὃν ἐκ παί‐
10δων καὶ μέχρι γήρως τῆς ἐσχάτης ἡμέρας ἐξήσκησεν. Εὐεργετικώτερος δὲ τοῦ προβεβασιλευκότος ὁ Μονομά‐ χος ἀποδειχθείς, καὶ πάντας σχεδὸν βασιλικοῖς ἀξιώμασι καὶ δωρήμασι φιλοτίμοις ἀποσεμνύνας, ἠγάθυνε τὸ ὑπήκοον· ἐξ‐ αίφνης δὲ νέφος ἐκ τῆς ἑσπέρας ἐγείρεται τετριγὸς καὶ ὀλέ‐
15θριον καὶ πανωλεθρίαν αὐτῷ καὶ τῆς βασιλείας ἀπέλασιν ἀπειλοῦν, ἀνὴρ αἱμοχαρὴς καὶ γενναῖος, ὁ προμνημονευθεὶς Γεώργιος, ᾧ Μανιάκης ἐπώνυμον, ἐκ τῆς Ἰταλικῆς ἀρχῆς ἐπαναστὰς μετὰ τῶν ἐκεῖσε συνόντων στρατιωτῶν Ῥωμαίων καὶ Ἀλβανῶν, διὰ παρόρασιν τοῦ βασιλέως ἀνιαθεὶς καὶ
20προηγησαμένας ἔχθρας μετ’ αὐτοῦ δεδιώς. καὶ τὰ μὲν λοιπὰ τῶν συναντησάντων στρατεύματα συνετάραξε καὶ κατέβαλε, πρὸ δύο δὲ τῆς Θεσσαλονίκης ἡμερῶν στρατοπεδευσάμενος
περὶ δείλην ὀψίαν προσβάλλει τῷ μεγίστῳ βασιλικῷ στρατο‐18

19

πέδῳ· καὶ γὰρ ἦν ἐξεστρατευμένος ὁ παρὰ βασιλέως ἀπο‐ σταλεὶς μετὰ τῶν Ῥωμαϊκῶν δυνάμεων εἰς ἀντιπαράταξιν. καὶ πολλὰ δράσας τοῖς βασιλικοῖς στρατιώταις, καὶ καταπλή‐ ξας τῇ ἀνυποίστῳ τούτου φορᾷ καὶ τοῖς οἰκειοχείροις πλη‐
5γαῖς (καὶ γὰρ οὗτος τοῦ πλήθους προεπολέμει τε καὶ προε‐ κινδύνευε, καὶ οὐκ ἦν ὃς τῷ φασγάνῳ τούτου τραυματισθεὶς οὐ τῷ ἡμίσει καὶ πλείονι περιερρήγνυτο σώματι· τοιοῦτος ἀκαταγώνιστος καὶ σταθηρὸς ἐγινώσκετο, μέγας ὁμοῦ καὶ εὐ‐ ρύνωτος καὶ τὴν ὄψιν φοβερὸς καθιστάμενος, κἀν ταῖς βου‐
10λαῖς διαφέρων), καὶ κατορθῶσαι τὴν νίκην ἤδη τότε κα‐ ταλειφθείς, καὶ παρὰ τῶν πλείστων ἐναντίων ἐπευφημούμε‐ νος, ἐπὶ τέλει τῶν ἀγώνων τοῦ ἵππου αὐτομάτως κατέρρευ‐ σεν, οἷα τὰ τοῦ θεοῦ κρίματα, καὶ ἀθιγὴς ἔκειτο, σκαιωρίαν εἶναι τὸ πρᾶγμα τῶν ἀντιθέτων οἰομένων καὶ σόφισμα. ὡς
15δὲ παρεγυμνοῦτο τὸ ἀληθές, ἐκδραμόντες πολλοὶ κείμενον αὐ‐ τὸν ἐπ’ ἐδάφους κατέλαβον, αἵματι διάβροχον καὶ καιρίαν ἔχοντα κατὰ τῆς πλευρᾶς. τῇ πτώσει τοίνυν αὐτοῦ τῶν ἀμφ’ αὐτὸν διασκεδασθέντων, καὶ παλιντρόπου γενομένης τῆς νίκης, ἐπανῆλθον οἱ τοῦ βασιλέως χαρᾷ καὶ φόβῳ διηγηματικῶς
20συνεχόμενοι· τῷ προτερήματι γὰρ μὴ ἐπαιρόμενοι τὸ πᾶν τῇ θείᾳ δεξιᾷ ἐπεγράφοντο.
Θριαμβεύσας δὲ ὁ τὴν ἡγεμονίαν ἐσχηκὼς τοῦ πολέμου19

20

σεβαστοφόρος Στέφανος διὰ τῆς ἀγορᾶς, τὰ πρῶτα παρὰ τῷ βασιλεῖ μετὰ πολλῆς τῆς λαμπρότητος ἔσχηκε, καὶ ζηλωτὸς πᾶσι καὶ περισπούδαστος ἐγνωρίζετο. ἐπεὶ δὲ τὰ τῆς δεσπο‐ τικῆς εὐδαιμονίας ἀβέβαια, διαβληθεὶς καὶ οὗτος ὡς εἴη μελε‐
5τῶν ἐπιβουλήν, ὑπερορίαν αὐτίκα καὶ δήμευσιν καὶ ἀπόκαρ‐ σιν κατεκρίθη· καὶ ὁ τῶν οἰκειοτάτων αὐτῷ εἷς, ᾧ καὶ τὸ κράτος μέλλειν περιθεῖναι κατηγορεῖτο, τῶν ὀφθαλμῶν μετ’ ὀλίγον ἐστέρηται. Ἀπαλλαγεὶς οὖν ὁ βασιλεὺς τῆς τοσαύτης φροντίδος,
10εἰς ἑτέραν αὖθις ἀνάγκην ἐνέπεσε. πόλεμος γὰρ ἀλλόφυλος ναυτικὸς ἄχρι τῆς Προποντίδος τὴν βασιλίδα κατέλαβε, πλοίων Ῥωσικῶν τῶν τετρακοσίων οὐκ ἀποδεόντων ἐπιρραξάντων αὐτῇ, καταφράκτων ὅπλοις τε καὶ πολεμικῇ ἐμπειρίᾳ καὶ πλή‐ θει τῶν ἐν αὐτοῖς εἰσπλεόντων. καὶ κατεῖχε φόβος τὴν Βύ‐
15ζαντος οὐκ ἐλάχιστος διὰ τὸ ἀπαράσκευον ἐκ τῆς ἀπροόπτου τοῦ ἔθνους ἐπιδημίας. ὅμως τὰ παρατυχόντα μακρὰ πλοῖα καὶ λοιπὰς ἑτέρας ναῦς πολεμικὰς ὁ βασιλεὺς συστησάμενος, καὶ πεζικῇ δυνάμει τοὺς παρακειμένους αἰγιαλοὺς συμπερι‐ λαβών, καὶ προσθήκην ἑκάστοτε τῆς πεζικῆς καὶ ναυτικῆς
20ἰσχύος λαμβανούσης διὰ γραμμάτων φοιτώντων εἰς τὰς κατὰ χώραν ἡγεμονίας, ἐν ἡμέρᾳ πρώτῃ τῆς ἑβδομάδος ἣν κυρια‐ κὴν ὁ χριστιανικώτατος οἶδε λαὸς ἐκ τῆς τοῦ κυρίου ἡμῶν
ἀναστάσεως, ἐκτάξας ἄμφω τὰς δυνάμεις (ἀνῆλθε γὰρ καὶ20

21

αὐτὸς μετὰ τῆς βασιλικῆς νεὼς) καὶ τὸ ἐνυάλιον ἀλαλάξαι προστάξας ἐπῆλθε τοῖς ἐναντίοις, τὰς πρῴρας λελαμπρυσμέ‐ νας ἔχων τῶν οἰκείων νεῶν τῷ Μηδικῷ πυρί, καὶ συρραγεὶς τούτοις φυγεῖν κατηνάγκασε, πολλὰς μὲν τῶν νεῶν κατακαύσας
5πυρί, ἄλλας αὐτάνδρους καταβαλὼν τῷ βυθῷ, τινὰς δ’ αὐτοῖς πλωτῆρσι κεκρατηκώς· ἠρίστευσε δὲ τῶν λοιπῶν ἁπάντων στρα‐ τιωτῶν μεῖζον ὁ μάγιστρος ἐκεῖνος Βασίλειος ὁ Θεοδωροκά‐ νος, ἀνὴρ ἐπίδοξος τὰ πολεμικὰ καὶ τὰς πράξεις ἐπιφανὴς κατά γε τὴν ἤπειρον. τότε δὲ θυμῷ ζέσας, εἰς μίαν τῶν
10Ῥωμαϊκῶν νεῶν ἀναβὰς καὶ προσραγεὶς Ῥωσικῇ, ἔνοπλος εἰς αὐτὴν ἐπεπήδησε, καὶ μόνος πρὸς ἅπαντας τοὺς πλωτῆρας συστησάμενος πόλεμον, καταπληξάμενος τῇ δυνάμει, ὅσους μαχαίρας ἔργον οὐκ ἐναπέδειξε, τῇ θαλάσσῃ βαλεῖν ἑαυτοὺς ἐβιάσατο.
15 Οὕτω καὶ ταύτην τὴν μάχην κατορθώσας ὁ βασιλεὺς ἡσυχίαν ἦγε, καὶ τῶν πολιτικῶν πραγμάτων ἡδέως ἀντείχετο, μουσεῖον τῆς νομοθετικῆς ἀναγείρας καὶ νομοφύλακα προστη‐ σάμενος. ἀλλὰ καὶ τοῦ τῆς φιλοσοφίας οὐρανοβάμονος ἐπεμε‐ λήθη μαθήματος, πρόεδρον τῶν φιλοσόφων προχειρισάμενος
20ἄνδρα τῶν καθ’ ἡμᾶς διαφέροντα γνώσει, καὶ τοὺς νέους πρὸς ἄσκησιν τῶν σοφῶν λόγων καὶ μαθημάτων προυτρέψατο σὺν τῷ εὐμαρεῖ τῶν διδασκάλων, καὶ γερῶν τούτους ἐν τῷ δημηγορεῖν βασιλικῶν ἀξιῶν. ἐκαίνισε δὲ καὶ δέκρετον δικῶν
ἰδιωτικῶν, “ἐπὶ τῶν κρίσεων” καλέσας τὸν τούτου προέχοντα.21

22

ἐν τούτῳ οἱ τῶν ἐπαρχιῶν δικασταὶ καὶ συντάττουσι τὰ ποιη‐ τέα ἐγγράφως καὶ τὰ τῶν σχεδαρίων ἐναποτιθέασιν ἴσα δι’ ὑποψίας ἀπαλλαγήν. Ἀλλ’ ὁ βασκαίνων ἀεὶ τοῖς καλοῖς ἕτερον αὖθις ἀνεγεί‐
5ρει πόλεμον ἐπιχώριον ἐκ τοιᾶσδε προφάσεως. συγγενέα κεκ‐ τημένος ὁ βασιλεὺς ἐκ τῆς Ἀδριανουπόλεως Λέοντα κατονο‐ μαζόμενον, τοῦτον εἰς λαμπρὰν ὥσπερ εἰκὸς ἀνατίθησι τύχην, καὶ τῷ τῶν πατρικίων, εἶτα καὶ τῶν βεστῶν ἀξιώματι περί‐ βλεπτον ἀποδείκνυσι, στρατηγίας συχνὰς καὶ δημαγωγίας
10ἐμπιστεύων αὐτῷ. ἐν μιᾷ δὲ ἔαρος ὥρᾳ τῇ Μελιτηνῇ στρα‐ τηγοῦντος αὐτοῦ τὰ Μακεδονικὰ συνεταράχθη στρατεύματα, μακρὰν ἀποστασίαν ὠδίνοντα. καὶ ὁ βασιλεὺς ἠπίως κατα‐ στείλας τούτων τὸ φρόνημα διέλυσε τὴν ἐπιβουλήν, πρὸς και‐ ρὸν μέν, ὡς ὕστερον τὸ ἀποτέλεσμα παραδέδωκεν, ὅμως δ’ οὖν
15κατεστείλατο. κατηγορηθεὶς οὖν ὁ προεκφωνηθεὶς αὐτοῦ συγ‐ γενὴς ὡς τῆς στάσεως καὶ τῆς βουλῆς ἀρχηγός, καὶ ὡς εἰς αὐτὸν ἀναφερομένης τῆς τυραννίδος, παραλύεται τῆς ἀρχῆς καὶ μοναδικῷ παραδίδοται σχήματι, καὶ τῇ μεγαλοπόλει ἄνε‐ τος καὶ χωρίς τινος παραφυλακῆς ἀπολύεται. τετάρτην δὲ
20πρὸς τῇ δεκάτῃ ἄγοντος τοῦ σεπτεμβρίου μηνός, καθ’ ἣν τὸ ζωοποιὸν σημεῖον ὑψούμενον αἴρεται σὺν ἐξιλεώσει πολλῇ (πρώτη δὲ ἴνδικτος ἦν, ὁπότε καὶ ὁ Κρόνος συνώδευσε τῷ
Διί), λάθρᾳ τῆς βασιλευούσης ἀποφοιτᾷ, καὶ δι’ ἵππων κατὰ22

23

διαδοχὴν ἱσταμένων ὑπόπτερος ὡσανεὶ τῇ Ἀδριανοῦ παραδί‐ δοται πόλει. καὶ συνήθροιστο πᾶν αὐτίκα μάλα τὸ τὴν στρα‐ τεύσιμον ἡλικίαν ἔχον ἑσπέριον· καὶ διὰ δύο καὶ τριῶν ἡμε‐ ρῶν εἰς πλῆθος μέγα καὶ στρατιὰν ἀξιόλογον παραδόξως ἐπαί‐
5ρεται ἡ συνάθροισις. καὶ τοῖς παρασήμοις κοσμηθεὶς μετὰ τῆς βασιλικῆς ἐσθῆτος ὁ φυγαδίας στρατηγὸς αὐτοκράτωρ παρὰ τῶν συνόντων ἀνηγορεύθη, καὶ διττὴν ἑτέραν ἡμέραν διαλιπὼν ὥρμησε σὺν πολλῇ πεποιθήσει πρὸς τὴν εὐδαίμονα μεγαλόπολιν. οἱ δὲ προαχθέντες παρὰ τοῦ βασιλεύοντος ἐξ
10αὐτῆς στρατιῶται, καί τινες τῶν ἐπισήμων τοῦ παλατίου προσμένοντες ἐς ἄστυ τῆς Σηλυμβρίας, ὡς ἔμαθον τὴν τού‐ του ἔφοδον πολλὴν καὶ ἀνύποιστον ὡς βαρεῖ στρατῷ καὶ μα‐ χιμωτάτῳ συγκροτουμένην, ᾗ ποδῶν εἶχον γεγόνασιν ὀπισθόρ‐ μητοι. καὶ οἱ ἐπὶ τῶν ὑπαίθρων, ἐφοδιάσαντες ἑαυτοὺς ὡς
15ἑκάστῳ παρεῖχε τὸ ἐπικείμενον τοῦ καιροῦ, ἐπὶ τὰς πύλας ὠθοῦντο τῆς πόλεως, ἄλλος ἄλλον προφθάνειν κατεπειγόμενοι. μικρὸν δ’ ὕστερον ἡ τοῦ ἀποστάτου ἐπιδημία φοβερά τις καὶ καταπληκτικὴ κατηγγέλλετο, ἵππῳ στρατιωτικῷ καὶ πεζικῷ δυ‐ νάμει μὴ ἀποδέουσα πρὸς μάχην βασιλικήν. ἐδῃοῦντο δὲ
20καὶ τὰ προστυχόντα καὶ διηρπάζοντο· καὶ οὐδενὸς ἡττᾶται τῶν ἐθνικῶν ὁ ἐμφύλιος πόλεμος. τειχήρεις οὖν γεγονότες οἱ περὶ τὴν βασιλεύουσαν σχεδὸν ἅπαντες τῶν ἐντὸς εἶχον τὴν
φυλακὴν ἰσχυρῶς. καὶ ὁ βασιλεὺς ἐπὶ τῆς ἐν Βλαχέρναις23

24

καθήμενος ἀκροπόλεως ἤλγει τὴν οἰκείαν ἐπικράτειαν οὕτω λυττῶσαν καὶ μαινομένην, ἔστι δ’ οἷς καὶ τὰ ἔσχατα πάσχου‐ σαν καθορῶν. ἐπεὶ δὲ τοῖς τείχεσι προσεγγίσας ὁ τύραννος τῷ πλήθει καὶ ταῖς δυνάμεσιν ἐνηβρύνετο, βασιλικῶς καὶ ἀγέ‐
5ρωχος ἐμπεριπατῶν καὶ πρὸ τῶν τειχῶν εὐφημούμενος, τινὲς προπετεῖς καὶ ἀτάσθαλοι τοῖς ἀνακτόροις ἐγγίσαντες ὕβρεις ἀπρεπεῖς τοῦ ἀληθοῦς βασιλέως κατέχεον, καὶ οὕτως ἀπηλ‐ λάγησαν αὐχήματος ὁμοῦ καὶ φρονήματος γέμοντες. ἄλλος δέ τις τόξον ἀφεὶς διὰ τῶν κιγκλίδων μικροῦ ἐδέησε τὸν βα‐
10σιλέα βαλεῖν· ἥρπασε δὲ τὴν πληγὴν τῶν θαλαμηπόλων αὐ‐ τοῦ ὁ ἐγγύτερος. εἰς δὲ τὴν ὑστεραίαν (κυριακὴ δὲ ἦν) πε‐ ριαλγήσαντές τινες τῶν εὐνουστάτων τῷ βασιλεῖ γνώμην δι‐ δῶσιν ἵν’ ἐν τῷ προεκκειμένῳ γηλόφῳ κόψωσι τάφρον, καὶ ἀνδράσιν αὐτὸν πολεμικοῖς, ὅσοι τηνικαῦτα τῇ βασιλικῇ δο‐
15ρυφορίᾳ παρέτυχον, περιλάβωσι, καὶ τῷ μήκει τοῦ διαστή‐ ματος τὰς ὑβριστικὰς φωνὰς ἀποκρούσωνται, καὶ μὴ τῷ βα‐ σιλεῖ κατήκοοι γίνωνται. δόξαν οὖν οὕτως ὅ τε τόπος περι‐ τεταφρευμένος ἐδείκνυτο, καὶ τῇ ἐπαύριον στρατιῶται τῆς παρεμβολῆς περιείχοντο. Ἀγαρηνῶν δέ τις ξυμμορία τῶν ἐπὶ
20τῆς φρουρᾶς ἐκβληθεῖσα καὶ δεξιώσεων τυχοῦσα βασιλικῶν, ἐγκάρσιος ἔστη τῇ τάφρῳ περὶ τὰς ὄχθας τῆς περιζωννυού‐ σης ἑτέρας τάφρου τὴν βασιλίδα τῶν πόλεων. ὡς δὲ ἠγγέλ‐
λετο παρὰ τῶν σκοπῶν μεγάλῃ παρατάξει καταλαμβάνειν τὸν24

25

τύραννον, πυκνώσαντες τὰς ἀσπίδας οἱ περὶ τὸν βασιλέα, καὶ τὰς αἰχμὰς ἀντιστήσαντες, οὕτω τὴν ἔφοδον ἐξεδέχοντο, βρα‐ χεῖς μὲν ὄντες καὶ μηδὲ πρὸς τὸ πολλοστὸν τῆς ἐκείνου στρα‐ τιᾶς ἀποσώζοντες, οἱ πλείους δ’ αὐτῶν ἀπειροπόλεμοί τε καὶ
5ξύγκλυδες, πίσυνοι δὲ τῇ ἀποτειχιζούσῃ τάφρῳ καθεστῶτες τοὺς ἐναντίους. ἀρθέντων οὖν τῶν σημείων αἱ φάλαγγες ἀνεφάνησαν στοιχηδόν, αἱ μὲν προπορευόμεναι τῆς ἀποστα‐ τικῆς παρουσίας, αἱ δὲ τῶν κεράτων ἐξηρτημέναι καὶ ἄλλαι τῆς οὐραγίας ἐχόμεναι, ἕως ἀπέναντι τῆς τάφρου συντε‐
10ταγμένας τὰς δυνάμεις ἐστήσαντο. εἶτα σιγῆς γενομένης ἀκροβολισμοὶ τὸ πρῶτον ἐγίνοντο, καὶ πελτασταὶ σπορά‐ δες ἐξ ἑκατέρου μέρους ἀλλήλοις συνέπιπτον, καὶ οὕτω τῆς μάχης κατὰ μικρὸν ἀναπτομένης ἱππόται τοῖς τοῦ βασιλέως πεζοῖς τοῖς ἐκτὸς τοῦ χάρακος προσπηδήσασι τὰς σαρίσσας
15ἐπέφερον. εἶτα μοῖρά τις ἀποτμηθεῖσα καὶ τοῖς Ἀγαρηνοῖς ἐπὶ μέτωπον προαχθεῖσα, καὶ δόξαν παρασχομένη φυγῆς, τῆς οἰκείας στάσεως ὡς διώκοντας αὐτοὺς μετεστήσατο· καὶ τα‐ χέως μεταστρέψασα τοὺς ῥυτῆρας, εἰς μέσον τούτους συνέκ‐ λεισε, καὶ φόνον τούτων οὐκ εὐαρίθμητον κατειργάσατο. ἐπεὶ
20δὲ καὶ εἰς τὴν τοιαύτην ἐπιφορὰν ἐποιήσατο, σύνθημα γέγονε τοῖς ἑστῶσι συντεταγμένοις ἀλαλάξαι πολεμικῶς, καὶ σαλπισάν‐ των τῶν σαλπιστῶν αὐτοβοεί τε τῷ χάρακι ἐπιφέρονται καὶ
τοῦτον αἱροῦσιν ἐξ ἐφόδου, περιστοιχίσαντες δίκην μελισσῶν25

26

τὸ θριγγίον. καὶ εἰσπεσόντες ἔνδον πολλοὺς ἀνῄρουν καὶ συ‐ νεπάτουν τῶν ἐκ τοῦ χάρακος, ἑτέρους δὲ ζωγρίᾳ εἷλον πολ‐ λούς. οἱ δὲ περισωθέντες ἐντὸς πυλῶν ὑπότρομοι εἰσεδέχθη‐ σαν. οἱ δ’ ἐπὶ τῶν τειχῶν τῷ φόβῳ κατασεισθέντες τῆς συν‐
5δρομῆς, καὶ τῶν πυλῶν κυριεῦσαι τοὺς πολεμίους νομίσαντες, ταῦτα καταλιπόντες δρομαίως ἐπὶ τὰ πρόσω τῆς πόλεως ἔθεον. καὶ ἦν ἐψιλωμένα πάντα φυλάκων, καὶ δρόμος ἀνὰ τὴν πό‐ λιν καὶ δίαυλος ἄτακτος, τῶν μὲν πρὸς τοὺς ναοὺς καὶ τὰ ἱερὰ προσφευγόντων καὶ τὴν τῶν ἄνω συμμαχίαν ἐκκαλουμέ‐
10νων, τῶν δὲ σὺν ὀδυρμοῖς προσιόντων οἴκοις συγγενικοῖς, τῶν δὲ πρὸς ἀλκὴν παρεγγυωμένων τραπέσθαι, τὰ τῆς ἁλώσεως ἐνθυμουμένων δεινά. οὐδὲ γυναῖκες ταύτης τῆς συνδρομῆς ὑπῆρχον ἀμέτοχοι. καὶ εἰ μή τις λογισμὸς ὑπερήφανος τοῦ νενικηκότος περιεγένετο, ἢ φιλάνθρωπος ἔννοια, ὡς λόγος μᾶλ‐
15λον αἱρεῖ, ἵνα μὴ τῇ τῆς εἰσόδου συγχύσει κακῶς ἄγαν δια‐ τεθῇ τὸ ὁμόφυλον, ἢ καὶ παλαιὸς λόγος, ὃν καὶ αὐτῷ ἐπει‐ πεῖν τινὰ λέγεται, τὸ “νίκα καὶ μὴ ὑπερνίκα,” τῆς τῶν πυ‐ λῶν ἐπικρατείας αὐτὸν διεκώλυσεν, εὐμαρῶς ἂν ἐπέτυχε τῆς ἐπιβολῆς καὶ μεῖζον ἢ κατὰ τοὺς λοιποὺς ἀποστάτας ἤρατο
20κλέος, πολέμῳ τὴν τῶν πόλεων μητρόπολιν ἑνὶ καὶ συντόμῳ παραστησάμενος. νῦν δὲ καταφρονήσας τοῦ πρόσω, σὺν τῇ νίκῃ καὶ τῆς οἰκείας δυναστείας καὶ σωτηρίας ἐξέπεσεν. οὕ‐
τως ἐν πολλοῖς τῶν ἀνδραγαθημάτων πολλάκις ἡ ἀνοχὴ τὸ26

27

μεῖζον κατεστρέψατο κλέος, ἀδυνατούσης πάντως τῆς ἀνθρω‐ πίνης φύσεως τὸ μέλλον ὡς δέον συμβαλεῖν καὶ στοχάσασθαι. Καὶ ὁ μὲν τῷ τοιούτῳ προτερήματι κορεσθεὶς λαμπρῶς εἰς τὴν οἰκείαν παρεμβολὴν ἐπανέζευξε, φιλανθρώποις συναν‐
5τήσεσι καὶ προσηγορίαις εὐφημοτάταις καὶ παιανισμοῖς παρὰ τῶν ἀμφ’ αὐτὸν ἀπαντώμενος· ὁ δὲ βασιλεὺς ἐπείπερ ἀδείας ἐδράξατο, καὶ ὅπερ ἐδεδίει, τὴν ἐξ ἐφόδου δηλονότι τῆς πό‐ λεως ἅλωσιν, ἡ θεία ἀντίληψις διεσκέδασεν, οὐκ ἠμέλησε δι’ ὅλης ἐκείνης τῆς ἡμέρας καὶ τῆς νυκτὸς τῆς ἐπὶ ταύτῃ ἐπι‐
10συναθροίζων τοὺς συμφυγόντας τῶν πολιτῶν καὶ τειχήρεις ἐσαῦθις ποιούμενος, τάς τε πύλας κατοχυρῶν, καὶ παντοίοις ὅπλοις καὶ μηχαναῖς καὶ πετροβόλοις ὀργάνοις τὰς ἐπάλξεις περιζωννύων. τῇ δ’ ἐπιούσῃ τὰς δυνάμεις ἀνειληφὼς ὁ τῶν ἑσπερίων ὑπαίθρων κρατῶν ἐπιφαίνεται τοῖς τῆς πόλεως,
15εὔελπις ὢν ὡς τῇ προτεραίᾳ καταπλήξας τοὺς ἐναντίους σὺν εὐλαβείᾳ καὶ φόβῳ παρὰ τούτων ὑποδεχθήσεται, τὰς πύλας αὐτῷ ἀναπεταννύντων καὶ τῆς πρὸς τὰ βασίλεια φερούσης βασιλικῆς προηγουμένων. ὡς δὲ τοὐναντίον ἢ κατὰ λογισμὸν εἶχε συνηνέχθη τούτῳ τὰ πράγματα, καὶ τὸ
20μὲν τεῖχος μείζονι παρασκευῇ περιειλημμένον εἰς τὴν ἐπι‐ οῦσαν κατεῖδεν, τούς τε ἐπ’ αὐτῷ καθημένους πολεμησεί‐ οντας καὶ τὴν ἄνοιξιν τῶν πυλῶν προτρεπόμενον διαπαίζοντας
τοῦτον καὶ καθυβρίζοντας, πολλὰ τῆς δυσβουλίας ἑαυτῷ κα‐27

28

τεμέμψατο, ὅτι τοῦ καιροῦ διδόντος τὸ πρότερον μαλακώτε‐ ρον αὐτὸς τὴν φιλοτιμίαν ἐδέξατο. καὶ τότε λοιπὸν εἰς ἔργον ὁ λόγος ἐκβέβηκεν, ὅτι τῷ Ἐπιμηθεῖ τὸ μὲν μέλειν οὐκ ἦν, τὸ δὲ μεταμέλειν ἐνῆν. πολλοὺς δ’ ἐμπεριπατήσας διαύλους πρὸ
5τῶν τειχῶν, εἶτα τοὺς ἑαλωκότας προαγαγὼν καὶ διαχειρί‐ σασθαι τούτους ἐπαπειλούμενος εἰ μὴ τὴν εἴσοδον αὐτῷ οἱ ἐντὸς ἐπιτρέψαιεν, ὡς ἔγνω μάτην τὸ τοῦ λόγου θυροκοπῶν καὶ πρὸς Κρῆτας κρητίζων, ὀπισθόρμητος γέγονε. Καί τινας ἡμέρας ἐν Θερμοπόλει ἐπιστρατευσάμενος
10ἑτέρας, ἀρξαμένου τοῦ πλήθους αὐτοῦ ὑπορρεῖν καὶ τῷ βα‐ σιλεῖ προσιέναι, ἄρας ἐκεῖθεν νυκτὸς πρὸς ἑσπέραν ἐβάδιζε, καὶ κατὰ τῆς Ῥαιδεστοῦ (πόλις δὲ αὕτη παράλιος, τῆς Προι‐ κοννήσου ἀπέναντι) πανστρατιᾷ ἐξωρμήσατο (μόνη γὰρ αὕτη τῶν Μακεδονικῶν οὐ συναπήχθη τούτῳ καὶ συνεφρόνησε),
15σπεύδων κατὰ κράτος ἑλεῖν τὴν πόλιν καὶ δι’ αὐτῆς κατα‐ πλῆξαι τοὺς ἀντιβαίνοντας. προσραγεὶς δὲ τοῖς τείχεσι καὶ μηχανὰς ἐπιστήσας αὐτοῖς, τῶν ἔνδον εὐρώστως ἀνταγωνιζο‐ μένων ἄπρακτος ἀπηλλάγη, μηδὲν κατωρθωκὼς ὧνπερ διενο‐ ήσατο. ἐξ ἐκείνου τοίνυν τὴν παρεμβολὴν ἐν τοῖς μεσογείοις
20προθέμενος ἐκαραδόκει τὸ μέλλον. ἤρξαντο δὲ καὶ ἀπὸ τῶν τῆς ἑώας πολλοὶ πρὸς τὴν βασιλεύουσαν ἐπιρρεῖν, πανταχῇ γραμμάτων ἐπιφοιτησάντων βασιλικῶν· καὶ προϊόντες τινὲς
ἀποσπάδες ἐξήπτοντο τῶν πεμπομένων πρὸς τῆς παρεμβολῆς,28

29

καὶ τὰς ἀγορὰς περιέκοπτον, καὶ ὡς ἐν ἀκροβολισμῷ τὰ τῆς μάχης ἐγίνετο. μικρὸν δὲ ὕστερον τῶν ἀπὸ τῆς ἑώας στρα‐ τευμάτων ἁπάντων ἐπανελθόντων, καὶ τῆς δυνάμεως ἁδρᾶς ἤδη γενομένης τῷ βασιλεῖ, τὰ πρὸς τὸν πόλεμον ἐξηρτύοντο. καὶ οἱ
5μὲν ἐκ τῆς βασιλίδος κατὰ τῶν ἀντιπάλων ἐσκευασμένοι ἐξῄε‐ σαν, Βουλγαρικὴ δέ τις δύναμις ἀπὸ τῆς ἑσπέρας μετα‐ πεμφθεῖσα κατὰ νώτου τοῖς περὶ τὸν ἀποστάτην ἐγίνετο. ὅθεν καὶ μοῖραν οὗτος οὐκ ἐλαχίστην ἀποτεμόμενος ἐπιτρέπει τὴν ἡγεμονίαν αὐτῆς τῷ συγγενεῖ αὐτοῦ στρατηγῷ τῷ Βατάτζῃ,
10ἀνδρὶ γενναίῳ καὶ συνετῷ καὶ πρὸς πᾶσαν πολεμικὴν ἐμπει‐ ρίαν ἀκαθαιρέτῳ· καὶ συμβαλὼν οὗτος τοῖς ὑπερχομένοις Βουλγάροις περὶ τὴν τῶν Κυψέλων περίχωρον ἀγῶνι μεγάλῳ τούτων κρατεῖ, καὶ πολλοὺς ἀνελὼν ἐπανῆλθε τῷ προτερή‐ ματι σεμνυνόμενος. εὗρε δὲ τὸν ἀποστείλαντα τοῦτον πάσης
15ἐψιλωμένον ἰσχύος· οἱ γὰρ στρατιῶται καταλιπόντες αὐτὸν ἄλλος ἀλλαχοῦ διεσπάρησαν. ἰδόντες δὲ καὶ οἱ περὶ τὸν Βα‐ τάτζην τὸ γεγονός, ἀθρόον καὶ αὐτοὶ φυγαδείᾳ ἐχρήσαντο. συνιέντες οὖν οὗτοι ὅπῃ τύχης εἰσί, καὶ πᾶσαν ἀπογνόντες σωτηρίας ὁδόν, τῷ ἐν Βουλγαροφύγῳ σηκῷ καταφεύγουσιν.
20ἐπικαταλαβόντος δὲ τοῦ βασιλικοῦ στρατοπέδου, τῆς ἱερᾶς τραπέζης περιεχόμενοι ἀποσπῶνται βιαίως, καὶ δεσμῶται γε‐ νόμενοι τῷ βασιλεῖ παραπέμπονται περὶ τὴν ἡμέραν τῆς τοῦ
μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενεθλιακῆς29

30

ἑορτῆς, καὶ μηδὲ λόγου τυχόντες χερσὶ δημίων τοὺς ὀφθαλ‐ μοὺς ἀποβάλλουσιν. ἑτέρους δὲ τῆς ἀποστασίας συμμύστας ὁ βασιλεὺς εἰς σῶμα κολάσαι οὐκ ᾠκονόμησε, φυγῇ δὲ αὐτοὺς καὶ δημεύσει προσεζημίωσε.
5 Καὶ τὰ μὲν τῆς ἐπιβουλῆς τοιοῦτον ἔσχε τὸ τέλος. Σκύ‐ θαι δέ, οὓς Πατζινάκους οἶδεν ὁ δημώδης λόγος καλεῖν, τὸν Ἴστρον παγγενεὶ διαβάντες μετ’ οὐ πολὺ τοῖς Ῥωμαϊκοῖς ἐγκα‐ τεσκήνωσαν τόποις, γένος ἀντὶ πάσης ἄλλης ἐπιστήμης καὶ τέχνης τὴν μεθ’ ὅπλων ἐπιδρομὴν ἠσκηκός, καὶ βίον ἔχον τὸ
10ἐν ῥομφαίᾳ καὶ τόξῳ καὶ βέλει συνεχῶς διαζῆν, μυσαρὸν δὲ τὰ πρὸς τὸ ζῆν καὶ τὴν ἄλλην διαγωγήν, καὶ μιαροφαγιῶν οὐδαμῶς ἀπεχόμενον. τοῦτο πονηρᾷ τινὶ τύχῃ τοῖς Ῥωμαίοις ἐπεισκωμάσαν ὁρίοις πολλὰ δεινὰ καὶ λόγῳ ῥηθῆναι καθεξῆς μὴ δυνάμενα ἐς ὕστερον διαπέπραχε. τέως δ’ οὖν τῆς περὶ
15τούτων φήμης ἐπιδραμούσης τὰς πρὸς ἥλιον λήγοντα δυνά‐ μεις ὁ βασιλεὺς αὐτοῖς ἐπεστήσατο. οἱ δὲ τῆς τε ἀλλοτρίας ἔτι καθεστῶτες ἀπείρατοι, καὶ νόσῳ λοιμώδει κατατρυχόμε‐ νοι, ἀσυνήθως δὲ καὶ πρὸς τὰς Ῥωμαϊκὰς φάλαγγας ἀντι‐ στρατεύεσθαι ἔχοντες, χεῖρας μὲν ἀντᾶραι τούτοις οὐκ ἐδο‐
20κίμασαν, τοὺς δὲ ἀρχηγοὺς αὐτῶν καὶ συνταγματάρχας δόν‐ τες ἐνέχυρον, καὶ δούλωσιν οὕτως ὑποκρινάμενοι, φιλανθρω‐
πίας ἐντεῦθεν τυγχάνουσι. καὶ λύσις τότε τῆς στρατιᾶς δια‐30

31

γίνεται, τῶν Ῥωμαίων ἀρκεσθέντων τούτοις καὶ χειροήθεις οἰηθέντων ποιῆσαι τοὺς μηδέποτε γενομένους μηδ’ ἕξιν ἔχον‐ τας γίνεσθαι. καὶ οἱ μὲν ἀρχηγοὶ τούτων τῷ βασιλεῖ παρα‐ πέμπονται, οἱ δὲ λοιποὶ τοῖς ἰδίοις χάραξι συνετηρήθησαν
5ἀπαθεῖς. Λωφησάσης δὲ τῆς νόσου, καὶ ὥσπερ ὄφεων ὑπὸ θέρ‐ μης εὐρώστως συγκινουμένων αὐτῶν καὶ δόξαν παρεσχηκότων ἰσχύος δυσκατεργάστου, σκοπὸν ἔσχεν ὁ βασιλεὺς τοὺς ἀρχη‐ γοὺς αὐτῶν ἀποστεῖλαι συνετίσοντας τυχὸν τὸ ὁμόφυλον·
10ἔτυχε γὰρ αὐτοὺς τῆς τοῦ θείου λουτροῦ παλιγγενεσίας κατα‐ ξιῶσαι καὶ φιλοτιμίας ἀξιῶσαι μεγίστης. καὶ δὴ ποιεῖται τούτους τῆς μάχης τάχα καταλλακτῆρας, καὶ ταῖς οἰκείαις φατρίαις αὖθις ἀνασώζει καὶ παραδίδωσιν. ἔγνω δὲ τότε πρῶτον ὅτι μάτην Αἰθίοπα λευκᾶναί τις ἐπιβάλλεται, καὶ ὅτι
15ὄφιν τρέφειν καὶ πονηρὸν εὐεργετεῖν ὅμοιον, καὶ οὐδ’ ἑκάστου τούτων ἡ χάρις ἀποτίκτειν εἴωθεν εὔνοιαν· κατὰ γὰρ τὸ οἰκεῖον ἔθνος γενόμενοι πάντα πράττειν ὅσα, τὸ ἔθος αὐτοῖς παρῄνει καὶ διηρέθιζεν οὐκ ἀπείχοντο, συνεχεῖς ἐκδρομὰς ἐργαζόμενοι καὶ λαφυραγωγοῦντες τὰ κύκλῳ καὶ πᾶν τὸ προσ‐
20τυχὸν ληιζόμενοι, καὶ τὴν Ῥωμαϊκὴν γῆν τοῖς αἵμασι τῶν Αὐσόνων πιαίνοντες. διὸ καὶ συνηναγκάσθη πάλιν ὁ βασιλεὺς κατὰ τῶν βαρβάρων ἐλάσαι στρατιὰν ἀξιόμαχον. καὶ συνελ‐
θούσης αὐτῆς καὶ τοῖς ἐναντίοις ἀντιπαραταξαμένης μάχαι31

32

συνεχεῖς καθ’ ἑκάστην ἐγίνοντο, ποτὲ μὲν τούτων ποτὲ δ’ ἐκείνων προαρπαζόντων τὴν νίκην. ἐπεὶ δ’ ἰσοπαλὴς ἐδόκει, μᾶλλον δ’ ἡ τῶν Σκυθῶν ἐπιφορὰ προτεροῦσα, χωρὶς ἥττης θατέρου τῶν ἀντιτεταγμένων ἀπ’ ἀλλήλων εὐθύς, ὥσπερ ἀπὸ
5συνθήματος, ἄνευ διωγμοῦ καὶ φυγῆς ἀπηλλάγησαν. Ἔγνω τοίνυν ὁ βασιλεὺς προσθήκην ἐμποιῆσαι τῇ στρα‐ τιᾷ διὰ τῶν ἑώων ταγμάτων καὶ οὕτω τὴν Σκυθικὴν κατερ‐ γάσασθαι παντευχίαν. διαβιβάζει τοίνυν εἰς Εὐρώπην ἐκ τῆς Ἀσίας τοὺς στρατευομένους πασσυδίᾳ, καὶ πολυπλασιάσας τὸ
10πλῆθος τοῖς Σκύθαις ἐπαφῆκεν, ὁμοῦ ἀρχηγὸν αὐτοῖς ἐπιστή‐ σας εὐνοῦχόν τινα τῶν ἱερωμένων, τῷ τοῦ ῥέκτωρος τιμήσας αὐτὸν ἀξιώματι. ὃς τὰς δυνάμεις ἀναλαβὼν κατὰ τῶν ἐναν‐ τίων ὁμόσε χωρεῖ· καὶ πρὸ τοῦ χάρακα βαλεῖν καὶ στρατο‐ πεδεύσασθαι καὶ βουλὰς στρατηγικὰς προλαβεῖν καὶ συμβα‐
15λεῖν τὰ προσήκοντα, κατὰ μέτωπον τοῖς ἐναντίοις, ὡς εἶχε φόρτου καὶ συσκευῆς ἀγοραστικῆς, ἐπιφαίνεται, σπεύδων αὐ‐ τός τε καὶ οἱ σὺν αὐτῷ καταλαβεῖν τοὺς ἀντιτεταγμένους πρὸ τοῦ φυγεῖν, καὶ πανωλεθρίαν τούτων ἐργάσασθαι. ὡς δ’ ἐκεῖ‐ νοι περιτετειχισμένοι ταῖς ἁμάξαις τὴν ἔφοδον αὐτῶν ἐξεδέ‐
20χοντο, δρόμῳ καὶ βοῇ πολλῇ τῇ παρεμβολῇ τούτων τῶν Ῥω‐ μαϊκῶν φαλάγγων τινὲς προσέβαλον. οἱ δὲ βέλεσιν ἑκηβόλοις
χρησάμενοι, καὶ τοὺς ἵππους αὐτῶν πληγαῖς θορυβήσαντες,32

33

αἰσχρῶς τούτους φυγεῖν συνηνάγκασαν, εὐλαβουμένου τούτων ἑκάστου ἵνα μὴ τὸν βίον ἀποβάλῃ πληγῇ ἀπροόπτῳ καὶ συμ‐ πατηθῇ τοῖς συντρέχουσι. δευτέρας δὲ συμβολῆς γενομένης ὡς τὴν ὁμοίαν ἐκτροπὴν οἱ Ῥωμαῖοι πεπόνθασιν, εὐθὺς φευ‐
5γόντων οἱ Σκύθαι τούτων ἐξήρτηντο. καὶ τῇ ἀταξίᾳ τοῦ πλήθους τῶν στρατιωτῶν συμμιγέντων, τῶν τε τῆς ἑσπέρας στρατιωτῶν μηδ’ εἰς χεῖρας ἐλθεῖν καὶ τὴν ἧτταν τῶν συμ‐ μάχων ἀνακαλέσασθαι διὰ τὸ παρευδοκιμηθῆναι περὶ αὐτὴν τὴν ἡμέραν τῆς προκατάρξεως, παντελὴς τροπὴ τῶν Ῥωμαϊ‐
10κῶν δυνάμεων γίνεται καὶ φόνος τούτων ὅσος ἀμύθητος. οἱ δὲ περισωθέντες τὰς πανοπλίας ἐκδύντες καὶ καταβάντες τῶν ἵππων, εἰς ὕλην τε βαθεῖαν καὶ κρημνοὺς ἑαυτοὺς συνωθή‐ σαντες, μόλις εἰς τὰ ἑαυτῶν ἀνεσώθησαν. Τοιαύτης δὲ τετυχηκότες οἱ Σκύθαι τῆς εὐτυχίας, καὶ
15πολλῶν σωμάτων καὶ χρημάτων γενόμενοι κύριοι, καὶ αὐχή‐ ματος μεγάλου πληρώσαντες ἑαυτούς, οὕτως ἐμβάλλουσιν εἰς τὴν Μακεδονικὴν καὶ κατατρέχουσι πᾶσαν ὁμοῦ, καὶ πλειό‐ νων κυριεύσαντες λαφύρων εἰς τὰς ἑαυτῶν σκηνὰς περιφα‐ νῶς ἀνασώζονται. τοῦτο δὲ δὶς καὶ τρισσάκις πεποιηκότες
20ἄμαχον ἔχειν τὴν ἰσχὺν καὶ ἀκαταγώνιστον ἔδοξαν. αὖθις δὲ περὶ Ἀδριανούπολιν συντάγματα μεγάλα παραλαβὼν ὁ τῶν
Ῥωμαίων ἡγεμὼν Κωνσταντῖνος πραιπόσιτος ὁ εὐνοῦχος εἰς33

34

τόπον ἱκανόν, καὶ τάφροις αὐτὸν ὀχυρώσας ὑποθημοσύναις Μιχαὴλ βεστάρχου τοῦ Δοκειανοῦ, ἦν ἐπιτηρῶν τὴν τῶν Σκυθῶν ἔφοδον. δι’ ὀλίγου δὲ ἐπελθόντες ἐκεῖνοι ἅπαν τὸ κατὰ πρόσωπον πεδίον ἐπλήρωσαν, καὶ εἰς τὴν τῶν Ῥωμαίων παρεμ‐
5βολὴν ἐπορεύοντο, πλῆθος ὄντες ὡς ἀληθῶς δυσαρίθμητον. εἴπερ οὖν προσέσγον τότε τῇ τοῦ μαγίστρου τοῦ Ἀρριανίτου βουλῇ καὶ περιεφύλαξαν ἔνδον ἑαυτοὺς οἱ Ῥωμαῖοι κατ’ ἐκείνην τὴν ὥραν, εἶτ’ ἐπανιοῦσι τοῖς Σκύθαις ἐκ ποδὸς συνεδίωκον ἤδη καμοῦσι καὶ κεκμηκόσι τῇ στάσει καὶ τοῖς περιδρόμοις
10τοῦ χάρακος, κἂν εἰργάσαντό τι ἀξιόλογον ἔργον. νῦν δὲ ἀπαυθαδιασθέντες, καὶ πρὸ τῆς πόλεως ἐμβαλόντες αὐ‐ τοῖς ἐν τόποις ἠροτριασμένοις καὶ ἀμπελῶσι καὶ φραγμοῖς κατεσπιλωμένοις, ὀλίγον ἐδέησαν ἀποβαλεῖν καὶ τὸν χά‐ ρακα, ἡττηθέντες ἄρδην τῇ τῶν ἐναντίων ἐπιφορᾷ· ἔπεσον
15δὲ καὶ οἱ τῶν ἡγεμόνων ἐπιφανέστατοι, αὐτός τε ὁ Ἀρριανί‐ της καὶ ὁ Δοκειανός, ὁ μὲν ὑσσῷ βληθεὶς ὁ δὲ ζωγρείᾳ ληφ‐ θείς. ἀχθεὶς δὲ πρὸς τὸν τῶν Σκυθῶν ἀρχηγόν, μηδὲν ὑπο‐ πτήξας ἁρπάζει ξίφος ἀγχοῦ που κείμενον, καὶ παίει τοῦ‐ τον κατὰ τοῦ τραχήλου, καὶ συναφαιρεῖται τὴν χεῖρα, λέξας
20“ἑνὸς καὶ αὐτὸς δυσμενοῦς φονεὺς γενέσθαι οὐ δέδοικα.” οἱ δὲ Σκύθαι θυμῷ ζέσαντες διασπαράττουσι τοῦτον, καὶ τὴν γα‐ στέρα τεμόντες τὰ ἔγκατα τούτου ἐξαιροῦσι, καὶ κατατεμόν‐ τες αὐτοῦ χεῖρας καὶ πόδας ἀντεισάγουσιν ἐν αὐτῇ. καὶ θνή‐
σκει λοιπὸν τὸν εὐγενῆ θάνατον. τῇ δ’ ἐπαύριον συμβαλόν‐34

35

τες ἀλλήλοις, κατά τινα μέρη διδοῦσι νῶτα οἱ Σκύθαι καὶ πεσόντων τινῶν οἱ λοιποὶ περὶ τὰ σφέτερα διασώζονται. Ἤσχαλλε τοίνυν ὁ βασιλεύς, καὶ μηχανὴν ἐζήτει δι’ ἧς ἂν ἀποκρούσασθαι δυνήσαιτο τὸ ἀντίπαλον· αὐτὸς
5μὲν γὰρ δι’ ἑαυτοῦ τὴν ἡγεμονίαν ἀναδέξασθαι τοῦ πολέμου καὶ βουλόμενος οὐκ ἠδύνατο, νόσῳ ποδαγρικῇ περὶ τὰ ἄκρα κακῶς διακείμενος καὶ παντελῶς ἀπρόϊτος ὢν καὶ ἀντὶ ποδὸς κεχρημένος τῷ δίφρῳ· τῶν δὲ στρατηγῶν ἀνανδρίαν καταγι‐ νώσκων καὶ περὶ τὴν τῶν δεόντων διάταξιν ἄνοιαν, μίαν
10οὖν εὕρισκεν ἀναστολὴν τῆς συνεχοῦς τῶν βαρβάρων ἐπιδρο‐ μῆς τὴν ἐν τοῖς φρουρίοις διανομὴν τῶν στρατιωτῶν. καὶ οὕτω καστροφυλακοῦντας ἀποδείξας αὐτούς, καί τινα Λατῖ‐ νον, ἄνδρα γενναῖον ἐς τὰ μάλιστα κατὰ χεῖρα, καὶ νοῆσαι τὸ δέον οὐδενὸς ἥττονα, τούτοις ἀρχηγὸν ἐπιστήσας, ταῖς τῶν
15ἐναντίων ἐφόδοις ἐφεδρεύειν πεποίηκεν. ἐπιτηροῦντες τοίνυν αὐτοὺς ἐν ταῖς ἐκδρομαῖς καὶ ταῖς διαρπαγαῖς τῶν ἐπιχωρίων, κατὰ μοῖραν ἐξιόντες ἀθρόον τῶν πόλεων, καὶ τούτους σπο‐ ράδας καταλαμβάνοντες, τήν τε λείαν ἀφῄρουν καὶ πολλοὺς ἀνῄρουν καὶ ζωγρείᾳ ἐλάμβανον. τούτου δὲ γενομένου, καὶ
20φόβου κατασχόντος τοὺς ἐναντίους, ἀναστολὴν ἔλαβε τὸ δει‐ νὸν τῆς ἐπιδρομῆς, καὶ οἱ ἐντὸς τῆς Σιδηρᾶς λεγομένης ἄνε‐ σιν τῆς συνεχοῦς καταδρομῆς εἰσεδέχοντο.
Ἐν τοσούτῳ δὲ τοῦ θύραθεν λωφήσαντος μαχησμοῦ ἀνε‐35

36

θάρρησε τὸ Ῥωμαϊκόν, καὶ ὁ βασιλεὺς τῶν ἐπὶ τῆς αὐλῆς ἕνα στρατηγὸν ἀναδεδειχώς, τούτῳ τὰς ἑσπερίους δυνάμεις εὐθὺς ἐνεχείρισε. καὶ ὃς κατὰ τὸ φρούριον τῆς Χαριουπό‐ λεως γεγονὼς ἐκτὸς ταύτης τὸν χάρακα τίθεται. μαθὼν οὖν
5ὡς πλῆθος οὐκ εὐαρίθμητον Σκυθῶν ἄρτι προσβαλὸν τὰ περὶ τὴν Χαλκίδα καὶ Ἀρκαδιούπολιν καὶ ὅσα δυσμικώτερα τούτων ληίζεται, ἄρας ἐκεῖθεν πανστρατιᾷ τοῖς βαρβάροις καταπληκτι‐ κῶς ἐπιφαίνεται· καὶ τὰς φάλαγγας ἐκτάξας πολεμικῶς καὶ θαρρεῖν παρεγγυησάμενος ἀπὸ ῥυτῆρος ἤλαυνε κατ’ αὐτῶν. οἱ
10δὲ πρὸς καιρὸν ἀντισχόντες καὶ τὴν μάχην ἐπισυνάψαντες, καὶ εἰς ἀλκὴν διερεθίσαντες ἑαυτούς, τῶν Ῥωμαίων ἐπικειμένων καὶ πολλοὺς ἀναιρούντων εἰς φυγὴν καὶ ἄκοντες ἔνευσαν. καὶ τῆς διώξεως ἐπὶ πολὺ γενομένης συχνοὶ τῶν Σκυθῶν ἔπεσον. εἶτα καὶ λόχοι τούτων ἀθρόον τοῖς ἐπὶ τῆς οὐραγίας ἐπιχυ‐
15θέντες καὶ αὐτοὶ τῇ φορᾷ τῶν ἐλαυνόντων ἡττήθησαν· καὶ πάντες ὁμοῦ συνεδιώχθησαν ἄχρι τοῦ Ῥεντακίου βουνοῦ. καὶ εἰ μὴ τοῖς δρυμοῖς καὶ ταῖς νάπαις κατέφυγον, κἂν ἔκειντο πάντες τῆς Ῥωμαϊκῆς μαχαίρας γενόμενοι παρα‐ νάλωμα.
20 Τοῦτον δὲ τὸν τρόπον προτερησάντων τῶν Ῥωμαίων, μετὰ χρόνον τινὰ φήμη τις ἐπιτρέχει τοὺς Σκύθας λέγουσα μετὰ δυνάμεως ἱκανῆς παρεμβαλεῖν εἰς τὸν Τοπλιτζόν· τό‐
πος δὲ οὗτος οὐ μικρὸν ἄποθεν τῆς Ἀδριανουπόλεως κείμε‐36

37

νος. συναγαγὼν οὖν ἅπαν τὸ στρατιωτικὸν ὁ δηλωθεὶς στρα‐ τηγός, τῶν σημείων ἀρθέντων χωρεῖ πρὸς τὴν ἄμυναν. καὶ περιτυχὼν κατεστρατοπεδευμένοις αὐτοῖς μάχῃ καὶ τούτων ἐκράτησε, καὶ τὸν ὅμοιον τρόπον αὐτοὺς διαθεὶς τούς τε πε‐
5σόντας ἐσκύλευσε καὶ μετ’ ἐπινικίων εἰς τὴν σφετέραν ἐγκα‐ τεσήκωσε. πολλοῖς δὲ τοιούτοις ἀγωνίσμασι ἐντὸς τῆς σιδη‐ ρᾶς ὑπέρτερος τῶν ἐναντίων ἀποδειχθείς, πᾶσαν τὴν ἐκεῖσε γῆν τῆς βαρβαρικῆς ἐφόδου βεβαίως ἐκάθηρεν. Ἐπαρθεὶς οὖν ὁ βασιλεὺς τοῖς ἐντεῦθεν ἀγωνίσμασί τε
10καὶ προτερήμασι, δόγμα ἴει πανστρατιᾷ τοῦτον εἰς τὴν τῶν ἐναντίων γενέσθαι παρεμβολήν, ἑτέρᾳ δυνάμει ἑώᾳ τὴν στρα‐ τιὰν ἐξογκώσας. ἐπιτρέπει δὲ καὶ τὸν τῶν Βουλγάρων σα‐ τράπην (ἦν δὲ οὗτος τοῖς μοναχοῖς μὲν κατειλεγμένος ἐκτο‐ μίας, δόξῃ δὲ διεπτοημένος καὶ διὰ τοῦτο προσηλωμένος τοῖς
15μὴ προσήκουσι) συνάρασθαι τούτῳ τοῦ πρὸς τοὺς ἐναντίους πολέμου. συναγηοχὼς οὖν οὗτος τοὺς ὅλους, ἁδρᾷ δυνάμει διαβαίνει τὸν ὑπερανεστηκότα βουνὸν καὶ οἷον μεθόριον κεί‐ μενον τῆς τε Μακεδονικῆς καὶ τῶν περὶ τὸν Ἴστρον χωρῶν, ὃς καὶ Ζυγὸς διὰ τοῦτο τοῖς ἐπιχωρίοις κατονομάζεται καὶ
20στενωποὺς ἔχει πολλοὺς, οὓς ὁ δημώδης λόγος κλεισούρας καλεῖν παρέλαβε. καὶ περὶ τὴν μεγάλην Πραισθλάβαν διη‐ μερεύσας τὰ πρὸς τὸν πόλεμον ηὐτρεπίζετο, βουλευτήριον κα‐
θίσας καὶ περὶ τῶν εἰκότων δημηγορῶν. ὁ δὲ βασιλεὺς τὴν37

38

τοῦ μέλλοντος εὐλαβούμενος ἔκβασιν, εἴτε καὶ συμβουλαῖς ἑτέρων πεισθείς, διὰ γραμμάτων παρῄνει τῷ ἀνδρὶ μὴ συμ‐ βαλεῖν πόλεμον, εἰ οἷόν τε ἐστί, πρᾶγμα δυσμήχανον αὐτῷ ὑποθείς· ἀγχιθύρου γὰρ τῆς μάχης καθεστώσης ἀδύνατον
5ἦν ἀμογητὶ καὶ κινδύνου χωρὶς ἀπαλλαγῆναι ἐκεῖθεν. καὶ ὁ μὲν τὸ ἧττον κακὸν αἱρούμενος, ἢ μᾶλλον εἰπεῖν ἀμφίβολον, πρὸς μάχην ἑώρα, καὶ δῆλος ἦν πᾶσι τοῦτο σκοπῶν καὶ δια‐ νοούμενος· ὁ δὲ τῶν Βουλγάρων σατράπης, φθόνῳ κατε‐ στρατηγημένος καὶ δόλῳ (καὶ γὰρ λέγεται μετὰ τῶν ἄλλων καὶ
10τοῦτο τὸ πάθος τοὺς πλείονας τῶν ἐκτομιῶν ὡς ἐπίπαν πα‐ ρενοχλεῖν), προφάσεως ἐκ τοῦ βασιλικοῦ δραξάμενος ὁρισμοῦ οὐκ ἀνίει τὴν φυγὴν ἀσύντακτον προτρεπόμενος καὶ τὸ συ‐ νοῖσον τοῖς πᾶσι τὸ ἑαυτοῦ προτιθέμενος βούλημα, ἵνα μή, φησὶν (ἐπεψιθύριζε γὰρ πρὸς τοὺς παρόντας λαθραίως), τοῖς
15ὅπλοις τῆς ἑαυτοῦ ἡγεμονίας μέγας ὁ παρὰ βασιλέως δόξῃ πεμφθείς, καὶ τοσοῦτον ἔργον κατωρθωκὼς ἐπιφημισθῇ καὶ καταγάγοι τὸν θρίαμβον. ἔλαθε δὲ τὸ ξίφος ὠθῶν, ὡς ὁ λό‐ γος, καθ’ ἑαυτοῦ, καὶ τήνδε τὴν γνώμην ἀληθιζομένην δεικνύς, ὅτι φθόνος οὐκ οἶδε προτιμᾶν τὸ συμφέρον· σκοπῶν γὰρ
20ὅπως ἑτέρου τὴν νίκην ἀφαρπάσῃ, περὶ τῆς ἑαυτοῦ σωτηρίας ἀπροόπτως οὐ διεσκόπησεν. ὡς γὰρ ἐκράτησεν ἡ γνώμη τού‐ του τὸν πόλεμον ἀπαναινομένου, περὶ λύχνων ἁφὰς αἵ τε
σκηναὶ περιῃροῦντο καὶ συσκευασάμενος ἕκαστος τῆς οἴκοι38

39

φερούσης ἥπτετο. οἱ δὲ Σκύθαι προεγνωκότες τὴν τῶν Ῥω‐ μαίων προαίρεσιν παρὰ τῶν ἑαλωκότων αὐτοῖς, προκαταλαμ‐ βάνουσιν τὰς ἐξόδους, καὶ τούτους ἀσυντάκτους εὑρόντες πο‐ λὺν φόνον αὐτῶν εἰργάσαντο, καὶ κατὰ κράτος αὐτοὺς κατα‐
5γωνισάμενοι καὶ μέχρι πολλοῦ συνδιώξαντες, καὶ τοὺς τούτων νεκροὺς σκυλεύσαντες, οὓς δὲ καὶ ζῶντας ἑλόντες, τὴν προτέ‐ ραν ἧτταν ἀνεκαλέσαντο καὶ πρὸς εὐετηρίαν ἑαυτοὺς ἀνεκτή‐ σαντο. ὁ δὲ τῶν Βουλγάρων ἀρχηγός, ὁ τὴν αἰτίαν τοῦ μὴ κροτηθῆναι τὸν πόλεμον συνεισενεγκὼν καὶ φθόνῳ τὸ πᾶν
10σκαιωρήσας τῆς χαλεπότητος, ἀγερώχῳ τινὶ καὶ θρασεῖ κα‐ τεποχούμενος ἵππῳ, καὶ τοῖς τούτου ποσὶ ἀνάλωτος εἶναι θαρ‐ ρῶν, περιτυγχάνει διώρυγι, καὶ τοῦ ἵππου ταύτῃ ἀεροβατῆ‐ σαι οἱονεὶ βουληθέντος ἐκτρέπεται τῆς ἕδρας αὐτός, καὶ πτῶμα τῇ γῇ καταφέρεται δύστηνον. καί τινες τῶν Σκυθῶν ἐπικα‐
15ταλαβόντες αὐτὸν λόγχῃ τοῦτον διαχειρίζονται, πύματον ἄρτι μαθόντα ὡς ὁ φθόνος ἐξ ἅπαντος ὑφίσται περὶ τὴν γραφήν, καὶ φθόρου γεννητικὸς εἴτε τοῦ γεννήτορος εἴθ’ ἑτέρων συνε‐ νηνεγμένων αὐτῷ καθέστηκε. Τότε δή, τότε, κατὰ τὴν νύκτα τῆς ἀσυντάκτου φυγῆς,
20ἐκ τῆς κατασκοπῆς ὁ Βοτανειάτης τὸ πραττόμενον ἀτύχημα καὶ τὰ παρ’ ἐλπίδα τῇ Ῥωμαίων δυσβουλίᾳ συμβεβηκότα θεώμενος, ἀνίας τε πολλῆς ἐπλήσθη καὶ τῆς κακονοίας τοὺς
οὕτω συμβουλεύσαντας ἐταλάνισεν. εἶτα τοῖς ἀμφ’ αὐτὸν39

40

παρεκελεύσατο μὴ δίκην προβάτων ἀπ’ ἀλλήλων διασκεδασθῆ‐ ναι, καθὼς οἱ λοιποὶ στρατιῶται ποιοῦντες ὀπτάνονται, καὶ νῶτα δοῦναι τοῖς πολεμίοις καὶ σκοποὺς ἑαυτοὺς θέσθαι τῶν Σκυθικῶν τοξευμάτων, ἀλλὰ παρ’ αὐτῷ μένειν καὶ σχολαίως
5ἕπεσθαι μετὰ καρτεροῦ τοῦ συντάγματος, ὡς δυναμένου τού‐ του τοῖς ἐναντίοις ἰσχυρῶς ἀνταμύνασθαι. οἳ δὴ καὶ συμ‐ φρονήσαντες ἅμα καὶ τῇ ἀνδρίᾳ τούτου θαρρήσαντες τὴν ἑαυ‐ τῶν σωτηρίαν τούτῳ καὶ τὴν εὐθυωρίαν ἀνέθεντο. ἐπορεύετο μὲν οὖν μετ’ αὐτῶν ὁ Βοτανειάτης· οἱ δὲ Σκύθαι πληθύν
10τινα ἰδόντες μικρὰν συντάξει καὶ κόσμῳ προβαίνουσαν, ἐπ’ αὐτὴν ἀκρατῶς ἤλασαν. καὶ πολλὰ περιιππεύσαντες τούτους, καὶ νιφάδας τόξων αὐτοῖς ἐπιπέμψαντες, ὡς ἀμήχανον ἔγνων τὴν τούτων παράλυσιν, ἑαυτοὺς ἀνέλαβον ὄπισθεν. ὁ δὲ Βο‐ τανειάτης τὸν παραρρέοντα ποταμὸν ἐπιτείχισμα ποιησάμενος,
15καί τινας σκοπιὰς ἀπὸ μέρους ὑπὲρ αὑτοῦ προβαλλόμενος, ὡς ἂν μὴ κυκλῷτο παρὰ τῶν ἐναντίων καὶ παντελῶς ἀπείρ‐ γοιτο τῆς ὁδοῦ καὶ μέσον χορείας ἀπειροπληθεῖ πολέμῳ ἁλίσ‐ κοιτο, προέβαινε μὲν περὶ τὰς ὄχθας τοῦ ποταμοῦ. οἱ δὲ Πατζινάκοι πάλιν ἐπεισπεσόντες αὐτῷ δι’ ὅλης ἐπολέμουν
20ἡμέρας, ἐν νυκτὶ δὲ πάλιν κατὰ διαδοχὰς ἕτεροι· κατατρο‐ πώσασθαι δὲ τοῦτον καὶ τοὺς περὶ αὐτὸν, καὶ πεῖσαι κατα‐ θεῖναι τὰ ὅπλα, οὐδαμῶς ἠδυνήθησαν. σκοπὸν δὲ μελετή‐
σαντες τούτους ἀνίππους ποιῆσαι, διὰ πολλῶν βελῶν μακρό‐40

41

θεν ἐκπεμπομένων τοὺς ἵππους αὐτῶν κατηκόντισαν, εἰς χεῖρας αὐτοῖς ἐλθεῖν μὴ δυνάμενοι· δοκιμάσαντες γὰρ πρότερον τοῦτο πολλάκις πολλοὺς τῶν ἰδίων ἀπέβαλον, παρ’ αὐτοῦ τοῦ Βοτανειάτου καὶ τῶν σὺν αὐτῷ διαχειρισθέντας. ὡς δὲ τῶν
5ἵππων αὐτοὺς οἱ βάρβαροι ἀπεστέρησαν ταῖς ἐκ τῶν τόξων πληγαῖς, ἔμειναν μὲν πεζοὶ μετὰ τῶν Ῥωμαϊκῶν κρηπίδων, ταύτας δ’ ἀποτεμόντες ἐν ἐμβάδων τάξει τὰ κάτω μέρη κατέ‐ λιπον. οὐ μὴν τὰς ἀσπίδας καὶ τὰ ξίφη ἀπέλιπον, ἀλλὰ τὴν στρατιωτικὴν ὅπλισιν ἔχοντες οὕτω τὴν ὁδὸν καὶ τὸν πόλεμον
10ἤνυον· οὐ γὰρ κατέλιπον αὐτοῖς ἀνακωχὴν οἱ πολέμιοι, ἀλλὰ κατὰ διαδοχὰς πολεμοῦντες ἡμέρας τε καὶ νυκτὸς διὰ πάσης φιλοτιμίας ἐχώρουν, ὥστε πᾶσι τρόποις ὑπὲρ ἅπαν τὸ στρα‐ τόπεδον αὐτοὺς παραστήσασθαι. ἀλλ’ οἵγε πρὸς τὸν ἀρχη‐ γὸν αὐτῶν ἀφορῶντες, καὶ πρὸς τὸ θαρσαλέον αὐτοῦ καὶ
15ἡγεμονικὸν ἐκπληττόμενοι, μένους ἐπληροῦντο, καὶ τοῦ ἀπλέ‐ του μόχθου καὶ τοῦ συνεχοῦς πολέμου παρηγορίαν οὐ μικρὰν ἐκομίζοντο. τρίτην οὖν ἡμέραν οὑτωσὶ διανύσαντες ἐν πε‐ ζοπορίᾳ, καὶ τῶν πολεμίων τοὺς εἰς χεῖρας ἐλθόντας πολλοὺς ἀναλώσαντες, ἵππων τριῶν ἐκυρίευσαν, καὶ τούτους αὐτῷ
20προσήνεγκαν, δυσωποῦντες ἐποχηθῆναι μόνον μετὰ δύο ὑπασ‐ πιστῶν καὶ τοῖς ποσὶν αὐτῶν πιστεῦσαι τὴν σωτηρίαν ἑαυ‐ τοῦ. ὁ δὲ μηδὲν τοιοῦτον καταδεξάμενος, μηδὲ ῥίψασπιν
ἑαυτὸν ἀποδεῖξαι μέχρις ἀκοῆς ἀνασχόμενος πληροφορεῖ μὲν41

42

αὐτοὺς ὡς αἱρετώτερον ἔχει θᾶττον ἁπάντων ἀποθανεῖν ἢ ψεύσασθαι τὴν ὁμολογίαν τῆς μετ’ αὐτῶν στερρᾶς διαμονῆς καὶ ἀθλήσεως, οἰκείαις δὲ χερσὶ τοὺς πόδας ἀποτέμνει τῶν ἵππων, καὶ μέχρι τέλους ἀγωνίσασθαι τὸν περὶ ψυχῆς ἀγῶνα
5πᾶσι κατεπηγγείλατο, καὶ τοῖς πολεμιωτάτοις ἀμύνεσθαι καὶ μὴ διαρραγῆναι τῆς συνοδίας αὐτοῦ. οἱ δὲ τὸ θάρσος αὐ‐ τοῦ καὶ τὸ τῆς εὐγενοῦς ἀνδρίας ὑπερφυὲς ἀγασθέντες, καὶ τὴν τῆς γνώμης εὐθύτητα καὶ τὴν ἄγαν εὐτολμίαν καὶ στερ‐ ροτάτην πίστιν ἐκπληκτικῶς ἐπαινέσαντες, εὐέλπιδες ὄντως
10γεγόνασι τοῦ μηδέν τι παθεῖν ἀνήκεστον, τοιοῦτον ἀρχηγὸν κεκτημένοι καὶ τοῦ πολέμου καὶ τῆς ὁδοῦ προεξάρχοντα. ἔκ‐ τοτε οὖν ἐπὶ ἐννέα ἡμέρας καὶ τοσαύτας νύκτας οὐ διέλιπον οἱ πολέμιοι περιιππεύοντες αὐτοὺς καὶ καθυλακτοῦντες καὶ τόξοις βάλλοντες. οἱ δὲ τὰς ἀσπίδας προτείνοντες ἐδέχοντο
15μὲν τὰ βέλη τούτων καὶ ἀπεκρούοντο, ἐχόμενοι δὲ τῆς ὁδοῦ εἴ τινας εὗρον ἔγγιστα τούτοις παραπελάζοντας, στερροτέραις πάνυ κατεπόνουν πληγαῖς. καὶ περιέστη τῷ Βοτανειάτῃ μετὰ τῶν ἀμφ’ αὐτὸν ὁ τοῦ πολέμου καὶ τῆς ἀποῦ κάματος εἰς ὅλας ἡμέρας ἕνδεκα καὶ νύκτας ἴσας, πρᾶγμα μήτε τοῖς πα‐
20λαιοῖς ἐκείνοις καὶ ᾀδομένοις εἰς ἀνδρίας ἐπίτασιν μήτε νέοις ἔν τε Ῥωμαίοις καὶ Πέρσαις καὶ λοιποῖς ἔθνεσι κατορθωθέν τε καὶ τολμηθέν. ὁ γὰρ πόλεμος καὶ ἡμίτομον ἡμέραν τινὶ
προσγενόμενος παραλύειν οἶδεν αὐτὸν καὶ ἀνάλκιδα τίθεσθαι,42

43

καὶ ταῦτα ἱππότην ὄντα καὶ τοῖς ποσὶ μὴ ὀκλάζοντα. τὸ δὲ διὰ τοσούτων ἡμερῶν πεζῇ βαδίζειν καὶ πολεμεῖν, καὶ μηδὲ νυκτὸς ἠρεμίαν ἄγειν, οὐδείς πω τῶν ἁπάντων ἀκοαῖς ἔλαβεν, εἰ μὴ ἐπὶ τοῦδε τοῦ ἀνδρὸς ὑπερφυῶς ἐθαυματουργήθη. ὡς
5δ’ ἀπέκαμον οἱ πολέμιοι καὶ τῇ Ἁδριανοῦ πόλει πλησιάζειν ἐπέγνων, ὀπίσω ἑαυτοὺς ἀνελάμβανον, θαῦμα καὶ οὗτοι τὴν καρτερίαν αὐτοῦ καὶ ἀνδρίαν ὡς ἀνεκδιήγητον λογιζόμενοι· ὅθεν καὶ πολλοὺς συνέβη τῶν φευγόντων Ῥωμαίων ἐκ τῆς τοιαύτης τῶν βαρβάρων σχολῆς τὰς τούτων χεῖρας δια‐
10φυγεῖν. Ἔκτοτε τοίνυν οὐδεμίαν ἀξιόλογον δύναμιν ὁ βασιλεὺς ἔγνω κατὰ τῶν ἐναντίων ἐκπέμπειν, ἅμα μὲν τοῖς παραδείγ‐ μασι βαλλόμενος τὴν ψυχήν, ἅμα δὲ καὶ λόγον θρυλλούμενον προσιέμενος, ὡς τὸ θεῖον οὐκ ἐπινεύει τὸ ἔθνος ἡβηδὸν κα‐
15τακεντηθῆναι καὶ γλῶσσαν μίαν τῶν ἀπηριθμημένων σχολά‐ σαι· προελομένων δὲ τὴν εἰρήνην αὐτῶν προσίεται τούτους ὁ βασιλεύς, καὶ σπονδαῖς τὸν πόλεμον καταθέμενος συλαγω‐ γεῖν ἤρξατο τὰς εὐνοίας αὐτῶν, καὶ τοῖς Ῥωμαϊκοῖς δώροις καὶ ἀξιώμασι καταμαλάττειν τὸ βαρβαρικὸν αὐτῶν καὶ ἀτάσ‐
20θαλον ἦθος. Κατὰ δὲ τοὺς αὐτοὺς χρόνους Οὖννοι Νεφθαλῖται, Περ‐
σῶν ὅμοροι, οὓς τῆς Περσίδος ὁ Γάγγης ἀποτειχίζει ποτα‐43

44

μός, τέσσαρσι πρὸς τῷ ἡμίσει μιλίοις τὸ εὖρος ἀποτεινόμενος, ἐν τοῖς στενωτέροις αὐτοῦ διαβήμασι διαπεραιωθέντες τὸν ποταμόν, ἡγεμόνος αὐτοῖς ἀνεώξαντος τὴν ὁδὸν ὃς προειλημ‐ μένος καὶ ταπεινῇ τύχῃ συμπεπορισμένος καὶ δουλικῇ, μετὰ
5τελευτὴν τοῦ κρατοῦντος δεσπότου τῆς Περσικῆς γέγονεν ἐγ‐ κρατής, καὶ ἀκαταμάχητον σθένος οἷον τοῖς ἐκεῖσε πᾶσιν ἐνα‐ ποδείξαντες, πρὸς ἀνίσχοντα ἥλιον τοῖς Ἰβηρικοῖς ὁρίοις προσήγ‐ γισαν, καὶ καταδραμόντες πλείστην ὅσην ἠδύναντο, ἀρχηγὸν τῶν Ῥωμαίων ζωγρείᾳ εἷλον, τὴν ἀρχὴν περιεζωσμένον τῆς Συρίας,
10Λειχούδην ἐπικαλούμενον. καὶ συνεχεῖς ἐκδρομὰς ἐπετείους τὸ ἔθνος ποιούμενον οὐκ ὀλίγα τὴν Ῥωμαϊκὴν κατέβλαπτε γῆν. ἀντιπαραταττόμενοι δὲ τούτοις οἱ τῶν ἄκρων ἐπιστατοῦντες Ῥωμαῖοι τὴν ἥττω πως ἀπεφέροντο, τόξων εὖ εἰδότων τῶν ἐναντίων καὶ κατὰ σκοπὸν βαλλόντων οὐχ ἥκιστα, καὶ τοὺς ἀν‐
15τιτεταγμένους ἐκδειματούντων ταῖς ἑκηβόλοις πληγαῖς. διὸ καὶ ἀνενδότως κατέτρεχον πᾶσαν τὴν Ἰβηρικήν, πολίχνια καὶ κώ‐ μας ἁρπάζοντες καὶ μεγίστας ἀνατρέποντες πολιτείας, καὶ χώρας ἀναστάτους ποιούμενοι. συνηνέχθη δὲ ταῦτα διὰ τὴν τοῦ βασιλέως ὕστερον πλεονεξίαν. στρατεύματος γὰρ ἀξιο‐
20μάχου τὴν Ἰβηρικὴν περιέποντος, καὶ ὀψώνιον ἔχοντός τινας τῶν παρακειμένων δημοσίων χωρῶν, ἀφείλετο ταύτας ὁ βα‐ σιλεύς, καὶ παρελὼν τοσαύτην ἰσχὺν οὐ μόνον τοὺς ἰδίους
ἀπέβαλε συμμάχους, ἀλλὰ καὶ πολεμίους αὐτοὺς ἰσχυρῶς ἐρ‐44

45

γασάμενος προσθήκην διὰ τούτων ἀκαταμάχητον προεξένησε τοῖς ἐναντίοις. ἐν μιᾷ γὰρ πλήθους κατὰ βασιλικὴν γνώμην στρατιωτικοῦ συναθροισθέντος ἐπὶ τῶν κατ’ Ἰβηρίαν ὁρίων, συνταγματάρχην ἐπίσημον ἔχοντος ὃς Λιπαρίτης ἐπωνομά‐
5ζετο, συμβολὴ μεταξὺ τούτων καὶ τῶν Οὔννων καρτερὰ γίνε‐ ται, καὶ μέχρι πολλοῦ τῆς μάχης καθισταμένης ἰσοπαλοῦς τέλος οἱ ἀντιτεταγμένοι τὸ κράτος ἠνέγκαντο, καὶ τοὺς Ῥω‐ μαίους νικήσαντες ζῶντα τὸν Λιπαρίτην κατέσχον καὶ πρὸς τὸν ἐθνάρχην αὐτῶν ὡς θήραμά τι τῶν μεγίστων ἀπήγαγον.
10καλεῖται δ’ οὗτος σουλτάνος τῇ Περσικῇ διαλέκτῳ. ἀλλ’ ὅγε τοῦτον ἰδών, καὶ τὸ γένος τούτου μεμαθηκὼς (προκατέλαβε γὰρ αὐτὸν ἡ φήμη τῆς τοῦ ἀνδρὸς γενναιότητος), ἤρετο τοῦ‐ τον ὅπως δὴ χρηστέον αὐτῷ. ὁ δὲ βασιλικῶς ἔφη. καὶ αὐ‐ τίκα τῆς δυστήνου τύχης τοῦτον ὁ σουλτάνος ἐλευθεροῖ, καὶ
15πάντων ὧν κατὰ τὸν πόλεμον ἀποβεβλήκει πολλαπλασίονα τὴν ἀντέκτισιν δούς, τὴν πρὸς Ῥωμαίους οὕτω συνεχώρει ἔξο‐ δον, θαυμάσας τὴν τοῦ ἀνδρὸς εὐψυχίαν καὶ τὸ τοῦ φρονή‐ ματος εὐσταθές, καὶ θελήσας μὴ δεύτερος αὐτοῦ γενέσθαι περὶ τὸ τῆς πράξεως εὐγενὲς καὶ ἀφιλοχρήματον. τοῦτον
20τοίνυν ὁ τῶν Ῥωμαίων δεξάμενος βασιλεὺς τιμαῖς τε δημο‐ σίαις αὐτὸν κατελάμπρυνε, καὶ δώροις καὶ λόγοις πανταχόθεν ἔχουσι τὸ λαμπρὸν κατεκόσμησεν, ὡς ὑπὲρ τῆς Ῥωμαϊκῆς
βασιλείας τὴν ψυχὴν ἀδιστάκτως προέμενον.45

46

Ἐξ ἐκείνου τοίνυν ἀρχὴν ὁ τοῦ σουλτάνου μετὰ τοῦ Ῥωμαίων βασιλέως παρέλαβε σύλλογος, καὶ παρ’ ἑκατέρων πρέσβεις πρὸς ἀλλήλους ἐπέμποντο καὶ δεξιώσεις ὡσαύτως τὴν φιλίαν ἀνανεούμεναι. τὸ δὲ λῃστρικὸν τῶν Οὔννων οὐκ
5ἔληγε τῆς ἐπιδρομῆς· καὶ ἡ σκῆψις τοῦ σουλτάνου ὅτι τινὲς τῶν ἐπὶ τῆς λῃστείας οὐδ’ αὐτῷ γινωσκόμενοι τὴν ἔφοδον δίκην ἀγρίων λύκων πεποίηνται. Πρὸ δὲ τῆς τοῦ βασιλέως τελευτῆς αὐτὸς ὁ σουλτᾶνος μετὰ τῆς παρασκευῆς ἁπάσης τῆς πολεμικῆς ἐξιών, ἔγνω τὴν
10πόλιν τὴν Μανζικίερτ πολέμῳ καθελεῖν τε καὶ παραστήσα‐ σθαι. καὶ προσβολὰς ἐνεργεῖς κατὰ τῶν τειχῶν ποιησάμενος, οὐδὲν ὧν ἤλπισεν ἔδρασεν· ὁ γὰρ τῶν Ῥωμαίων ἡγεμὼν Βασίλειος, οὗτος ὁ ἐπικεκλημένος Ἀποκάπης, ἐρρωμένως ἀν‐ τιταξάμενος τὰς μηχανὰς ἀπεκρούσατο. μιᾷ δέ τινι τούτων,
15πολλοῖς ἀνδράσι δυναμένῃ λίθον μεταρριπίζειν ὑπερμεγέθη καὶ πᾶσι τοῖς δεχομένοις αὐτὸν ἀπροσμάχητον, δυσχερῶς ἔσχεν ἀντιστῆναι καί τι δραστικώτερον πάλιν ἀντιτεχνάσα‐ σθαι· οὔτε γὰρ ἀσπὶς οὔτε πέλτη οὔτ’ ἔπαλξις οὔτε στερ‐ ρότης τειχῶν τῇ ῥύμῃ τοῦ πεμπομένου λίθου παρὰ τὰ μη‐
20χανήματα ἀντιταχθῆναι ἠδύνατο. ἀλλ’ ὁ πάντα δυνάμε‐ νος καὶ μετασκευάζων πρὸς τὸ συμφέρον θεός, ὁ τὸ Χρι‐ στιανικὸν φῦλον περιέπων ἀεί, τινὶ τῶν Λατίνων ἰσχὺν καὶ βουλὴν ὑπερτέραν ἐννοίας ἐνέπνευσε· καὶ λαβὼν οὗτος
ἄγγος τι φέρον ἔνδον τοῦ Μηδικοῦ πυρὸς συσκευήν, τῆς τοῦ46

47

ἄστεως πύλης δρομαῖος ἐξήλασε, καὶ καθιεὶς ἑαυτὸν εἰς μέ‐ σους τοὺς ἐναντίους, πῦρ τε τῷ στόματι τοῦ ἄγγους ἐναπε‐ ρείσας, τοῦτο συντρίβει πρὸς τὸ μηχάνημα. καὶ αὐτίκα πῦρ ἀναφθὲν ἅπαν ἐξέληξε καὶ κατενεμήσατο· συνήρτηντο γὰρ
5αὐτῷ καί τινα πέπλα, τὰς ἀπὸ τὼν τειχῶν ἀποτειχίζοντα προσβολάς. καὶ παλίνορσος ὁ Λατῖνος πρὸς τὸ ἄστυ γενόμενος ἀθιγὴς ἐρρύσθη τῆς τῶν ἐναντίων χειρὸς καὶ καταδιώξεως. ἐκ τούτου δυσχεράνας ὁ πολεμήτωρ, καὶ πολλὴν εὐήθειαν τῶν κατ’ αὐτὸν κατεγνωκὼς ὅτι τῶν Ῥωμαίων ἀνανδρίαν κατα‐
10ψηφίζονται τοσούτων ὄντων τὴν ἀρετήν, εὐθὺς ἄρας ἐκεῖθεν ἐπὶ τὴν ἰδίαν μετεστρατοπεδεύσατο γῆν. Ἐν τούτῳ τῷ ἔτει ὁ Ῥωμαίων κατέστρεψε βασιλεὺς Κωνσταντῖνος οὗτος ὁ Μονομάχος, ἐν ἰδιοκτήτοις οἴκοις καὶ μὴ τοῖς ἀνακτόροις διαζευχθεὶς τῆς ψυχῆς, καὶ τῷ παρ’ αὐ‐
15τοῦ ἀνεγερθέντι ναῷ τὸν νεκρὸν καταθέμενος, ἀνὴρ πολιτι‐ κὸς καὶ γένους ἐπισήμου γενόμενος, δωρηματικός τε καὶ βα‐ σιλικῶς εὐεργετεῖν ἐπιστάμενος, φροντίζων μὲν καὶ τῶν ἐν πολέμοις προτερημάτων καὶ τοῖς ἐναντίοις ὡς ἐνὸν ἀντικαθι‐ στάμενος, πλείονι δὲ ῥοπῇ τῆς τρυφῆς ἀντεχόμενος, καὶ τῶν
20ἀφροδισίων μὴ ἀπεχόμενος. ἔμελε δ’ αὐτῷ καὶ ἀστεϊσμῶν καὶ τῶν ἐν μίμοις γελοιασμῶν καὶ τῆς ἐπικαίρου ῥαστώνης,
καὶ οἷς ἡ ζωτικὴ ψυχὴ συνέζευκταί τε καὶ συνερρίζωται. οὐ47

48

μὴν ἀλλὰ καὶ καινῶν οἰκημάτων ἐν διαφόροις τόποις ἐπε‐ ποίητο, καὶ ἀνοικοδομὰς συνεχεῖς ἔχων ἐν ταύταις φροντίδας κατεκένου συχνάς· τὸ δὲ τῶν ὅλων ἁπάντων ὑπερέχον καὶ προτιμώμενον αὐτῷ τὸ φροντιστήριον ἦν, εἰς ὃ καὶ τὸ περι‐
5καλλὲς ἱερὸν ἀνηγέρθη ἐπ’ ὀνόματι τοῦ ἐν μάρτυσι περιωνύ‐ μου ἁγίου Γεωργίου, οἰκοδομαῖς ἑτέραις βασιλικαῖς ἐκλελαμ‐ πρυσμένον, καὶ πολλὴν ἔχον τὴν τερπωλὴν τοῖς περιέχουσι ταῦτα λειμῶσι καὶ ταῖς ἐαριναῖς πόαις, ὡς ἀνθαμιλλᾶσθαι τὰς οἰκοδομὰς τοῖς ὑπαίθροις καὶ διὰ τῶν ἀμφοτέρων ἁρμο‐
10νίαν ἡδονῆς τοῖς θεαταῖς περιγίνεσθαι. συνῆψε δὲ τούτοις καὶ νοσοκομεῖον ἐπιμελείας ἀνάμεστον. φύσει δὲ μεγαλουρ‐ γὸς ὢν καὶ βασιλικῶν χαρίτων ἀνάπλεως, καὶ ζώων ἀσυνήθεις ἰδέας τοῖς ὑπηκόοις ἐξ ἀλλοδαπῆς παρεστήσατο γῆς, μεθ’ ὧν καὶ τὸν μέγιστον ἐν τετραπόδοις ἐλέφαντα, ὃς θαῦμα τοῖς
15Βυζαντίοις καὶ τοῖς ἄλλοις Ῥωμαίοις, ὧν εἰς ὄψιν ἐλήλυθε διερχόμενος, ἐχρημάτισεν. ἔστι γὰρ μεγέθει μὲν μέγιστος, τοὺς πόδας ἔχων ἐμφερεῖς Ἀτλαντικοῖς κίοσιν, ὦτα μηδὲν ἀσπίδος πελταστικῆς ἀποδέοντα, κίνησιν ἄστατον διὰ παντὸς προβαλλόμενα, οὐκ ἀναιτίως μέντοι ἀλλὰ φόβῳ τοῦ κώνωπος.
20πάντων γὰρ τῶν μεγίστων θηρίων κρατῶν ἐν ἰσχύι καὶ ἀλκι‐ μότητι, παρὰ μόνου τοῦ κώνωπος ἡττᾶσθαι ὁμολογεῖ καὶ ὡς θώρακα τὴν τῶν ὤτων κίνησιν ἀντεπάγει αὐτῷ, τὴν προσβο‐
λὴν τούτου μακρόθεν ἀποσοβῶν· εἰ γὰρ λαθὼν κώνωψ ἐντὸς48

49

εἰσέλθοι τῆς ἀκοῆς αὐτοῦ, τιμωρίαν αὐτῷ μεγίστην καὶ θάνατον ἐπιτίθησιν. κέχρηται δὲ τῇ ῥινὶ ὅσα καὶ χειρί· ἔστι γὰρ τὸ μῆ‐ κος αὐτῇ κατὰ σάλπιγγα, καὶ δι’ αὐτῆς ἅπαν ἐνεργεῖ· τὸ διδό‐ μενον καὶ τοῖς κατὰ νῶτα καθημένοις ἡνιοχοῦσιν αὐτὸν ἀναδί‐
5δωσι, καὶ τὴν τροφὴν παραπέμπει τῷ στόματι, καὶ ὅπλον κατ’ ἐχθρῶν ἔχει καὶ ἀμυντήριον δύσμαχον. λώροις δὲ παντοίοις ἢ χαλινοῖς οὐχ ὑπείκει, ἀλλ’ ἡ αἴσθησις αὐτῷ τοῦ ποιεῖν ὅσα τοῖς ἡνιοχοῦσι βεβούλευται, πέλεκύς ἐστι κατὰ κρανίου φερό‐ μενος. χρόνοις δὲ πολλοῖς κυοφορούμενος (δέκα γὰρ ἐνιαυ‐
10τοῖς τῇ μητρῴᾳ νηδύι καλύπτεται) τὴν τῶν ὀστῶν ἁρμονίαν σκληρὰν καὶ ἄτεγκτον πρὸς σύμπτυξιν ἀποδείκνυσι. διὰ τοῦτο καὶ εἰς γῆν κατακλιθῆναι ἀδυνατεῖ, μὴ οἷός τε ὢν τὰ ἄρθρα τῶν ποδῶν ταῖς ἁρμονίαις συνάξαι καὶ περιαγαγεῖν. ἀντὶ δὲ κατακλίσεως τὴν εἰς δένδρον ἢ χειροποίητον ξύλον ἢ τοῖ‐
15χον κατὰ μίαν πλευρὰν ποιεῖται ἐπίκλισιν, ὄρθιος τούτοις ἐπερειδόμενος μόνον. Ἐπὶ τούτῳ τῷ ζώῳ καὶ τὴν λεγομένην καμηλοπάρδαλιν ἐξ Αἰγύπτου πεμφθεῖσαν αὐτῷ τοῖς πολίταις ὁ βασιλεὺς καθυπέδειξεν· ἔστι δὲ καὶ αὕτη κατὰ τὸ ὄνομα σύνθε‐
20τος, φολίδας μὲν παρδάλεως ἔχουσα, καμήλου δὲ μέγεθος σὺν τῇ κεφαλῇ καὶ τῷ ἀποτεταμένῳ καὶ λεπτῷ τοῦ τραχή‐ λου, πλὴν ὅσον ὅτι ὁ τράχηλος αὐτῇ ὄρθιος ὢν οὐχ ὡς
τῆς καμήλου πεποίηται καμπυλώτατος. ἀλλ’ οὔτε περὶ τὸ49

50

μέσον τῆς ῥάχεως κύρτωμά τι ἀνίστησιν, ἴσην δὲ τὴν ἀπὸ τῶν νώτων ἄχρι τοῦ οὐραίου εὐθεῖαν ἐνίστησιν, οὐκ ἐν ἴσῳ δὲ τῷ ὑψώματι· τὰ μὲν γὰρ πρὸς νῶτον τοῦδε εἰς ὕψος ἐπαίρεται, τὰ δὲ πρὸς ὀσφὺν ταπεινοτέραν ἔχει καὶ χθαμα‐
5λωτέραν τὴν σύνθεσιν, ὡς ἐοικέναι ταύτην ἀνωφερεῖ τινὶ σκοπιᾷ, ἐκ χθαμαλοῦ ἀρχομένῃ. τὸ δὲ βάδισμα διάφορον τοῖς ἄλλοις ζώοις καὶ ξένον ἔχει παντάπασιν· οὐ γὰρ ὥσπερ ἐκεῖνα τοὺς ὀπισθίους πόδας ἐγείρει πρότερον, εἶτα τοὺς ἐμ‐ προσθίους, ἀλλ’ ἐναλλὰξ τοὺς τῆς μιᾶς πλευρᾶς δύο πόδας
10αἴρει τε καὶ κινεῖ, καὶ αὖθις ὁμοῦ τοὺς τῆς ἑτέρας πλευρᾶς δύο πόδας ἐν ἰσοταλάντῳ καὶ κινήσει καὶ ἄρσει. Τοιοῦτος δὲ κατὰ τοὺς προτέρους χρόνους τυγχάνων ὁ Μονομάχος ἐπὶ πολυειδέσιν ἁβρότησί τε καὶ θρύψεσι πρὸ δύο τῆς τοῦ βίου καταστροφῆς ἐνιαυτῶν μεταβολὴν τῶν ἔρ‐
15γων ἀνυπονόητον ἐπεδείξατο. προστεθεὶς γὰρ τοῖς δεινοτέ‐ ροις τῶν φορολόγων ἀνδρῶν, οὓς σεκρετικοὺς ὁ πολιτικὸς λόγος οἶδε καλεῖν, ἄρδην ἁπάντων ζημίας ἀπροόπτους καὶ λοιπάδας μεμηχανημένας κατεσοφίσατο, καὶ τοὺς βίους τῶν ὁπωσοῦν εὐπορούντων ἐκμυελίζων ἦν, δίκας ἀδίκους ἐπάγων
20καὶ καινοφανῆ ζητήματα καὶ προβλήματα. καὶ ὁ στεναγμὸς ὅσος τῶν οὕτω ζημιουμένων καὶ καθελκομένων εἰς τὴν ἀπό‐ δοσιν, αἵ τε φρουραὶ πλήθουσαι τῶν ἐναγομένων, καὶ καθημε‐
ρινὸς ὀδυρμός. τῶν δὲ πειραθέντων τοῦ ἄλγους οἱ μήπω50

51

πειραθέντες ἐλεεινότεροι, πᾶσι τοῖς φισκοσυνηγόροις ὑποκα‐ τακλινόμενοι καὶ ψοφοδεεῖς ὄντες, καὶ τὸ ξίφος ἠρτημένον μονονουχὶ κατὰ τῆς ἑαυτῶν κεφαλῆς ὑποπτεύοντες. ἐνέσκηψε δὲ τὸ δεινὸν καὶ ἄχρι τῶν ἀφωρισμένων τοῖς θείοις σηκοῖς
5καὶ φροντιστηρίοις σιτηρεσίων, πανταχοῦ τῶν ἐπαρχιῶν δια‐ ταγμάτων πεμφθέντων ἀνερευνᾶσθαι περὶ τούτων καὶ ἀνα‐ κρίνεσθαι τοὺς θεραπευτὰς τῶν ἱερῶν, καὶ τῶν μὴ εὐλόγως τάχα διδομένων τὴν δόσιν ἐκκόπτεσθαι. ἐπεὶ δὲ πρὸς τῆς τοιαύτης ἐρεύνης ἔφθη τῷ χρεὼν ὁ βασιλεὺς λειτουργήσας,
10ἐκράτησε λόγος ἐν ἅπασιν ὅτι οὐρανία πληγὴ τοῦτον ἐκ μέ‐ σου πεποίηκε, πειρώμενον ἀλλοιῶσαι τὰ καλῶς δεδογμένα πρὸς τὴν εὐσεβῆ διανέμησιν. Ἐν δὲ τῷ τελευτᾶν ἠβουλήθη χειροτονῆσαι βασιλέα δι’ ἑαυτοῦ καὶ τούτῳ τὴν Ῥωμαίων ἐγχειρίσαι ἀρχήν, καὶ διὰ
15γραμμάτων τινὰ πρωτεύοντα κεκλημένον πολλῇ σπουδῇ με‐ τεπέμψατο· προέφθασε δὲ ἡ αὐτοῦ τελευτὴ τὴν ἐκείνου σπουδήν. ἔζησε δ’ ὁ Μονομάχος ἐν τῇ βασιλείᾳ χρόνους δώ‐ δεκα καὶ μῆνας ἑπτά. Καὶ αὐτίκα τῶν πραγμάτων ἐπελάβετο καὶ τῆς μοναρ‐
20χίας αὐτῆς ἡ προμνημονευθεῖσα Θεοδώρα Αὐγούστα (προα‐ πεβίω γὰρ ἡ ταύτης αὐταδέλφη), καὶ μηδενὶ τῶν ἀνδρῶν ἐθελήσασα συζευχθῆναι μήτ’ ἄλλως συμβασιλεύειν, αὐτὴ
μόνη διὰ τῶν θαλαμηπόλων εὐνούχων τῶν ὅλων ἀντεποιήσατο51

52

πρὸς μικρόν. εἶτ’ ἀνενεγκοῦσα τῶν ἐλλογίμων ἀνδρί τινι ἱερω‐ μένῳ τε καὶ συνέσεως γέμοντι καὶ πολυπειρίας οὐκ ἀποδέοντι (Λέων προσηγορία τῷ ἀνδρὶ) τὴν διοίκησιν τῶν πραγμάτων ἐπέτρεψεν. ἐπιεικῶς οὖν οὗτος ἐν ἅπασιν ἐνεργῶν καὶ κατὰ
5λόγον τοῖς παρεμπίπτουσι χρώμενος, καὶ τὸν νόμον ποιούμε‐ νος βούλημα, πᾶσαν εὐταξίαν καὶ εὐνομίαν πεποίηκε πολι‐ τεύεσθαι. καὶ ἀστασίαστον ἦν οὐ μόνον τὸ Ῥωμαίοις ὑπή‐ κοον ἀλλὰ καὶ αὐτὸ τὸ ἀλλόφυλον, τοῦ θεοῦ πάντως εὐαρε‐ στουμένου τῇ ἀγαθοεργίᾳ τῶν πράξεων καὶ τὰ σκολιὰ εἰς εὐ‐
10θεῖαν ἐξομαλίζοντος. Τῆς δὲ τοιαύτης βασιλίσσης πρὸς τὴν ἐκεῖθεν βασιλείαν μελλούσης μεταναστῆναι (ἐμονάρχησε γὰρ χρόνον ἕνα καὶ μῆνας ὀκτὼ) περὶ βασιλέως φροντὶς κατεῖχε τοὺς ἐν τοῖς βασιλείοις τὰ πρῶτα φέροντας. καὶ ὡς τὸ ἀποτέλεσμα πα‐
15ρεστήσατο, οὐχὶ τὸν γενναίως ἀνθεξόμενον τῆς ἀρχῆς ἀναγο‐ ρεῦσαι προείλοντο, ἀλλ’ ὃς ἂν μᾶλλον ὕπτιος ἔσοιτο καὶ αὐτοῖς ὑποκείμενος, καὶ τῇ ἀφελείᾳ καὶ ἀμελείᾳ τὴν διοίκησιν μᾶλ‐ λον αὐτοῖς ἀναθεῖναι μὴ ἰσχυρίσαιτο. Ἀναγορεύουσι τοίνυν πρεσβύτην τινὰ ὀνομαζόμενον μὲν
20Μιχαήλ, πολιτικοῖς δὲ συντεθραμμένον ἤθεσί τε καὶ πράγμασι, καὶ τὸ τοῦ στρατιωτικοῦ τηνικαῦτα διαφέροντα σε....., ἁπλοῦν μὲν καὶ ἀφελῆ κατὰ τὸ δόξαν αὐτοῖς, πλεῖον δὲ τῷ
γήρει τρυχόμενον, καὶ διὰ τοῦτο κοινωνοῖς αὐτοῖς τῆς βασι‐52

53

λείας καὶ συνασπισταῖς ἐξ ἅπαντος χρώμενον, καὶ τοῖς ἐκεί‐ νων βουλεύμασι καὶ θελήμασι καταχρώμενον. τῆς οὖν ἐξου‐ σίας εἰς πολλοὺς καὶ ποικίλους διαιρεθείσης, καὶ τῶν παρα‐ δυναστευόντων ἑκάστου βασιλεῖ γαυρουμένου, πολὺς γογγυ‐
5σμὸς τούς τε ἀριστοκρατικοὺς καὶ τοὺς δημοτικοὺς διὰ τὴν δημοκρατίαν κατεῖχε καὶ σύγχυσις. ἐκείνων γὰρ ἦν τὸ εὐπρα‐ γεῖν τῶν τῆς μερίδος τυγχανόντων αὐτῶν καὶ τῶν ὁπωσοῦν προσηκόντων τῷ βασιλεῖ, κἄν τε σπουδαῖον τῇ πολιτείᾳ εἰ‐ σήνεγκαν, κἄν τε δεινὸν ἢ καὶ ἄπρακτον· τῶν δ’ ἄλλων λό‐
10γος οὐδείς, ὅτι μὴ καὶ μᾶλλον ἀλαζονείας ἀλόγου καὶ κενοῦ φυσήματος ἐγίνοντο πάρεργον. ἐξ οὗ καί τις τῶν εὖ γεγο‐ νότων καὶ περὶ τὴν ἑώαν ὀνομαστῶν καὶ γενναίων, Ἰσαάκιος ὄνομα (Κομνηνὸς αὐτῷ τὸ ἐπώνυμον), ὑβρισθεὶς παροράσει καὶ προπηλακισθεὶς ὠθισμοῖς μεστὸς ἀνίας ἐφάνη, καὶ τὴν
15συμφορὰν κοινοποιεῖταί τισι τῶν στρατιωτῶν. προεξοιδούμε‐ νοι δὲ καὶ οὗτοι τῇ τῶν γινομένων ἀνωμαλίᾳ, καὶ λύπῃ συγ‐ κατεχόμενοι, παρορμῶσιν εἰς τὴν ἀποστασίαν αὐτόν. καὶ κατὰ μικρὸν συμβούλους ἱκανοὺς προσλαμβάνοντες, καὶ τὴν τοιαύτην μελέτην πρὸς καιρὸν ὠδινήσαντες, μετὰ τὸ τῆς βα‐
20σιλίδος ἀπᾶραι, μικρὸν ὅσον διαλιπόντες ἐκρήσσουσι τὴν ὠδῖνα καὶ τοῦ κρατοῦντος μυκτῆρα καταχεάμενοι ἐπαίρουσιν εἰς ὕψος καὶ προῦπτον τὸ μελετώμενον. πρὸ δὲ τούτων τῶν
ἀρχισυμβούλων εἷς, Βρυέννυος τοὔνομα, Ἀδριανουπολίτης,53

54

στρατηγὸς τῶν Καππαδοκῶν καθιστάμενος, καταδυναστεύσας ἢ μᾶλλον εἰπεῖν ἀπατήσας τὸν ἐκ βασιλέως ἀποσταλέντα πρὸς διανέμησιν τῶν στρατιωτικῶν ὀψωνίων, ἐχειρώσατο τοῦτον καὶ δεσμοῖς καθυπέβαλε. διαναστάντων δὲ εἰς ἐκδίκησιν ἑτέ‐
5ρων στρατιωτῶν τῶν τε δεσμῶν ἀνείθη οὗτος, καὶ τὸν δε‐ δεσμηκότα κατεργασάμενος τῶν ὀφθαλμῶν ἀπεστέρησε. φό‐ βος οὖν κατασχὼν τοὺς τῆς αὐτῆς τῷ πηρωθέντι κεκοινωνηκό‐ τας μελέτης ἠνάγκασεν ἁρπάσαι τὰ ὅπλα καὶ προκινδυνεῦσαι ταχέως, καὶ μὴ σποράδας ληφθῆναι καὶ παθεῖν τὰ ἀνήκεστα.
10γενομένης τοίνυν τῆς συγκινήσεως περὶ τὰς ἐαρινὰς τροπὰς προσέθεντο τούτοις πολλοί, καὶ καθημερινὴν λαμβανούσης τῆς ἀποστασίας ἐπαύξησιν εἰς μέγα πλῆθος ἡ συνάθροισις γέγονε. καὶ ἀναγορεύουσι στρατηγὸν αὐτοκράτορα τὸν ἀρχισύμβουλον Ἰσαάκιον τὸν Κομνηνόν. μετατίθενται δὲ πρὸς τὸν ἐν τῇ
15Βύζαντος βασιλέα συχνοὶ τῶν ἐκ τῆς ἑώας στρατιωτῶν. καὶ ὃ μέν, ὁ Κομνηνός, τοὺς ἐκ ταύτης εἶχε μόνους συντιθεμέ‐ νους αὐτῷ, ὃ δὲ καὶ τοὺς προσρυέντας ἐκεῖθεν καὶ πᾶσαν τὴν ἑσπερίαν δύναμιν. εὐτρεπίσας δὲ διὰ πάντων στρατιὰν ἱκα‐ νήν, ἐκ τῆς Εὐρώπης εἰς Ἀσίαν τοὺς στρατιώτας διαπεραιω‐
20θῆναι πεποίηκε. καὶ μέχρι τῆς Νικομηδείας γενόμενοι, καὶ τὰς σκηνὰς ἐκεῖσε πηξάμενοι, τὴν τῶν ἐναντίων ὑπέμενον ἔφο‐ δον· ὡς δ’ ἔμελλεν αὕτη, ἐκ προστάγματος βασιλικοῦ τοῖς
τῆς Νικαίας ὁρίοις προσεμπελάζουσι. προκαταλαβὼν δὲ ὁ54

55

Ἰσαάκιος τὴν Νίκαιαν πόλιν ἐφ’ ἑαυτὸν ἐπεισάγει, καὶ τῆς ἑαυτοῦ μερίδος ἀποδείξας τὸν ὄχλον κατὰ νώτου ταύτην ἀφίησι, καὶ κατὰ τῶν ἐναντίων προσωτέρω χωρεῖ. συμβα‐ λόντες δὲ μάχην οἱ ἀντιτεταγμένοι πρὸ δέκα σταδίων τῆς πό‐
5λεως, ἐν τόπῳ διττὴν ἔκπαλαι προσηγορίαν φέροντι τήν τε τοῦ Πολέμωνος καὶ τοῦ Ἅιδου, ἀγῶνα καρτερὸν συνεστήσαντο. καὶ τὸ μὲν δεξιὸν κέρας ἔκαμνε τοῖς ἀμφὶ τὸν Κομνηνόν, ἐπὶ δὲ τοῦ ἀριστεροῦ πυκνώσας τὴν φάλαγγα διὰ τῶν εὖ γεγο‐ νότων ἀνδρῶν ὁμόσε τοῖς ἐναντίοις χωρεῖ. καὶ παλιντρόπου
10γενομένης τῆς νίκης φεύγουσιν οἱ ἐκ τῆς Βυζαντίδος πεμφθέν‐ τες. καὶ τοῦ δεξιοῦ κέρατος αἰσθομένου τὴν ἧτταν τῶν ἐναν‐ τίων καὶ πάλιν ἀναθαρρήσαντος, παντελὴς φυγὴ τοῦ βασιλι‐ κοῦ στρατεύματος γίνεται. καὶ πίπτουσιν ἐξ ἑκατέρου μέρους συχνοί, τὸ δὲ πλεῖστον οἱ τὴν φυγὴν ἑλόμενοι κατεκόπησαν.
15τότε τοίνυν πατὴρ μὲν καὶ υἱός, τῆς φύσεως ὥσπερ ἐπιλαθό‐ μενοι, πρὸς σφαγὴν ὀργᾶν ἀλλήλων οὐκ εὐλαβοῦντο, καὶ δε‐ ξιὰν παῖς πατρικῷ χραίνει φόνῳ, καὶ ἀδελφὸς ἀδελφῷ και‐ ρίαν ἐλαύνει, καὶ συγγενείας ἢ συμφυΐας εἴτε τῶν ὁμοφύλων ἔλεος οὐδὲ διάκρισις ἦν, ἕως τοῦ θυμοῦ καὶ τῆς βακχικῆς
20μανίας ληξάντων τῆς συμφορᾶς ᾔσθοντο καὶ κωκυτὸν αἰθέ‐ ριον ἤγειραν. ἀλλὰ καὶ ὣς νικητὴς ἀναδειχθεὶς οὗτος ὁ Κομ‐ νηνὸς τὴν ἐπινίκιον εὐφημίαν κατήνεγκε, καὶ σεβαστὸς παρὰ
πάντων ἀναγορευόμενος καὶ περίβλεπτος πάντας ἐλπίσιν ἐπτέ‐55

56

ρου ὡς τῶν κατὰ σκοπὸν μὴ διαμαρτήσοντας. ἠρίστευσε δὲ πλέον τῶν ἄλλων καὶ κραταιὸς ἐν τούτῳ τῷ πολέμῳ ἐδείχθη καὶ περιβόητος Νικηφόρος μάγιστρος ὁ Βοτανειάτης, ἐκ γέ‐ νους ἔχων ἐπιφανοῦς τὸ ἐν ταῖς στρατηγίαις καὶ τοῖς ἀνδρα‐
5γαθήμασιν ἐκδηλότατον καὶ ἐπίδοξον. Τῇ δ’ ἐπιούσῃ τὰς δυνάμεις ἀνειληφὼς τῆς πρὸς τὴν βασιλίδα φερούσης ἥπτετο. καὶ πρὸ τοῦ τοῖς προποντίοις προσεγγίσαι τῆς πόλεως, βουλὴ παρὰ τινῶν τῶν ἐν τέλει κατὰ τοῦ βασιλεύοντος ἐν Κωνσταντινουπόλει ἠρτύετο. εἴτε δὲ καὶ
10ὁ τῆς ἀρχιερωσύνης ἔξαρχος καὶ πατριάρχης, ὁ Κηρουλά‐ ριος κεκοινώνηκε τούτοις τῆς σκέψεως, εἴτε καὶ μή, ἄδηλον καὶ προφανὲς οὐδέν. ὅμως δ’ ἐκ προλήψεων καὶ τῶν μετὰ ταῦτα συνενεχθέντων τὰ τῆς ὑπονοίας εἰς ἀληθείας ἀμυδρὰν προκεχωρήκασι ἔμφασιν· καὶ γὰρ τῷ Κομνηνῷ τὰ πάντα
15συνδιαφέρων ἦν καὶ συμπράττων καὶ τῆς πρώτης βουλῆς γινωσκόμενος, ὡς καὶ τῆς φιλίας καὶ τῆς ἀξίας καὶ τῆς ἀγ‐ χιστείας ἐγγύτατος, ὁ βεστάρχης Κωνσταντῖνος ὁ Δούκας, ἀδελφιδῆς τοῦ πατριάρχου σύνευνος καθιστάμενος, καὶ πολ‐ λὴν εὔνοιαν διδοὺς καὶ λαμβάνων ἐκεῖθεν. εἶτα τῆς τυρευο‐
20μένης βουλῆς ἐκραγείσης εἰσῆλθον ἅπαντες οἱ ταύτης ἐξάρ‐ χοντες, ὣς δὲ καὶ οἱ συμμετέχοντες, ... καὶ μέγιστον τέμε‐ νος τῆς τοῦ θεοῦ μεγάλης σοφίας, σκηπτόμενοι τὸν βασιλέα
τὰς συνθήκας σφῶν προδιδόναι, διομοσαμένων τὸν Κομνηνὸν56

57

μὴ προήσεσθαι, καὶ αὐτὸν σπονδὰς μετ’ ἐκείνου συντίθεσθαι καὶ τῆς βασιλικῆς ἐξουσίας μεταδιδόναι. καὶ αὐτίκα εὐφη‐ μίαις τὸν Κομνηνὸν κατεγέραιρον, κατήγοροι ἐν ταὐτῷ καὶ συνήγοροι καὶ προασπισταὶ δεικνύμενοι τοῦ ἀνδρός· ὃν γὰρ
5ἐξομόσασθαι ἔλεγον καὶ οὗ τὴν φιλίαν μετὰ τοῦ βασιλέως καθάπαξ ἀπαγορεύειν, τούτῳ παρεμβεβλημένως βασιλικῆς ἀξίας περιετίθουν τιμήν. συνεκρότησε δὲ τούτοις καὶ ἡ πρὸς αὐτοὺς κάθοδος τῶν τοῦ πατριάρχου ἀνεψιῶν. ἐκεῖνοι γὰρ ὡς πευσόμενοι τὴν αἰτίαν τῆς στάσεως καταπτάντες ἐξ ἀπο‐
10στολῆς τοῦ ἀρχιερέως συλληφθεῖσι παρὰ τῶν στασιαζόντων ἐῴκεσαν, καὶ ἄρτι διαχειρισθῆναι, εἰ μὴ ὁ πατριάρχης κα‐ τελθὼν συμπνεύσει τούτοις πρὸς τὸ ζητούμενον. νυγεὶς οὖν τοῖς σπλάγχνοις τῆς φύσεως, ἐπεὶ καὶ πατράδελφος ἦν πα‐ τρὸς μικρὸν ἀποδέων, καί τι καὶ ἀναγκαῖον ὑπολογισάμενος, ἵνα
15μὴ διχονοοῦντος τοῦ πλήθους ἔτι τὰ τῆς ὀργῆς ἐκκαυθῇ καὶ πόλεμος ἐμφύλιος εἰς τὴν καταστέλλουσαν πόλιν τὰς στάσεις ἐγγένηται, πρόεισιν εἰς τὸ ἱερόν, καὶ τοῖς ἀδύτοις προσκαθί‐ σας οὕτω κριτὴς τῶν λεγομένων καὶ διαιτητὴς ἐχρημάτισε, καὶ τὴν ῥοπὴν τοῖς καθαιρεθῆναι τὸν βασιλέα καὶ ἀντεισα‐
20χθῆναι τὸν Κομνηνὸν ἐθέλουσι δοὺς διὰ τὴν τῶν πλειόνων ἀρέσκειαν, ἵνα μὴ τὰ τῆς ἐνστάσεως εἰς ἐμφύλιον, ὡς εἴπο‐ μεν, ἐναποσκήψειε πόλεμον, οὕτω τὴν εὐφημίαν τοῦ Κομνη‐
νοῦ μεῖζον ἐξῆρε, τοῖς ἱερεῦσιν αὐτοῦ ταύτην καθολικὴν ἐπι‐57

58

τρέψας. ταῦτα τοίνυν ἀμφίβολον τοῦ πατριάρχου παρεισά‐ γει προβούλευμα πρὸς τὸ εἰ καὶ ἑκατέρωθεν μελετώμενον. Ἤρξαντο οὖν πάντες μιᾶς μερίδος τῆς Κομνηνοῦ γίνε‐ σθαι, καὶ κατηρείπωτο τὸ κράτος τοῦ γέροντος· οὕτω γὰρ
5αὐτὸν ἐκάλεσεν ἡ τῶν συμπνευσάντων κατ’ αὐτοῦ συμμορία, καὶ ὁ λόγος οὗτος ἄχρι καὶ τήμερον ἐπεκράτησε. καὶ μικρὸν ἄποθεν τῆς ἀντιπέραν κώμης τῆς Χρυσοπόλεως φήμη τὸν Κομνηνὸν περὶ τούτων κατέλαβε, θαρρεῖν παρεγγυωμένη ὅτι προηνέῳκται αὐτῷ τὰ ἀνάκτορα, καὶ ὁ δῆμος ἅπας τῆς πό‐
10λεως αὐτὸν εὐφημεῖ. ἐπέσχε δὲ τὴν ὁρμήν, ἕως ἐντελές τι καὶ περὶ τῆς τοῦ γέροντος καθαιρέσεως πύθοιτο. καὶ δῆτα τοῦ πατριάρχου πάντας τοὺς ἐν τέλει μετακαλεσαμένου πρὸς ἑαυτόν, οὓς μὲν ἑκουσίως, οὓς δὲ ἀκουσίως ἐκβιασθέντας, τυχὸν οἰκονομικῶς, στρατιωτικὰ δὲ καὶ δημοτικὰ συντάγματα
15ἐκεῖσε τὴν βασίλειον ἐξουσίαν ἀφυῶς μετεστήσατο, καὶ ἀρχὰς τοῖς πράγμασιν, ὁπόσαι τούτῳ ἐδόκουν τῷ καιρῷ πρόσφοροι, προεστήσατο. καὶ τῷ γέροντι τὴν τρίχα καταθεῖναι αὐτίκα μάλα, εἰ προαιροῖτο τὸ ζῆν, μήνυμα σφοδρὸν ἐξαποστέλλει, τοῦ πλήθους τοῦτο κελεύοντος. ὃ δέ, καίτοι τῶν τῆς αὐλῆς
20ὁπλιτῶν, καὶ ὅσοι τούτῳ προσήκοντες ἦσαν, εἰς ἄμυναν ἐξελ‐ θεῖν τῶν ἀντιπάλων διατεινομένων καὶ τούτους ἑτοίμως πα‐ ραστήσασθαι καὶ τὸ κράτος αὐτῷ βεβαιῶσαι, οὐκ ἠνέσχετο,
μισανθρωπίας καὶ φιλαυτίας ὁμοῦ πρᾶγμα λέγων εἶναι τὸ δι’58

59

αὐτὸν συγχωρῆσαι φόνοις καὶ σφαγαῖς ἀνθρωπίναις μιανθῆ‐ ναι τὴν μεγαλόπολιν. καὶ πρὸς τὰ ἐρυθρὰ πέδιλα κατιδὼν “διὰ ταῦτα” εἶπεν “ὁ Μιχαὴλ οὐ προδίδωσι τὴν εὐσέβειαν,” καὶ πόρρω τῶν ἑαυτοῦ ποδῶν ταῦτα σφενδονησάμενος τὴν
5κεφαλὴν ἔκλινε τοῖς ἀποσταλεῖσιν εἰς τὴν κουράν. καὶ τῆς βασιλικῆς λαμπρότητος τὴν μοναχικὴν πολιτείαν εὐχαρίστως ἀνταλλαξάμενος, καὶ τρύχινον ῥάκος τῆς εὐδαίμονος ἀμπεχό‐ νης καὶ πολυτίμου, παραπέμπεται αὐθημερὸν μελαμφορῶν καὶ τοῖς μοναχοῖς συνταττόμενος. δέχεται τοῦτον ὁ ἀρχιερεὺς
10συναντήσει δῆθεν φιλανθρώπῳ καὶ μειδιώσῃ, καὶ “χαῖρε” πρὸς αὐτὸν ἐπειπὼν φιλήματι τοῦτον ἀσπάζεται. ὁ δὲ “θεός σε ἀξίως, ἀρχιερεῦ, ἀντασπάσαιτο” φήσας, μιᾷ τῶν πατριαρ‐ χικῶν οἰκιῶν, τῇ ἀνωτάτω ἀναχωρητικῇ, παραδίδοται, βασι‐ λεύσας ἕνα μόνον ἐνιαυτόν.
15 Εἰσάγεται τοίνυν ὁ Κομνηνὸς διαπόντιος μετὰ τοῦ στό‐ λου παντός, εὐφημίαις καὶ ἀλαλαγμοῖς καὶ σαλπίγγων καὶ λοιπῶν ὀργάνων ἠχῇ σεμνυνόμενος. καὶ τοῦτον ὑποδέχονται τὰ βασίλεια περὶ δείλην ὀψίαν, σεπτεμβρίου μηνὸς τῆς ιαʹ ἰνδικτιῶνος ἐνισταμένου. τῇ δ’ ἐπαύριον προόδῳ λαμπρᾷ τῇ
20τοῦ θεοῦ μεγάλῃ ἐκκλησίᾳ μετὰ πολλῆς προσελθὼν τῆς δο‐ ρυφορίας, τὸ στέφος ἐπ’ ὀκρίβαντος διὰ χειρὸς τοῦ πατριάρ‐ χου κομίζεται. καὶ πρόεισι στεφανίτης ἐκεῖθεν, δόξαν πα‐
ρεσχηκὼς ἀνδρίας καὶ ἀνδραγαθίας μεγίστης οὐ τοῖς ὑπηκόοις59

60

μόνον ἀλλ’ ἤδη καὶ τοῖς βαρβάροις, ὡς μάχῃ κεκρατηκὼς τοῦ κρατοῦντος καὶ φασγάνῳ τοσαύτην ἀρχὴν δυνηθεὶς περιζώ‐ σασθαι. στηλογραφεῖται δὲ καὶ ἐσπασμένον ἔχων τὸν ἀκινά‐ κην τῷ κήνσῳ, καὶ οὕτω τῆς βασιλείας καὶ τῶν ταύτης ἀπάρ‐
5χεται πράξεων. φιλοτίμοις οὖν τοὺς συναραμένους καὶ συ‐ ναγωνισαμένους πρὸς τὸ κατόρθωμα κοσμήσας τιμαῖς καὶ φροντιστὰς πολλοὺς τῶν δημοσίων ἀποδείξας συλλόγων, οὕτω καὶ τὸ δημοτικὸν τῆς προσηκούσης τιμῆς ἀξιοῖ. πρὸ δὲ τῶν ἄλλων πολύ τι νέμων αἰδοῦς τῷ πατριάρχῃ, ἴσα καὶ πατέρα ἐτίμα,
10καὶ τοὺς τούτου ἀνεψιοὺς ταῖς πρώταις ἀξίαις καὶ πράξεσι περιβλέπτους ἀποδεδειχώς. καὶ τὰ τοῖς βασιλικοῖς δικαίοις προσόντα παρὰ τῶν ἱερατικῶν δίκαια τῇ μεγάλῃ ἐκκλησίᾳ κα‐ θιεροῖ, καὶ τούτων ἀλλοτριοῖ παντάπασι τὸ παλάτιον, ὥστε μήτ’ ἐπὶ τῆς οἰκονομίας μήτε τῆς τῶν ἱερῶν κειμηλίων προ‐
15νοίας καὶ προστασίας παρὰ βασιλέως τινὰ προχειρίζεσθαι, ἀλλὰ τῆς τοῦ πατριάρχου ἐξουσίας ἠρτῆσθαι καὶ τὴν προχεί‐ ρισιν τῶν προσώπων καὶ τὴν τῶν πραγμάτων διοίκησιν. Καὶ καταστησάμενος τὴν ἀρχὴν ἀποβλέπει καὶ πρὸς τὸ τῶν ἀναλωμάτων τῆς βασιλείας καὶ τοῦ ὀψωνισμοῦ τῶν
20στρατιωτῶν μέγεθος, καὶ ὡς πόλεμοι τούτῳ πρόκεινται πολ‐ λὴν δαπάνην ἐφέλκοντες διὰ τὸ τοὺς ἐναντίους κατισχῦσαι καὶ πανταχόθεν κατεπαίρεσθαι τῶν Ῥωμαίων. καὶ χρημάτων
δεῖσθαι σκοπήσας, καὶ τὴν τούτων εὐπορίαν πλείστην ὅσην60

61

ἀπαραίτητον λογισάμενος, βαρὺς ἐχρημάτισε φορολόγος τοῖς χρεωστοῦσι δημόσια. εἶτα καὶ τὰς τῶν ὀφφικίων δόσεις αὐ‐ τὸς περιέτεμε πρῶτος, καὶ πανταχόθεν οἷά τις ἄπληστος θη‐ ρευτὴς εἰσεποιεῖτο τὰ χρήματα. ἐμέλησε δ’ αὐτῷ μετὰ ταῦτα
5καὶ φειδωλίας καὶ τοῦ προσθήκην ἀγρῶν τῇ βασιλείᾳ περι‐ ποιήσασθαι. διὸ καὶ πολλὰ μὲν ἰδιωτικὰ πρόσωπα πολλῶν ἀπεστέρησε κτήσεων, παριδὼν τὰς χρυσοβούλλους τούτων γρα‐ φάς, δι’ ὧν αὐτοῖς τὰ τῆς δεσποτείας ἡδραίωντο· ἐνέσκηψε δὲ καί τισι τῶν φροντιστηρίων, μεγάλας καὶ πλουσίας κτή‐
10σεις ἐχόντων καὶ τῶν τοῖς βασιλικοῖς θησαυροῖς ἀνακειμένων ἀποδεούσας οὐδ’ ὅλως· καὶ πολλὰς αὐτῶν ἀφελόμενος, καὶ διὰ λογοποιΐας τὸ ἀρκοῦν ἐγκαταλιπὼν μοναῖς καὶ μονάζουσι, τοῖς βασιλικοῖς τὸ περισσὸν προσαφώρισε, πρᾶγμα παρανομίας μὲν δόξαν ἢ ἀσεβείας εἰσάγον, καὶ πρὸς ἱεροσυλίαν τοῖς εὐ‐
15λαβεστέροις ἐκ τοῦ προχείρου ἀναφερόμενον, ἀποτέλεσμα δὲ μηδὲν ἄτοπον ἀποφέρον πρός γε τοὺς ἐμβριθῶς τὰ πράγματα διακρίνοντας. ἑκατέρωθεν γὰρ ὀνήσιμον εἶναι διεγινώσκετο, τούς τε μοναχοὺς φροντίδων ἀπαλλάττον ἀπροσφόρων τῇ κατ’ αὐτοὺς πολιτείᾳ, καὶ χρηματισμοῦ τοὺς ἀκτημοσύνην πεπαιδευ‐
20μένους ἀπανιστῶν, καὶ οὐδὲν τῶν πρὸς τὴν χρείαν ἐπιτηδείων ἀποστεροῦν, καὶ τοὺς ἀγρογείτονας ἐλευθεροῦν τῆς τούτων βα‐ ρύτητος, ὅτι τῷ πολυτελεῖ καὶ πολυταλάντῳ τῶν κτήσεων τὰ σφέ‐ τερα καταλιπεῖν αὐτοὺς οἱ μοναχοὶ κατηνάγκαζον, ἀπληστίαν
ἤδη νοσήσαντες καὶ εἰς ἕξιν τοῦ πάθους γινόμενοι, καὶ περι‐61

62

γινόμενοι τῶν ἀντιθέτων, εἴ ποτε πρὸς δίκην αὐτοῖς συνε‐ πλάκησαν, διὰ τῆς τῶν κτημάτων καὶ χρημάτων ἐπιρροῆς καὶ τοῦ ἐπὶ τούτοις ἀλογοθετήτους καθίστασθαι καὶ ἀποδο‐ χῆς ἀξιοῦσθαι νικῶντας τοὺς ἀντιβαίνοντας. καὶ ὁ δημόσιος
5πολλαῖς χερσὶν ἐπαφιέναι τὰ ἑαυτοῦ πολυμερῶς συνωθούμε‐ νος προσθήκην ἐδέξατο καὶ παραψυχὴν οὐ μετρίαν, ἐν οἷς ἑτέρους ποσῶς οὐδ’ ἐλωβήσατο. Εἶχε μὲν οὕτω τὰ πρακτέα τῷ βασιλεῖ, καὶ συνεῖχε τοῦτον τῇ βασιλίδι τῶν πόλεων διὰ τὴν τῶν ἀγχιθύρων κα‐
10τάστασιν. κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἐπαρθεὶς ὁ πατριάρχης οἷς πεπροτερηκέναι ὑπέλαβε, καὶ μεῖζον ἢ κατὰ τὴν αὑτοῦ ἀξίαν ἐπὶ τῶν ὅλων γενέσθαι οἰόμενος, καὶ θαρρήσας τῇ τοῦ κρατοῦντος εὐνοίᾳ, πολλάκις τοῦτον τινῶν ἐπιχειρημά‐ των μὴ δοκούντων αὐτῷ ἀνεχαίτιζε, ποτὲ μὲν πατρικὴν εἰ‐
15σάγων διάθεσιν καὶ παραίνεσιν, ποτὲ δ’ ἐπιτιμητικὴν πα‐ ραγγελίαν καὶ ἀπειλητικὴν ἀκοαῖς ἐκδεδιῃτημέναις ἐπαί‐ νοις καὶ προσηνέσι λόγοις καὶ ὑποπτώσεσιν, ὡς καὶ τὸν βα‐ σιλέα κατὰ μικρὸν ἐκπεπολεμῶσθαι καὶ παροινίαν ἡγεῖσθαι τὴν τέως παραίνεσιν. οὐ πολὺν δὲ χρόνον τούσδε τοὺς λό‐
20γους ὑπενεγκών, ἔγνω, τοῦτον ὡς κατεπαιρόμενον τούτου κα‐ ταβαλεῖν ὁ βασιλεύς, καὶ τῶν ἱερατικῶν ὡς ὑπεροπτικὴν ἐκ
μέσου καθάπαξ περιελεῖν, καὶ τοῦτον τὸν τρόπον διαδρᾶναι62

63

τὸν ἔλεγχον. διὸ καὶ τῆς ἀρχαγγελικῆς ἑορτῆς ἀμφὶ μῆνα νοέμβριον ἐγγιζούσης παρεγένετο πρὸς τὴν ἐκ βάθρων ἐγερ‐ θεῖσαν παρ’ αὐτοῦ μονὴν ὁ πατριάρχης οὑτοσὶ Μιχαήλ, καὶ τῶν περιβόλων τοῦ μεγάλου καὶ ἀπορθήτου καὶ θεοτεύκτου
5πολίσματος ἔξω γενόμενος τῶν τῆς ἑορτῆς φιλοτίμως ἐφρόν‐ τιζε κατὰ τὰ ἑσπέρια μέρη τῆς πόλεως. ὁ δὲ βασιλεὺς ἠκόνα τὴν σκαιωρίαν καὶ τὴν ῥομφαίαν ἐστίλβου καὶ τὸν ἐνδομυ‐ χοῦντα θυμὸν τοῖς ἐγγίζουσι παρεγύμνου καὶ προπέμπει τῶν τινὰ οἰκείων ὡς ἱερατικὸν συνομιλήσοντα τῷ ἀρχιερεῖ
10περὶ τινῶν τυχὸν ἀπορρήτων, καὶ τὸν καιρὸν τῆς κατ’ αὐτὸν σκέψεως καὶ τῆς φήμης τούτῳ ἀποτειχίσοντα. καὶ τῆς δια‐ λέξεως γινομένης ἐπικατέλαβε πλῆθος στρατιωτῶν ὅπλοις κα‐ τάφρακτον, καὶ περιχυθέντες πανταχόθεν αὐτῷ ἀνάρπαστον ἐκ τοῦ θρόνου τοῦτον ἀτίμως ἐπαίρουσι. καὶ ἡμιόνῳ καθί‐
15σαντες συνήλαυνον ἄχρι τῆς ἐν Βλαχέρναις ἀκτῆς· καὶ προ‐ στάγματος καταπτάντος βασιλικοῦ ἑνὶ τῶν λέμβων σπουδαίως ἐντίθεται, καὶ ὑπερόριος τῶν ἀδικούντων τάχα ὑπερλαλῶν ὁ ποιμενάρχης γίνεται. ὡσαύτως δὲ καὶ αὐτὰ τοῦ γένους τὰ φίλτατα τῆς ὁμοίας ἀπογεύονται τύχης.
20 Φέρει δὲ τοσοῦτον τὸ πάθος ὁ ἀνὴρ μικροψύχως ἢ ἀγε‐ νῶς, καὶ κατέσεισε τὴν πίστιν αὐτοῦ τὸ τῆς ἀπιστίας πρὸς αὐτὸν τοῦ βασιλεύοντος τόλμημα; οὐ μὲν οὖν, ἀλλ’ εὐψύχως
μάλα καὶ εὐγενῶς, καὶ τῇ καρτερίᾳ τὸν Ἰὼβ πολλῷ τῷ πε‐63

64

ριόντι νικῆσαι διαθρυλλούμενος, ὅτι καὶ τὸ ἄλγος οὐδὲν ἧτ‐ τον αὐτῷ κατά τε τὴν ἔκπτωσιν τῆς ἀρχῆς καὶ τὴν τῆς πο‐ λιτείας καὶ τῆς παρρησίας καὶ αὐτῆς τῆς μεγίστης προεδρίας ἀφαιρέσει διεδείκνυτο, καὶ τὸ ἕλκος πρὸς ταῦτα συγκρινόμε‐
5νον ἡττᾶτο, φέρον τῆς πατρίδος καὶ τῆς συζύγου τὴν ἀντι‐ σήκωσιν. εὐλογῶν γὰρ εὐλόγει τὸν κύριον, καὶ εὐχαριστῶν οὐκ ἀνίει, καὶ πάθος οὐκ ἀπεκάλει τὸ πάθος ἀλλὰ πύρωσιν ἀκριβῆ καὶ παίδευσιν πρὸς τελειότητα φέρουσαν καὶ ἀρετῆς ἐπίβασιν κρείττονος. μὴ ἀφιστάμενος δὲ καὶ τῆς ταπεινώσεως
10ἀντεγκαλῶν ἦν αὐτὸς ἑαυτῷ, καὶ ἄξια πεπονθέναι κατατιθέμενος καὶ πρὸς θεὸν ἅπαν αἰχμαλωτίζων νόημα, καὶ ἐπὶ πᾶσι τοῦ εὐγενοῦς πνέων ἔτι τῷ ὄντι φρονήματος. οὐ γὰρ κατέπεσεν ὅλως, οὐδὲ τοῦ ζήλου ἐνέδωκεν, οἷα πάσχειν οἶδε ψυχὴ τοῖς ὑλικοῖς διεπτοημένη καὶ κάτω φέρουσιν.
15 Ὧν ἐν γνώσει γινόμενος ὁ κρατῶν ἤσχαλλε καὶ μετάμελον ἔτρεφε καὶ τὴν ἐπανόρθωσιν ἐδίψα μέν, οὐκ εἶχε δ’ ὅπως ἑαυτὸν στηλιτεύσοι κακῶς διανοησάμενον. βεβούλευται τοίνυν αἰτιά‐ σεις προθεῖναι κατ’ αὐτοῦ, καὶ ἀναξιότητος γράψασθαι τὸν χρό‐ νοις ἤδη πολλοῖς τὴν ἀξίαν διακοσμήσαντα καὶ τὸν σωτήριον
20λόγον ὀρθοτομήσαντα. καὶ γεγόνασι μὲν τῆς τούτου βουλῆς τῶν ἐν τέλει τινές, μηδὲ τὸ τοῦ ἀνδρὸς ἀγνοοῦντες ἐπίδοξον·
ὅμως δὲ γεγόνασι συμμεταβαλόμενοι τῷ καιρῷ, ὁποῖα τὰ τῶν64

65

κολάκων νεανιεύματα. ἀπόπειραν δὲ τῆς αὐτοῦ προαιρέσεως ποιούμενος ὁ βασιλεύς τινας μητροπόλεως προεστῶτας, οὓς καὶ λογιωτέρους τῶν ἄλλων ἐγίνωσκεν, ὡς αὐτὸν ἀποστέλλει διαλε‐ ξομένους περὶ τοῦ τὴν τιμὴν καταθέσθαι καὶ μὴ συνόδῳ καὶ
5συλλόγῳ περιφανεῖ δημοσιευθῆναι τὰ κατ’ αὐτοῦ. ἀνάλωτος δὲ τούτοις ὀφθεὶς καὶ ἀπερίτρεπτος ἐς τὰ μάλιστα, καὶ πυρίπνους τὴν γλῶσσαν καὶ τὴν ὁρμήν, καταιδεσθῆναι τούτους πεποίηκε καὶ ἱκέτας πρὸς τὸ συγγνώμης τυχεῖν. ἐπανελθόντες οὖν εἰ‐ πεῖν ἐκεῖνο πρὸς τὸν πέμψαντα συνεστάλησαν οὐδαμῶς “ἡτ‐
10τήμεθα, βασιλεῦ, ἡττήμεθα, κρείττων ἀπειλῶν ὁ ἀνήρ, παν‐ τὸς λόγου καὶ πειθοῦς ἰσχυρότερος, ἀλλὰ καὶ λαβῆς ἁπάσης πολλῷ τῷ περιόντι ἀνώτερος. εἰ οὖν τῷ ἀνεπιλήπτῳ καὶ ἀκα‐ ταγωνίστῳ προσβάλλειν ἐθέλεις, ἀναλογίζου τὴν ἧτταν καὶ τὸν ἐντεῦθεν μετάμελον.” τούτων ἀκηκοὼς ὁ βασιλεὺς σύν‐
15νους ἦν καὶ πεφροντικώς, πῶς καὶ τίνα τρόπον τοῖς πράγ‐ μασι χρήσαιτο. ἐν τῷ μέσῳ δὲ τοῦ θεοῦ κρεῖττόν τι προ‐ βλεψαμένου, ἐν εἰρήνῃ μεταλλάττει τὸ ζῆν ὁ ἀρχιερεύς, προ‐ θεωρήσας τὴν θείαν μετάκλησιν δι’ ὁσίου καὶ μεγίστου τὴν ἀρετὴν ἁγίου ἀνδρός, καὶ ὅτι τοῖς ἐν ἀσκήσει καὶ ἁγνείᾳ
20εὐαρεστήσασιν ἐναρίθμιος ὤν, ἐν μέσῳ τῆς μνήμης αὐτῶν πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διὰ φιλανθρω‐ πίαν ἐνανθρωπήσεως, τῶν φθαρτῶν καὶ ἐπικήρων τὴν ἄφθαρ‐ τον ζωὴν καὶ ἀνώλεθρον ἀνταλλάττεται. καὶ προέβη τὰ τῆς
προρρήσεως τελειωθέντος κατ’ ἐκείνας τὰς ἡμέρας τοῦ ἀρχι‐65

66

ποίμενος. καὶ ὁ μὲν βασιλεὺς μετανοίᾳ βληθεὶς καὶ τὴν ἀρετὴν εὐλαβηθεὶς τοῦ ἀνδρός, μὴ ἔχων οἷς τρόποις τὴν ἁμαρτάδα ἐπανορθώσαιτο, ἐντίμως τὸν νεκρὸν αὐτοῦ εἰσαχθῆναι πρὸς τὴν βασιλεύουσαν διετάξατο. καὶ παραδίδοται τῇ σορῷ ἐν
5ᾧπερ ἐκεῖνος τόπῳ καὶ ζῶν μετετάξατο, κατὰ τὸ ἀνεγερθὲν παρ’ αὐτοῦ φροντιστήριον, θαῦμα μέγιστον καὶ τοῦ ἀξίως τῆς ἀρχιερατικῆς τελειωθῆναι σημεῖον ἀπερίγραπτον δείξας τὴν ἐν χειρὶ τοῦ σταυρικοῦ σημείωσιν σχήματος. καὶ με‐ μένηκεν ἡ τιμία τῷ ὄντι χεὶρ τοῦτον τὸν τύπον τηροῦσα τῆς
10διὰ τοῦ σταυροῦ εἰρήνης καὶ εὐλογίας ἄχρι καὶ τήμερον, μὴ ἀλλοιωθεῖσα συνόλως τῇ νεκρώσει τοῦ σώματος. Προεχειρίσθη δὲ πατριάρχης Κωνσταντῖνος πρόεδρος καὶ πρωτοβεστιάριος ὁ Λειχούδης, ἀνὴρ μέγιστον διαλάμψας τοῖς βασιλικοῖς καὶ πολιτικοῖς πράγμασιν ἀπό τε τῆς τοῦ
15Μονομάχου καὶ μέχρι τῆς τούτου ἀναρρήσεως, καὶ μεσάζων ἐν τοῖς βασιλείοις τὴν τῶν ὅλων διοίκησιν. καὶ γέγονε δωρη‐ ματικὸς τοσοῦτον καὶ προνοητικὸς τῶν τε ἱεροκηρύκων καὶ τῶν μιγάδων, ὡς καὶ πάντας τῆς τούτου ἀφθονίας σχεδὸν ἀπόνασθαι καὶ θαυμάζειν τέλεον.
20 Τῶν δὲ πρὸς ἥλιον δύνοντα Σαυροματῶν ταραττομέ‐ νων, σὺν αὐτοῖς δὲ καὶ τῶν περὶ τὸν Ἴστρον Σκυθῶν, οὓς Πατζινάκους τὸ πλῆθος κικλήσκουσιν, ἔγνω λοιπὸν ὁ βασι‐ λεὺς τὰς Ῥωμαϊκὰς δυνάμεις ἐπενεγκεῖν κατ’ αὐτῶν. καὶ τὰ
πρὸς τὸν πόλεμον ἐξαρτύσας, καὶ τὸν στρατιωτικὸν κατάλο‐66

67

γον ποιησάμενος, πασίρρωμος ἔξεισι. καὶ μέχρι τῆς Σαρδι‐ κῆς γενόμενος καὶ καταπλήξας τοὺς Σαυρομάτας εἰς φιλίαν ἐλθεῖν συνηνάγκασε, καὶ συνθήκαις ἐπιρρώσας τὸ εἰρηναῖον μεταστρατοπεδεύει πρὸς τοὺς ἀλλογενεῖς, τοὺς Σκύθας φημί.
5καὶ διῃρημένων αὐτῶν ἐν ἀρχαῖς ὄντων, οἱ μὲν τῶν ἄλλων ἡγέμονες προσῆλθον αὐτῷ, καὶ τὰ πιστὰ φυλάττειν συνθέμε‐ νοι φόβου παντὸς ἀπηλλάγησαν· μόνος δὲ ὁ πρὸς τῷ τοῦ Ἴστρου χείλει περινοστῶν καὶ ἀπότομον πέτραν κεκτημένος κρησφύγετον (Σελτὲ τῷ βαρβάρῳ τὸ ὄνομα) οὐκ ἠθέλησε
10χεῖρας δοῦναι τῷ βασιλεῖ, ἀλλ’ ὑπεροπτικῶς πρὸς τοῦτον διατεθεὶς ἐξῆλθεν εἰς τὸ πεδίον, τοῖς Ῥωμαίοις ἀντιταξόμε‐ νος. οὐκ εἰς μακρὰν δὲ τῆς ἰδίας κακονοίας ἀποίσατο τὰ ἐπίχειρα· κατὰ κράτος γὰρ ἡττηθεὶς βραχείας μερίδος ἀν‐ τιταχθείσης αὐτῷ φυγὰς ᾤχετο, βαθείᾳ τινὶ ὕλῃ ὥσπερ τις
15πτὼξ μετὰ τῶν ὑπ’ αὐτὸν εἰσδύς. καὶ ὁ βασιλεὺς ἑλὼν τὸ κρησφύγετον, καὶ φρουρὰν καταλιπὼν καὶ στρατηγὸν ἐπιστή‐ σας, τὴν ἐπάνοδον εὐθύμως ἐποιεῖτο. Περὶ πρόποδας δέ τινος λόφου Λοβιτζοῦ λεγομένου τὴν παρεμβολὴν θέμενος, πρᾶγμά τι τῆς τοῦ τόπου ἐπωνυμίας
20ἀπηύρα. ῥαγδαῖος γὰρ ὄμβρος τῆς στρατιᾶς εὐθέως ἐπικα‐ ταρραγεὶς καὶ νιφετὸς ἔξωρος, σεπτεμβρίου μηνὸς ἔτι τὸν δρόμον ἐλαύνοντος, πολλῆς κακώσεως τὸ στρατιωτικὸν καὶ
λύμης ἐνέπλησεν. ἥ τε γὰρ ἵππος σχεδὸν πᾶσα καὶ πολλοὶ67

68

τῶν παρόντων, τῷ κρύει καὶ τῷ ὄμβρῳ συνεχεῖ καὶ ἀνυποί‐ στῳ μήκιστον χρόνον ταλαιπωρούμενοι, τὸ ζῆν ἐναπέρρηξαν, καὶ τὰ ἐπιτήδεια παρ’ ἐλπίδα τοῖς στρατευομένοις ἐπέλιπε, ποταμίου ῥεύματος καὶ χειμῶνος γενόμενα πάρεργον. ἀνα‐
5στολῆς δὲ γενομένης ἐξῄει πρωΐας ὁ βασιλεύς, καὶ τὸν ποτα‐ μὸν ἀγχοῦ καταρρέοντα, τραφέντα τῇ ἐπομβρίᾳ, διαπεραιού‐ μενος πολλοὺς τῶν σφετέρων ἀπέβαλε. λήξας δὲ πρὸς μι‐ κρὸν τῆς ὁδοιπορίας ὑπὸ σκιὰν ἔστη δένδρου τινὸς ἅμα τισὶ τῶν ὑπερεχόντων, καὶ μετ’ ὀλίγον ἠχῆς γενομένης ἐκ τῆς
10δρυὸς προῄει μικρὸν ὁ βασιλεύς, ὅσον μὴ τῷ μήκει ταύτης καταλαμβάνεσθαι· ῥιζόθεν δ’ αὕτη τμηθεῖσα σὺν πολλῇ τῇ βοῇ ὑπτία τῇ γῇ προσήρεισε. γέγονεν ὁ βασιλεὺς ἐνεὸς κα‐ ταμαθὼν οἵας μικροῦ δεῖν τελευτῆς ἔμελλε τυχεῖν, καὶ ἦν προοίμιον οὐκ ἀγαθὸν τὸ συγκύρημα.
15 Προβιβάζων δὲ τὴν στρατιὰν ἐπεπορεύετο ταύτῃ. ἐπε‐ τάχυνε δ’ αὐτὸν καί τις φήμη ψευδὴς καὶ οὐκ ἔμπρακτος, τυραννίδος ἀπάρχεσθαι λέγουσα τὸν πρὸς ἑώαν ἀποσταλέντα παρ’ αὐτοῦ πολιτικὸν ἄνδρα διὰ τὴν τῶν δημοσίων κτημά‐ των ἐξίσωσιν. καὶ μέχρι τῆς βασιλίδος γενόμενος καὶ πρὸς
20τὸ οἰκτρὸν τοῦ συμβάντος εἰκότως ἀνιαθείς, καὶ τὴν κατηγο‐ ρίαν τοῦ ἄρχοντος ἐπίπλαστον ἐγνωκώς, ἀνελάμβανεν ὅμως τῆς ἀθυμίας ἑαυτόν, καὶ περὶ τὸν κατὰ πρόσωπον τῆς βασι‐
λίδος προεκκείμενον πορθμὸν ἀνιὼν ἐνησχολεῖτο τῇ θήρᾳ,68

69

ψυχαγωγῶν ἑαυτὸν τῇ συνεχεῖ γυμνασίᾳ. περὶ δὲ ὥραν ἀρίστου φῶς ἀστραπήβολον τοῖς τόποις ἐκείνοις ἐπέσκηψε· Νεάπολις τούτοις τὸ γνώρισμα. καὶ ὁ βασιλεὺς πληγείς, ὡς λόγος, ἐκεῖθεν ἀκατίοις ἐξαίφνης πρὸς τὰ βασίλεια ὥρμησε,
5καὶ νοσομαχήσας ἡμέραις τισὶ τὸν μόρον ἐκαραδόκει. καὶ διὰ τοῦτο πρὸς ἐξιλέωσιν τοῦ θείου ἀσπάζεται τὴν μετάνοιαν, καὶ τῆς βασιλικῆς ἐξουσίας τὸν μοναδικὸν καὶ ἀπέριττον ἀν‐ ταλλάττεται βίον, βασιλέα προχειρισάμενος οὐ τὸν ὁμαίμονα Ἰωάννην, οὐ τὸν ἀδελφιδοῦν, οὐκ ἄνδρα προσζεύξας τῇ θυ‐
10γατρί, ἀλλὰ τὸν πρόεδρον Κωνσταντῖνον τὸν Δούκαν, ὃς αὐτῷ συνίστωρ καὶ συναγωνιστὴς περὶ τὴν τῆς βασιλείας κατάκτη‐ σιν διὰ παντὸς ἐχρημάτισεν. αὐτὸς δ’ ὁ Κομνηνὸς μοναχι‐ κοῖς ῥάκεσιν τὴν τοῦ Στουδίου καταλαμβάνει μονήν, ἔτι τῇ νόσῳ τρυχόμενος, ζήσας μέν ...., βασιλεύσας δὲ ἔτη
15δύο καὶ μῆνας τρεῖς, ἐπιζήσας δὲ τούτων ἐλάττονα τῷ μο‐ ναχικῷ. Μετὰ δὲ τὴν τελευτὴν ὑγρότητος μεστὴ θεαθεῖσα ἡ τούτου σορὸς πολὺν λόγον εἰς τὸν δῆμον ἐκίνησε, τῶν μὲν τιμωρίαν εἶναι λεγόντων καὶ κολάσεως ἔνδειγμα τὸ φανὲν διὰ
20τὸν πολὺν φόνον ἐκεῖνον τὸν ἐκ τοῦ κροτηθέντος ἐμφυλίου πο‐ λέμου γενόμενον περὶ Νίκαιαν. ἄλλοι διὰ τὴν τῶν πολλῶν κά‐ κωσιν καὶ ὑστέρησιν μερικὴν καὶ καθόλως τῶν διδομένων τοῖς
πλείστοις ἐπετείως ἐκ τῶν βασιλικῶν θησαυρῶν, ἄλλοι διὰ69

70

τὴν τῶν ναϊκῶν καὶ ἰδιωτικῶν κτημάτων ἀφαίρεσιν, ἕτεροι διὰ πάντα. ἄλλοι διὰ σωφρονισμῶν τῶν μετέπειτα μόνον, οὐχὶ τοῦ μεταλλάξαντος κόλασιν· συνέβαλον γὰρ τὴν μετά‐ νοιαν ὅτι τὴν θείαν φιλανθρωπίαν ἐκκαλεῖται πρὸς ἔλεον. οἱ
5δὲ τούτων ἐναντίοι μετάμελον θρέψαι τὸν ἄνδρα μετὰ τὴν ἀναχώρησιν ἔλεγον, καὶ κατὰ τοῦτο τῆς μεταβιώσεως μὴ ἀπόνασθαι. οἱ δὲ τὸ ῥεῦσαν ἁγιωσύνης ἔργον ἐτίθεντο διὰ τὴν μετὰ ταῦτα μᾶλλον μετάνοιαν, καὶ τὸ δειχθῆναι πᾶσιν ὡς οὐκ ἔστιν ἁμάρτημα τὸ τὴν θείαν εὐμένειαν βιαζόμενον,
10εἰ τῶν κακῶν τις ἐκκλίνας τὸ ἀγαθὸν ἕλοιτο. ἐγὼ δὲ ἀμφο‐ τέρων τὴν γνώμην ἐπαποδέχομαι τῷ τὴν μὲν κωλυτικὴν εἶναι μελλόντων κακῶν, τὴν δὲ προτρεπτικὴν ἀπὸ τοῦ χείρονος πρὸς τὸ βέλτιον· καὶ οὐδενὸς τὴν ἥττω καταψηφίζομαι. Ἀλλ’ ὅ μοι λέγειν ὁ λόγος ὥρμητο, ἐπιλαβόμενος τῶν
15βασιλικῶν σκήπτρων Κωνσταντῖνος ὁ Δούκας συνήθροισε τὰ σωματεῖα τῆς πόλεως, καὶ λόγους ἐπιεικείας γέμοντας ἐδη‐ μηγόρησε πρὸς αὐτούς, “ἐμὲ” φήσας, “ὦ ἄνδρες, βασιλέα τε‐ θεικὼς τῶν ἐπὶ γῆς ὁ βασιλεύων ἐν οὐρανοῖς τῆς ἁπασῶν μεγίστης τιμῆς πεποίηκε μέτοχον. ἐγὼ δὲ οὐκ ἂν ψεύσαιμι
20τὰς πρὸς ἐκεῖνον συνθήκας, ἀλλ’ εὐμενὴς καὶ φιλάνθρωπος
ἔσομαι, πατήρ τε τοῖς νέοις, καὶ τοῖς ἥλιξιν ἀδελφός, καὶ70

71

βακτηρία τοῖς γέρουσι, καὶ παῖς τῇ διαθέσει καὶ μιμήσει τῆς φύσεως. εὐθηνήσετε δὲ ἐν ἐμοί, καὶ τὸ προφητικὸν πλη‐ ρωθήσεται· ἀλήθεια γὰρ ἐκ τῆς γῆς ἀνατελεῖ, καὶ δικαιο‐ σύνη ἐκ τοῦ οὐρανοῦ διακύψει, καὶ οὐδεὶς ἔσται καθάπαξ ἐπὶ
5τῶν ἡμῶν ἡμερῶν ὁ στεναγμῷ καὶ κλαυθμῷ καὶ στερήσει ἀδίκῳ συγχυθησόμενος.” ταῦτα εἰπών, καὶ συναποκρύψας ἑαυτόν, ὡς ἔθος τοῖς βασιλεῦσι, παραπετάσματι σὺν εὐφημίᾳ, μεγί‐ σταις ἐλπίσι καὶ φιλανθρώποις μετέωρον εἰργάσατο τὸ ὑπή‐ κοον. τὸ δ’ ἀπὸ τοῦδε τῆς τῶν πραγμάτων ἐχόμενος ἀντιλή‐
10ψεως ἀνθαμιλλωμένῳ ἐῴκει τοῖς ἑαυτοῦ καὶ προχαράττειν ἄλλ’ ἄττα, τοῦ ἐπιεικοῦς καὶ μετρίου μὴ ἀφιστάμενος. πε‐ ποίηκε δὲ καὶ τιμήσεις, καὶ ἦσαν οἱ τιμηθέντες πολλοὶ τῶν τε τῆς ἀγορᾶς καὶ τῆς συγκλήτου βουλῆς. ἀνώρθωσε δὲ καὶ τοὺς ἤδη παρὰ τοῦ πρὸ αὐτοῦ βεβασιλευκότος τῶν οἰκείων
15ἐκπεπτωκότας τιμῶν· καὶ γὰρ ἐκεῖνος τοὺς τῷ καθαιρεθέντι παρ’ αὐτοῦ βασιλεῖ προσῳκειωμένους πολλοὺς ὅσους παγα‐ νοὺς ἐξ ἐντίμων ἀπέδειξε, καὶ εἰς τὰς σφῶν αὐτῶν ἀξίας πάλιν ὁ Δούκας ἀνεκαλέσατο. Ἔτι δὲ τοῦ κράτους αὐτῷ συναυξανομένου ἐπέστη τὰ
20τῆς ἐπετείου ἑορτῆς τοῦ ἐν μάρτυσι περιωνύμου ἁγίου Γεωρ‐ γίου. μετὰ δὲ τὴν τοῦ θείου πάσχα σωτήριον ἐπιφοίτησιν καὶ ὁ βασιλεύς, ὡς ἦν ἀπὸ τοῦ Μονομάχου τεθεσπισμένον
τοὺς κατὰ τὴν ἡμέραν βασιλεῖς εἰς τὸ τοῦ ἁγίου φοιτᾶν71

72

μαρτύριον, ὅπου περ αὐτὸς οἰκοδομὰς λαμπρὰς καὶ πολυτε‐ λεῖς καὶ βασιλεῦσι προσηκούσας ἐπήξατο, πληρῶν ἐντολὴν αἰ‐ δοῖ τοῦ ἐντειλαμένου, μᾶλλον δὲ τῇ τοῦ μάρτυρος ἐπευφραι‐ νόμενος ἑορτῇ καὶ κομίσασθαι μέλλων τὸ προσωρισμένον τά‐
5λαντον ἐπὶ δεξιώσει τῆς παρουσίας, παρεγένετο θύσων αὐτῷ βασιλικῶς τὴν τιμήν. καὶ μέντοι καὶ τὴν ἑορτάσιμον ἡμέραν διηνεκῶς ἐπέμενεν ἐκεῖσε, τὴν διαγωγὴν οὐκ ἀηδῆ καθορῶν. τινὲς δὲ τῶν τῆς βασιλευούσης κακοήθως διατεθέντες, ὡς τοῦ βασιλέως χαρακτῆρας παραγυμνοῦντος οὐκ εὐγενεῖς καὶ ἀστα‐
10τοῦντος τοῖς λόγοις καὶ πρὸς τὸ βασιλικὸν ὀλισθαίνοντος χά‐ ρισμα, τὸ δὲ καὶ μεταβολῆς ἐρῶντες ἐλπίδι λημμάτων και‐ νῶν, βουλὴν πονηρὰν ἐξαρτύσαντες ἄρτι προβεβουλευμένην αὐτοῖς, μεταδιδόασι τῆς λύμης αὐτῆς οὐ μόνον στρατιωτῶν τισὶ τῶν περὶ τὴν ἤπειρον ἀλλὰ καὶ τοῖς ἀπὸ τοῦ βασιλικοῦ
15στόλου καὶ τῆς κατὰ θάλασσαν δορυφορίας τε καὶ δυνάμεως. καὶ ἦν αὐτοῖς διεγνωσμένον τε καὶ συγκείμενον ἵνα τοῦ βα‐ σιλέως ἔτι ταῖς μαρτυρικαῖς ἐμφιλοχωροῦντος σκηναῖς ὀρθριώ‐ τερον, πρὸ τοῦ διαγελᾶν ἀπάρξασθαι τὴν ἡμέραν, οἱ μὲν σὺν ἀλαλαγμῷ καὶ βοῇ καὶ θορύβῳ μεγίστῳ τὰς τῆς πόλεως
20πλατείας διαταράξωσι, καὶ ταῖς φρουραῖς προσβαλόντες ἀνά‐ στατον ἅπαν τὸ ἔμφρουρον ἀπεργάσωνται, καὶ πολλοὺς τῶν ὁμοίων πρὸς ἀνταρσίαν διερεθίσωσιν, οἱ δὲ τῆς βουλῆς αὐ‐ τοῖς συμμετέχοντες ναυτικοὶ τοῖς ἀκατίοις πρὸ τῶν ἄλλων
προσοκείλωσι τῇ χέρσῳ τῶν μαρτυρικῶν ἐκείνων σκηνῶν, καὶ72

73

τὸν βασιλέα κατιόντα τῷ κυδοιμῷ κατεπτοημένον, καὶ πρὸς τὰ βασίλεια μέλλοντα παραγενέσθαι καὶ κατασφαλισθῆναι πρὸς τὴν ἐπιβουλήν, ὃ πάντως ἀναγκαίως ποιῆσαι τοῦτον προέ‐ κειτο, ὑποδέξωνται τοῖς ἑαυτῶν ἀκατίοις καὶ πελάγιοι γε‐
5νόμενοι τῷ βυθῷ παραδώσουσι. καὶ ἦν ἡ γνώμη δεινή τις καὶ ἄφυκτος, καὶ πανταχόθεν σοβοῦσα τὸ θήραμα καὶ πλεκτάναις κατά γε τὴν ἀνθρωπίνην ἀσθένειαν τοῦτον συγ‐ κατασχεθῆναι καὶ θηραθῆναι συνάγουσα. τοῦ δὲ διασκε‐ δάζοντος βουλὰς ἐθνῶν καὶ λογισμοὺς ἀθετοῦντος ἀρχόν‐
10των Κυρίου ἀπερίτρεπτος μένουσα ἡ βουλὴ τὰς τῶν γηί‐ νων σκαιωρίας παρέσφαλε, καὶ παρ’ ἐλπίδα τὴν σωτηρίαν τῷ ἀπεγνωσμένῳ πανταρχικῶς ἐχαρίσατο. ὡς γὰρ ἡ στάσις ἀνῆψε καὶ θόρυβος ἀνερριπίσθη πολύς, αἵ τε ἀγγελίαι φθάνουσαι ἑτέρα τὴν ἑτέραν τῷ βασιλεῖ προσεφοίτησε, καὶ ὁ δῆμος ἅπας
15συνεκροτεῖτο καὶ συνηθροίζετο, καὶ ταραχῆς ὑπῆρχον τὰ κατὰ τὴν πόλιν ἀνάμεστα καὶ συγχύσεως, συσκευασάμενος οὗτος ὁ βασιλεὺς ἅμα τῇ Αὐγούστῃ καὶ τοῖς ἐξ αὐτῶν γεννηθεῖσιν εἰς τὴν γείτονα κατῆλθον ἀκτήν, καὶ μὴ εὑρόντες τῶν βασι‐ λικῶν πλοίων τινὰ εἰς τὸ προσορμίσαν νέον ἔκ τινος ἀπροό‐
20πτου καὶ δεξιᾶς τύχης, μᾶλλον δὲ προνοίας ἀρρήτου θελήμα‐ τος, ἀρχοντικὸν πλοιάριον, ὡς εἶχον σπουδῆς, ἀνέβησαν. καὶ τῶν βασιλείων εὐθὺ τῆς εἰρεσίας ἀγούσης ἐπικατέλαβε τὸ τῆς ἀνοσίας βουλῆς μετεσχηκὸς ἀκάτιον, τὸν βασιλέα προκα‐
λούμενον εἰσελθεῖν ἐν αὐτῷ ὡς σπουδαιότερον δῆθεν ἀχθη‐73

74

σόμενον δι’ αὐτοῦ. ὡς δ’ ἀπεπέμπετο καὶ κατὰ χώραν ὁ θηρευόμενος ἔμενε, καί τι προύργου πράξειν ἀπηναισχύντουν οἱ ἐν αὐτῷ, προσαράσσειν ταῖς κώπαις οὐκ ἐξ εὐπλοίας σχη‐ ματιζόμενοι. διασωθέντος τοίνυν τοῦ βασιλέως ἀθιγοῦς ἐν
5τοῖς ἀνακτόροις, ἐπεὶ καὶ ὁ τούτου αὐτάδελφος διὰ τῆς ἀγορᾶς προῄει προπορευομένων αὐτοῦ καὶ περικυκλούντων στρατιωτῶν ἐγχεσιμάχων, διάλυσιν ἐλάμβανε τὰ τῆς στάσεως· τοῦ γὰρ ἄλλου πλήθους τῆς πόλεως μὴ συναποστατῆσαι θε‐ λήσαντος καὶ συνδιαφθαρῆναι τῇ τῶν ἐπιβούλων σκαιότητι,
10φόβος κατέσχεν αὐτούς. καὶ οἱ μὲν ἐπισημότεροι καὶ τὰς ὡπλισμένας ἤδη παραγυμνώσαντες τῷ μεγάλῳ καὶ περιωνύμῳ ναῷ τῆς τοῦ θεοῦ σοφίας προσέδραμον, τὴν περὶ ψυχῆς σω‐ τηρίαν τῶν ἄλλων ἁπάντων, χρημάτων τέ φαμεν καὶ κτημά‐ των, ἀνταλλαττόμενοι· οἱ δὲ λαθεῖν οἰηθέντες ἐπὶ τὰς ἑαυ‐
15τῶν κατοικίας καὶ συναυλίας ἑτέρας διεσκεδάσθησαν. ἐξῆλθε δὲ καὶ ὁ τῆς πόλεως ἔπαρχος μετὰ τὸ τὴν πολλήν, τὸ τοῦ λόγου, τυφθεῖσαν θάλασσαν, τὸ φλεγμαῖνον καὶ αὐτὸς κατα‐ στέλλων, καὶ συνεμίγη τῷ τοῦ βασιλέως ὁμαίμονι κατὰ τὴν ἀγορὰν προοδεύοντι. ἦσαν γὰρ ἀναλαβόμενοι πάντες ἑαυτούς,
20καὶ τούτων συγκροτοῦντες τὰ νικητήρια, καὶ τοῖς βασιλεῦσι τὸ κράτος ἐπικροτοῦντες, καὶ σὺν εὐφημίαις καὶ θυμιάμασι πλείσταις τὴν προπομπὴν ἐργαζόμενοι. Ὡς δὲ κατάστασις ἔσχε καὶ νηνεμία τουτὶ τὸ κλυδώ‐
νιον, καὶ παντελὴς πληροφορία τοῖς περὶ τὸν βασιλέα καὶ74

75

αὐτῷ βασιλεῖ γέγονεν ὡς μερική τις δυσβουλία καὶ συνέ‐ λευσις συνετάραξε τὸ ὑπήκοον, οὐχὶ συνθήκη κοινὴ καὶ συγκίνησις ἐξεπολέμωσε τοῦτον, καὶ θάρσους ἐνεπλήσθησαν, εἰς ἔρευναν εὐθὺς διανέστη καὶ τῶν τετολμημένων ἐκδίκησιν
5ὁ κρατῶν. καὶ ἐπεὶ λαθεῖν οὐκ ἐνῆν τοὺς τοσούτου κακοῦ πρωτεργάτας καὶ στασιαστὰς καὶ συνίστορας, ἤγοντο τούτων συχνοί, καὶ καθοσιώσεως εἰς βασιλέα φερομένης ἐκρίνοντο. καὶ οἱ μὲν εἱρκταῖς δημοσίαις, οἱ δὲ ἀμειδέσιν οἰκίσκοις ἐδί‐ δοντο. ἄλλοι δὲ τούτων τὸν θάνατον ἐκκλῖναι σπουδάζοντες,
10ὑποσχέσεσιν ἐλευθερίας σαινόμενοι, προεδίδουν ἑτέρους. καὶ καθ’ ἑκάστην συνελαμβάνοντο συχνοί, καὶ φόβος εἶχε τοὺς πλείστους ἵνα μὴ συλληφθῶσι κατηγορούμενοι. τέως δὲ μα‐ στιγώσας τούτων τινὰς ὁ κρατῶν, καὶ εἰς φῶς τοὺς ἐπιβού‐ λους προαγαγὼν οὐδὲ πρὶν ἀγνοουμένους διὰ τὸ ἐκραγῆναι τὸ
15μελετώμενον, φυγῇ τούτους καὶ δημεύσει προσεζημίωσε, μη‐ δένα δι’ αἵματος τιμωρήσασθαι ἀνασχόμενος, ἀλλ’ εὐψύχως τὴν παροινίαν καὶ μετριώτερον ἐνεγκών. πρὸ δὲ πάντων ὁ εἰρημένος ἔπαρχος, συνειδότος κατηγορηθεὶς καὶ κριθείς, ὑπε‐ ρορίᾳ καὶ δημεύσει κατὰ τὴν αὐτὴν ἡμέραν τῆς ταραχῆς ὑπε‐
20βλήθη, εἰσιὼν μὲν εἰς τὰ βασίλεια ὥς τι τῶν δεόντων κα‐ τωρθωκὼς καὶ τὸ στασιάζον κατευνακώς, ἀφαιρεθεὶς δὲ τὴν ζώνην καὶ τὰ παράσημα καὶ κατάκριτος ἀπροσδοκήτως γε‐
νόμενος.75

76

Ἐπόθησε δὲ τῶν ἄλλων ἁπάντων ὁ βασιλεὺς ἐπέκεινα τήν τε τῶν δημοσίων χρημάτων ἐπαύξησιν καὶ τῶν ἰδιωτικῶν δικῶν τὴν ἀκρόασιν, καὶ τούτοις τὴν μείζονα φροντίδα κατεκένου τῆς βασι‐ λείας, τῶν ἄλλων ἧττον βασιλικῶν ἀντεχόμενος, στρατιωτικῶν
5φημὶ καὶ στρατηγικῶν πλεονεκτημάτων καὶ τῆς ἐντεῦθεν εὐδο‐ ξίας, τοῖς εἰρημένοις πολιτικοῖς εὐδοκιμεῖν προαιρούμενος. διὰ δὴ ταῦτα καὶ συκοφαντικαῖς ἐπηρείαις καὶ σοφιστικαῖς μεθόδοις καὶ δικανικῶν προβλημάτων ἐσμῷ καὶ σεκρετικῶν ζητημάτων ἐπιπλοκαῖς τὸ Ῥωμαϊκὸν ἐκλονεῖτο, καὶ κοινὴ μελέτη τοῖς ἅπασι
10τὸ κατορθῶσαι τὰ τοιαῦτα ἐγίνετο, ὡς καὶ αὐτοὺς στρατιώ‐ τας μεταβαλεῖν καὶ μεταμαθεῖν τὰ πρὸς τὴν τούτων γνῶσιν παράγοντα. καὶ τοῦ βασιλέως εὐπροσίτου καὶ μετριόφρονος ὄντος καὶ ἧττον περὶ τὸ σῶμα κολαστικοῦ καὶ τὰ περὶ τὸ θεῖον εὐσεβεῖν δοκοῦντος ὡς μάλιστα, φιλοπτώχου τε πέρα
15τοῦ δέοντος καὶ φιλομονάχου καθισταμένου, καὶ διεπτοημέ‐ νου περὶ τὰ ἱερά, ἡ πρὸς τὰ λεχθέντα ἕτερα κεφάλαια εὔνοια τὴν τῶν τοιούτων προτερημάτων ἤμβλυνεν ἐπιμέλειαν, καὶ κατὰ σφᾶς αὐτὰς ἀρετὴ καὶ κακία περὶ τὸ αὐτὸ ὑποκείμενον μονονουχὶ ἐστασίαζον. ἐνίκα δὲ παρὰ πολλὰς ψήφους τὸ δυ‐
20σπαθές, ὅσῳ καὶ πλείονι μερίδι ἐφήπλωτο. τὸ γὰρ εὐσεβὲς καὶ τὸ φιλόπτωχον ἅμα καὶ φιλομόναχον καὶ τὸ μὴ πρὸς κόλασιν δι’ αἵματος ἕτοιμον, καὶ αὐτὸ τὸ εὐπρόσιτον, ἐπαίνων μὲν
οὐδεὶς ἦν ὁ μὴ ἀξιῶν, πλὴν ἀλλὰ τῷ ἔχοντι μόνῳ τὴν ὄνη‐76

77

σιν ἐπιφέρειν ἐδοκιμάζοντο, καί τισιν ὀλίγοις τῶν προσιόντων ἢ ὁμαλῶς προδεχθέντων αὐτῷ· τὸ δὲ φειδωλὸν καὶ ἄγαν ποριστικὸν τῶν δημοσίων χρημάτων, ἔστιν οἷς καὶ οὐκ ἐν εὐπροσώποις αἰτίαις, καὶ τὸ κατ’ ἐξουσίαν δικαστικόν, καὶ τὸ
5καταφρονητικὸν τῆς στρατιωτικῆς εὐπραγίας καὶ στρατηγικῆς καὶ ἀκρητικῆς εὐπαθείας πολλῶν καὶ σχεδὸν ἁπάντων τῶν ὑπὸ Ῥωμαίοις τελούντων λυμαντικὸν ἐψηφίζοντο. ἠγείρετο γὰρ πολὺς γογγυσμὸς τῶν τε καταδικαζομένων οὐ νομικῶς καὶ τῶν κατηγορουμένων σοφιστικῶς, καὶ τῶν ἀπαιτουμένων
10εἰς τὸ δημόσιον ἐνίοτε ἀχρεώστητα, καὶ τῶν δεχομένων φο‐ ρολογικὰς ἐπαυξήσεις ἐπαρχιῶν, καὶ τῶν καταδρομὰς ὑφι‐ σταμένων βαρβαρικὰς διὰ τὸ μὴ κατὰ λόγον τὸν στρατιωτι‐ κὸν κατάλογον γίνεσθαι. ἐλέγετο δὲ μὴ τῆς τοῦ βασιλέως φύσεως ἔργα ταῦτα (εἶναι γὰρ τοῦτον πρὸ τῆς ἀρχῆς ἄφθο‐
15νον τὰ πάντα καὶ ἀπειρόκακον καὶ τῆς ἐλεημοσύνης ὁλοσχε‐ ρῶς ἐφαπτόμενον), ὑποφθορᾶς δὲ τινῶν καὶ παραινέσεως φι‐ λοπράγμονος, ὅσοι τῆς πρὸς τὰ βασίλεια οἰκειώσεως μεῖζον οὐδὲν οὐδ’ ὑπέρτερον ἥγηνται, ἵνα τὸ εὐμενὲς τοῦ κρατοῦν‐ τος συλήσωσιν.
20 Ἀλλ’ οὔτε τὸ τῆς ἀρετῆς τοῦ βασιλέως μέρος ἀγέραστον οὔτε τὸ ἄλλως ἔχον ἀνώλεθρον τῇ Ῥωμαϊκῇ ἐπικρατείᾳ δια‐ μεμένηκε. περὶ μὲν γὰρ τῶν ἐντός, ὅπως καλῶς ἔσχε τῷ βα‐
σιλεῖ, καὶ ὡς ἦν αὐτῷ βουλητόν, τῶν παίδων ὧν μὲν ἰδιωτῶν77

78

συνανελθόντων τούτῳ εἰς τὰ ἀνάκτορα καὶ συμβασιλεύειν γεγενημένων, ὧν δὲ μετὰ τὴν βασιλείαν γεννηθέντων καὶ αὐ‐ τόχρημα βασιλέων ἀναδειχθέντων καὶ τῇ πορφυρίδι κατὰ τὸν τῶν Ῥωμαίων ἐθισμὸν συναναδοθέντων, καὶ τοῦ τῆς Αὐγού‐
5στης ἐν ἐαριζούσῃ τῇ ἡλικίᾳ ἄνθους, οὐ πολὺς λόγος οὐδὲ παράθεσις πρὸς τὴν τῶν ἀντικειμένων τουτωνὶ ἅμιλλαν. τὸ δὲ εἰς κοινὸν ἧκον ὄφελος ἐξεταστέον ὡς προδιείληπται. τῆς μὲν γὰρ κακίας ταῦτα ἐπίχειρα. κατὰ μὲν τὴν ἑώαν ἐληί‐ ζοντο πάντα καὶ διεφθείροντο. τῇ δὲ τῶν Νεφθαλιτῶν Οὔν‐
10νων ἤτοι τῶν Τούρκων ἐπιδρομῇ καὶ κατισχύσει, καὶ τῇ βιαίᾳ ὑποχωρήσει καὶ δείματι τῶν ἠμελημένων στρατιωτῶν ἐκ τοῦ Ῥωμαϊκοῦ καταλόγου, καὶ συνεχεῖς ὑπῆρχον αἱ ἐκδρομαί. καὶ ἡ εὐδαίμων χώρα τῆς Ἰβηρίας παντελῶς κατηρείπωτο, ἤδη προκατειργασμένη ὡς εἴπομεν. μετελάμβανον δὲ τοῦ δεινοῦ
15καὶ ὅσαι ταύτῃ παρέκειντο, Μεσοποταμία τε καὶ Χαλδία, Μελιτηνὴ καὶ Κολώνεια καὶ τὰ τῷ Εὐφράτῃ συγκείμενα πο‐ ταμῷ· καὶ εἰ μὴ στρατεύμασιν ἐνίοτε, μᾶλλον δὲ φήμαις δυνάμεων διείργοντο τὰ τῶν βαρβάρων, καί τις ἀρχηγὸς τού‐ των Χωροσάλαρις οὕτω λεγόμενος, ἕτερος δὲ Ζαμούχης, τὴν
20ἥττω συμβαλόντες τύχῃ τινὶ ἀγαθῇ ἐκληρώσαντο, κἂν καὶ μέχρι Γαλατίας καὶ Ὁνωριάδος καὶ αὐτῆς Φρυγίας τὸ ἀν‐ τίπαλον περιέδραμε. καὶ ὅτι μὲν ἀνάγκης κατεπειγούσης
ἐστέλλετο στρατιωτικόν, οὐκ ἀπὸ τρόπου· ὅτι δὲ ψιλὸν καὶ78

79

ἀπρόθυμον τῇ τοῦ ὀψωνιασμοῦ ὑστερήσει, εἰπεῖν δὲ καὶ τὸ κάκιστον μέρος, ὡς τῶν κρειττόνων ἀπελαυνομένων τῆς στρα‐ τείας διὰ τὸ μείζονος τυγχάνειν βαθμοῦ τε καὶ ὀψωνιασμοῦ, καταγνώσεως οὐκ ἀπῆν τὸ γενόμενον, μηδενὸς γενναίου κα‐
5τορθουμένου, καὶ τῆς Ῥωμαϊκῆς ποτὲ μεγαλοπρεπείας καὶ ἰσχύος ἀνάλογον. ἐξ οὗ συνέβαινε τοὺς μὲν Ῥωμαίους δυ‐ σπαθεῖν καὶ καταπληκτικοὺς ἡγεῖσθαι τοὺς ἐναντίους καὶ μηδὲ φωνὴν ὑπομένειν αὐτῶν, ἐκείνους δὲ ἐναβρύνεσθαι καὶ ἀγε‐ ρωχεῖν καὶ μετὰ πολλῆς προσρήγνυσθαι πεποιθήσεως, ὡς
10πρὸς ἡσσηθέντας πολλάκις ποιουμένους τὸν πόλεμον. ἐξ οὗ καί τι συνηνέχθη παραλογώτατον καὶ οὐκ ἀνίαν μόνον ἀφό‐ ρητον ἀλλὰ καὶ τῆς Ῥωμαϊκῆς ἐπικρατείας ἐπιφέρον ἐλάττωσιν καὶ ἰσχύος μεγίστης ἀφαίρεσιν. Τὸ Ἀννίον πόλις ἐστὶ μεγάλη καὶ πολυάνθρωπος, καὶ
15πανταχόθεν τάφροις οὐ χειροποιήτοις ἀλλὰ φυσικαῖς κοιλάσι καὶ ἀδιεξοδεύτοις καὶ πέτραις ἀποτόμοις συμπεριειλημμένη, καὶ ποταμῷ βαθυδίνῃ καὶ ἀβάτῳ περιεζωσμένῃ τὸ μέρος καθ’ ὅπερ ἀπορρῶγες καὶ φάραγγες ἐπιλείπουσι· καὶ βραχύς ἐστι τόπος ὁ τὰς ἀμφόδους ἔχων τῆς πόλεως, καὶ οὗτος μετεώροις καὶ ἰσχυ‐
20ροῖς κατωχύρωται τείχεσι. ταύτην ὁ τῆς ἀοιδίμου λήξεως βασιλεὺς ὁ Μονομάχος ἀξιομάχῳ πρότερον στρατιᾷ παραστή‐
σασθαι διαγωνισάμενος οὐκ ἠδυνήθη· συνθήκαις δὲ καὶ με‐79

80

γίσταις ἐπαγγελίαις τὸν ἄρχοντα ταύτης καταστησάμενος εὔ‐ ελπιν, συνέπεισε μεταθέσθαι πρὸς τὰ ἡμέτερα καὶ τὴν πόλιν θέσθαι Ῥωμαίοις. καὶ ὁ μὲν μὴ διαψευσθεὶς τὰς ἐλπίδας ἐν εὐπαθείαις καὶ ἁβρότησι καὶ ἀντιδόσεσι κτήσεων καὶ ἀξιω‐
5μάτων μεγίστων τὸν βίον εἷλκεν ἐπέραστον· ἡ δὲ πόλις, χώραν τε πολλὴν ἔχουσα καὶ πολίχνια ὑπ’ αὐτήν, δουκικῇ κατεκοσμήθη ἀρχῇ, πρὸς τοῖς Συριακοῖς τοῦ Τιβίου διακει‐ μένη ὁρίοις, καὶ ἦν ἡμῖν χαράκωμα μέγιστον καὶ ἀποτροπὴ τῶν ἐκεῖθεν εἰσβάλλειν μελλόντων βαρβάρων εἰς τὴν Ἰβηρι‐
10κήν. τὸ δὲ φειδωλὸν τοῦ κρατοῦντος καὶ ταύτης τοὺς Ῥω‐ μαίους ἐστέρησεν. ἐπεὶ γὰρ σιτηρέσιον καὶ ὁ ἐν ταύτῃ σα‐ τράπης ἐλάμβανε, προσελθών τις Ἀρμένιος Παγκράτιος οὕτω καλούμενος τῷ βασιλεῖ, συντίθεται τούτῳ καὶ ὑπισχνεῖται χωρίς τινος ἀπολήψεως τὴν τοιαύτην ἀρχὴν μετελθεῖν καὶ
15κρειττόνως συντηρῆσαι τὸ ἄστυ, καὶ ὅση τούτῳ παραπέφυκε σύγκτησις. καὶ λαμβάνει τὸν βασιλέα τῇ ὑποσχέσει συνεπι‐ νεύοντα, καὶ δοὺξ ἀποδείκνυται, καὶ καταλαμβάνει τὴν ἐν τούτοις ἡγεμονίαν. ἀναξίως δὲ τὰ πράγματα διοικῶν, καὶ μήτε τῇ ἀκροπόλει σῖτον ὡς τὸ εἰκὸς προμηθούμενος μήτε
20ἄλλο τι ἢ πολεμικὸν ἢ πολιτικὸν ὀρθῶς καὶ βεβαίως ἐμπο‐ ρευόμενος, εἰς μεγάλους κινδύνους τὴν θαυμασίαν παρενέ‐ βαλε πόλιν. παροδεύων γὰρ ὁ σουλτάνος ἐκεῖθεν παν‐
στρατιᾷ (τοῦτο γὰρ ἦν ὄνομα τῷ τούτων ἐξάρχοντι) παρ’80

81

αὐτοῦ καὶ τοῦ ἐπαποσταλέντος βασιλικοῦ ἀνδράποδος εἰς οὐδὲν δέον κατὰ τῆς τοιαύτης ἐκπεπολέμωται πόλεως. τούτου γὰρ ἀθιγῆ τὴν ὑπὸ Ῥωμαίους παρερχομένου, οὗτοι τῆς οὐραγίας καὶ τῶν ὑστερούντων τῷ κόπῳ φιλοκερδῶς ἐξαπτόμενοι πολ‐
5λοὺς ἀνῄρουν καὶ τούτους ἐσκύλευον, ἕως ἡ φήμη ταχύτατα πρὸς τὸν σουλτάνον διέδραμεν. ὁ δὲ τὴν ὕβριν μὴ ἐνεγκὼν (ἀνῆπτε γὰρ τὴν ὀργὴν καὶ τὸ τῶν συνόντων αὐτῷ στρατιω‐ τῶν πλῆθος, μὴ ἀνεχομένων τὴν παροινίαν καταλιπεῖν ἀτιμώ‐ ρητον) θυμοῦ πνέων καὶ ἰταμότητος εἰς τὸ Ἀννίον ἐπάνεισι,
10καὶ καταστρατοπεδεύει πρὸ τούτου, καὶ τῆς πολιορκίας μετὰ πολλῆς ἀπάρχεται τῆς παρασκευῆς. οἱ δ’ ἔνδον φρουρὰν ἱκανὴν μὴ ἔχοντες (περιεῖλε γὰρ καὶ ταύτην χρηματισμὸς οὐκ ἀκίνδυνος ὑποσχομένου τοῦ ἀμίσθου τουτουὶ στρατηγοῦ καὶ ταύτης χωρὶς φυλάξαι καὶ κέρδος τῷ δημοσίῳ ποιῆσαι
15τὰ ἐν αὐτῇ δαπανώμενα) ἀντέσχον μὲν πρὸς καιρόν, οἷα δ’ ἔμποροι καὶ πολεμικῶν μηχανημάτων καὶ προβλημάτων ἀπεί‐ ρατοι, καὶ ἄρχοντος χηρεύοντες εὐγενοῦς, μᾶλλον δὲ τὴν ἀρ‐ χὴν ὀρῶντες διχοστατουμένην καὶ τεμνομένην τῷ τὸ μὲν βα‐ σιλικὸν ἀνδράποδον τὸ πᾶν μεθέλκειν εἰς ἑαυτό, τὸν δὲ Παγ‐
20κράτειον εἰς ἑαυτὸν τὸ κράτος ἀντισφαιρίζειν, καὶ στασιάζον ὁρῶντες τὸ κρατοῦν, ἄλλως τε καὶ πληγέντες ζημίᾳ τὸ πρό‐ τερον ἐφ’ ᾧ δώροις ἐκμειλίξασθαι τὴν τοῦ πολεμήτορος ἀγ‐
ριότητα, ταῖς συχναῖς ἀπειρηκότες προσβολαῖς καὶ κατασει‐81

82

σθέντες τοῖς σπαραγμοῖς τῶν τειχῶν εἰς φυγὴν ὥρμησαν, καὶ γνόντες τὴν τούτων προαίρεσιν οἱ πολέμιοι ὁμόσε ταῖς πύ‐ λαις σὺν ἀλαλαγμῶ πολλῷ καὶ βοῇ διωθήσαντο, καὶ ταύτας καὶ μέρη τοῦ τείχους ἐπιθετικῶς καταστρέψαντες αἱροῦσιν
5ἀνὰ κράτος τὴν πόλιν, καὶ γίνεται φόνος τῶν ἔνδον ἀμύθη‐ τος. οὔτε γὰρ ἡλικίας οὔτε φύσεως οὔθ’ αἱρέσεως ἔλεος ἦν, ἀλλὰ πάντες ἡβηδὸν ἀνῃροῦντο, καὶ ποταμὸς αἵματος τὴν οἰκτρὰν ταύτην καὶ δύστηνον κατεδίαινε πόλιν. περιεσώθη δὲ τοῦ κρατίστου ταύτης πολλοστημόριον, σὺν τοῖς κακίστοις
10ἡγεμόσιν εἰς τὴν ἀκρόπολιν ἀνιόν. τῶν δ’ ἐν χερσὶ γενομέ‐ νων ὅσοι κατά τινα χρηστοτέραν συγκύρησιν τὸν ἐκ τοῦ σι‐ δήρου διέφυγον ὄλεθρον, αἰχμαλωσίᾳ πικρᾷ παρεδόθησαν. ἀλλὰ καὶ οἱ τῆς ἀκροπόλεως μητ’ ἐπισιτισμὸν ἔχοντες, καὶ τῇ σπάνει τῶν ἀναγκαίων τρυχόμενοι, ὁμολογίαις ὕστερον
15ὑποσπόνδοις καὶ μόνης τῆς ζωῆς ἐχούσαις τὴν ἔφεσιν καὶ αὐ‐ τοὶ παραδεδώκασι τὸ κρησφύγετον, καὶ γέγονεν ὑπὸ πολεμίοις τοιαύτη πόλις μετὰ τῶν πολιχνίων καὶ τῶν ὑπαίθρων αὐτῶν δι’ ἀπληστίαν καὶ χρημάτων ἄκαιρον φυλακήν, μὴ εἰδότος τοῦ βασιλεύοντος ὅτι πολλάκις μὲν ὤνησε καὶ διαφόρως ἄφ‐
20θονος χείρ, ἐν δὲ τοῖς ἀναγκαίοις διὰ παντός, ὀλιγάκις δὲ κἀν μὴ τοῖς ἀναγκαίοις κατέβλαψε, καὶ ὡς αὐτὸ τὸ ὄνομα τῶν χρημάτων χρῆσιν ἅμα παρυπεμφαίνει καὶ χρησιμότητα.
Καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν τοῦτον εἶχε τὸν τρόπον82

83

καὶ εἰς τοσοῦτον σκυλμὸν περιήγοντο, τῆς ἐπιδρομῆς καὶ τῆς ἐνέδρας μὴ ληγούσης τῶν ἐναντίων· τὰ δὲ τῆς Εὐρώπης ἐνόσουν μὲν καὶ αὐτὰ ταῖς τῶν Πατζινάκων ἐπιδρομαῖς, σχο‐ λαίως δὲ καὶ βραδέως καὶ μέρει τινὶ τῷ πρὸς αὐτοὺς πλη‐
5σιάζοντι. προετέρουν δὲ ἔν τισι προσβολαῖς οἱ Ῥωμαῖοι καὶ ἧτταν ἀνελαμβάνοντο. οὐ μὴν οὐδ’ ἐκεῖσε κατεπολεμήθη τὸ πολεμοῦν, σπονδαῖς δὲ μόνον εἰρηνικαῖς ἀναστολὴν ἐλάμβα‐ νεν ἡ τοῦ ἔθνους ἐπιδρομή. τὰ δὲ τῆς ἀρετῆς προτερήματα ταῦτα.
10 Τῆς γ’ ἰνδικτιῶνος ἐνστάσης, ἐπάρχοντος τῶν κατὰ τὸν Ἴστρον πόλεων τοῦ τε μαγίστρου Βασιλείου τοῦ Ἀποκάπη καὶ τοῦ μαγίστρου Νικηφόρου τοῦ περιβοήτου Βοτανειάτου, παγ‐ γενεὶ τὸ τῶν Οὔζων ἔθνος μετὰ τῆς ἰδίας ἀποσκευῆς τὸν Ἴστρον διαπεραιωθὲν ξύλοις μακροῖς καὶ λέμβοις αὐτοπρέμ‐
15νοις καὶ βύρσαις, τοὺς διακωλύοντας τὴν τούτων περαίωσιν Βουλγάρους καὶ λοιποὺς στρατιώτας κατηγωνίσαντο, καὶ τοὺς ἡγεμόνας αὐτῶν καίτοι διαγωνισαμένους ἐκθύμως, καὶ μᾶλ‐ λον τοῦ Βοτανειάτου, αἰχμαλώτους παρέλαβον, καὶ τὴν ἐκεῖσε πᾶσαν ἐπλήρωσαν ὕπαιθρον· συνεψηφίζετο γὰρ τὸ ἔθνος εἰς
20ἑξήκοντα μυριάδας ἀνδρῶν. μοῖρα δέ τις οὐκ ἐλαχίστη τῶν ἐκεῖ σπουδαίως ἀπάρασα τὸ Ἰλλυρικὸν ἅπαν ἄχρι Θεσ‐ σαλονίκης καὶ αὐτῆς Ἑλλάδος κατέδραμε καὶ κατεληίσατο,
καὶ λείαν ἤλασεν οὐκ ἀριθμητήν. χειμῶνι δὲ πολλῷ πε‐83

84

ριπεπτωκότες, ὅτε πρὸς τὰ σφέτερα ἤλαυνον, οἱ τὴν τοιαύ‐ την μοῖραν πληροῦντες οὐ μόνον τὰ ἀλλότρια ἀλλὰ καὶ τὰ ἑαυτῶν σχεδὸν ἀπέβαλον ἅπαντες, καὶ δυστυχῶς εἰς τὴν παρεμβολὴν ἐπανέζευξαν. ὁ δὲ βασιλεὺς περὶ τοῦ πληθυ‐
5σμοῦ πυνθανόμενος ἤσχαλλε μὲν καὶ ἠδημόνει, στρατιὰν δ’ ἀξιόμαχον συναθροῖσαι καὶ δυνάμεις ἀφεῖναι τούτοις ὀκνη‐ ρότερος ἦν, ὡς μέν τινες, φειδοῖ τῶν ἀναλωμάτων (ἦν γάρ, ὡς προέφαμεν, φιλοχρήματος ὁ ἀνήρ), ὡς δ’ ἔνιοι, μὴ ἀπο‐ θαρρῶν πρὸς τοιαύτην ἰσχὺν ἀντιπαρατάξασθαι· καὶ γὰρ
10ἅπαντες ἀπρόσμαχον εἶναι τὸ τῶν ἐναντίων πλῆθος καὶ ὅλως ἀκαταγώνιστον συνετίθεντο. μηδὲ γὰρ εἶναι τῶν ἐνδεχομένων ἢ δυνατῶν ὑπενόουν τοσαύτας μυριάδας, πολέμῳ καὶ μάχαις συντεθραμμένας καὶ προχείρους ἐχούσας τὰς δεξιὰς καὶ γε‐ γυμνασμένας πρὸς ἀντικατάστασιν καὶ ἀναίρεσιν, παρατάξει
15κατατροπώσασθαι, καὶ ἀμήχανος ἐδόκει πᾶσιν ἡ λύτρωσις, καὶ μετοικίαν ἤδη τὸ τὴν Εὐρώπην ἅπαν οἰκοῦν ἐβουλεύετο. ὁ δὲ βασιλεὺς πρεσβείαν ἀπεσταλκὼς πρὸς τοὺς ἐθνάρχας αὐτῶν ἐπειρᾶτο, καθ’ ὅσον οἷόν τε, τούτους παρενεγκεῖν καὶ πρὸς καιρὸν καταστεῖλαι καὶ πάλιν εἰς τὴν ὑστεραίαν βου‐
20λεύεσθαι, πολλὰ τούτοις ἐπιστείλας ἐπαγωγά. καὶ μεταπεμ‐ ψάμενος ἐνίους χαρίσμασι τούτους ἐδεξιώσατο. τὸ δ’ ἔθνος μέγιστον ὄν, καὶ πρὸς πορισμὸν τῶν ἀναγκαίων ἐπιρρηγνύ‐
μενον, ἐν πολλοῖς μέρεσι τὴν Εὐρώπην συνέθλιβε. μὴ φέ‐84

85

ρων δ’ ὁ βασιλεὺς τὸν γογγυσμὸν τῶν πολλῶν καὶ τὴν λέ‐ γουσαν φήμην ὅτι φειδωλίας τὰ Ῥωμαίων ἀπεμπολοῦντό τε καὶ καταπροΐεντο, ἔξεισι τῆς βασιλευούσης, καὶ καταντικρὺ τοῦ Ἀθύρος, περὶ τόπον οὕτω καλούμενον Χοιροβάκχους, ἐν
5ᾧ καὶ βασιλικὰς παραπεπήχασι κτήσεις, σκηνὰς ἰδίας ἐπή‐ ξατο καὶ τῶν σὺν αὐτῷ. καὶ ἦσαν πλείους τῶν ρνʹ, οὐ πο‐ σότητι μείζονι. ὅθεν καὶ πολλοῖς θαυμάζειν ἐπῆλθεν ὅπως πρὸς τηλικαύτην ἰσχὺν μετὰ τοσούτων ὁ βασιλεὺς ἀνδραρίων τῆς βασιλευούσης ὑπανεχώρησε, δέον πρότερον τὰς ἑώας δυνάμεις
10συναγαγεῖν καὶ οὕτως ἐξορμῆσαι πρὸς τὰ ἑσπέρια. καὶ ἐῴ‐ κει τῇ μυθευομένῃ τοῦ Διονύσου στρατιᾷ, ὅτε μετὰ τῶν μαι‐ νάδων ἐκεῖνος καὶ τῶν Σειληνῶν ταύτην ἐπ’ Ἰνδοὺς ἤλαυνεν. ἐν τοιαύτῃ δὲ τούτου παρασκευῇ καθεστῶτος, δρομαῖοί τινες ἐκ τῶν ἀπεσταλμένων εἰς τὸν Ἴστρον ἐπανελθόντες παντελῆ
15τοῦ ἔθνους ἀπήγγειλαν ὄλεθρον. προέφθασαν γὰρ οἱ αἰχμα‐ λωτισθέντες ἡγεμόνες ῥυσθῆναι τῆς ἐκείνων χειρός, καὶ γνώ‐ μας εἰσενεγκόντες τῆς αὐτῶν καταλύσεως, φράζοντες ὡς οἱ μὲν λογάδες τῶν Οὔζων σκάφεσιν ἐμβάντες παραινέσει [καὶ] τῶν Ῥωμαϊκῶν ἀρχῶν τῶν ἐν τοῖς Ἰστρικοῖς χείλεσι πόλεων
20τὸν Ἴστρον διαβεβήκεσαν καὶ εἰς τὴν σφῶν αὐτῶν ἐπανέδρα‐ μον, οἱ δὲ περιλειφθέντες, πλῆθος καὶ οὕτως ἀμύθητον, τὸ μέν τι νόσῳ λοιμικῇ καὶ λιμῷ καταπονηθέντες καὶ ἡμιθνῆ‐ τες τυγχάνοντες, τὸ δὲ καὶ τοῖς παρακειμένοις Βουλγάροις καὶ
τοῖς Πατζινάκοις καταπολεμηθέντες, ἄρδην ἀπώλοντο σιδήρῳ85

86

καὶ ὁπλαῖς ἀλόγων ζώων καὶ αὐταῖς ταῖς ἰδίαις ἁμάξαις συμπατηθέντες καὶ ἀναιρεθέντες παρὰ πᾶσαν ἀνθρωπίνην ἐλ‐ πίδα, καὶ εἰς οὐδὲν λογισθέντες οἱ πάντων κρατήσειν ποτὲ προσδοκώμενοι. καὶ ἦν ἡ φήμη τοῦ ἀληθοῦς μὴ ἀπᾴδουσα.
5ὁ δὲ βασιλεὺς παραδόξως διασωθεῖσαν τὴν ὑπ’ αὐτὸν ἰδών, καὶ περιχαρὴς εἰκότως γενόμενος, καὶ τῷ θεῷ καὶ τῇ παναχ‐ ράντῳ καὶ δεσποίνῃ θεοτόκῳ χαριστήρια θύσας, εὐθὺ τῆς βασιλίδος ἐπεπορεύετο. εὗρε δὲ ταύτην ἐκπλήξεως καὶ θαύ‐ ματος γέμουσαν καὶ σῶστρα τῇ ζωαρχικῇ τριάδι καὶ τῇ μη‐
10τρὶ τοῦ θεανθρώπου λόγου λαμπρῶς ἐπιθύουσαν. οἱ δ’ ἐπὶ τῆς Εὐρώπης καὶ αὐτοὶ τὴν εὐχαριστίαν ὅσον εἰκὸς ἀπονέ‐ μοντες, ἀφήγημα μέγιστον καὶ θεῖον ἔργον τὸ ἔργον τοῦτο ἐτίθεσαν. Οὕτως ἐπὶ τοῦ αὐτοῦ βασιλέως καὶ πληγαὶ τῇ Ῥωμαίων
15προσετρίβησαν γῇ, καὶ ἀπαλλαγὴ πάλιν κινδύνου μεγίστου καὶ καταστροφὴ πολεμίων ἀπροσδόκητος ἐπιγέγονε, καὶ ὅσην οὐδεὶς οὐδέπω κατορθώσειν ἐπήλπισε. διὸ καὶ κακίᾳ καὶ ἀρετῇ βασι‐ λικῇ τὰς δυσπραγίας καὶ αὖθις τὰς εὐπραγίας οἱ νουνεχῶς συμ‐ βάλλοντες τὰ πράγματα διεμέριζον. εἰ δὲ τὰ μὲν δύστηνα πάθη
20τῶν ἀνθρωπίνων ἁμαρτημάτων τυγχάνειν ἀντέκτισιν, τὸ δ’ εὐπαθὲς τῆς θείας μόνης ἀντιλήψεως θείη τις καὶ μὴ βασι‐ λικῆς ἔπαθλον ἀρετῆς, ὡς τῆς εὐπραγίας γενικῆς καὶ μὴ εἰ‐
δικῆς καθεστώσης, οὐκ ἂν διαμάρτοι τοῦ πρέποντος· πάντα86

87

γὰρ ἄνωθεν τὰ βελτίονα. ἀλλὰ καὶ τὸ εὐμενὲς πάλιν ἐπι‐ κάμπτεται δι’ εὐχῆς ἐνεργουμένης καὶ συγκροτουμένης εὐα‐ ρεστήσεσιν. ἐπιγράφονται δὲ τοῖς βασιλεῦσι τὰ παρεμπί‐ πτοντα διὰ τὸ καὶ τὴν πλείονα μέμψιν καὶ ἀνίαν τῶν δρω‐
5μένων οὐ συνετῶς, καὶ τὴν εὐφροσύνην ὡσαύτως τῶν κα‐ τορθουμένων ἐπιεικῶς, εἰς αὐτοὺς παραγίνεσθαι, ὥσπερ εἰς τοὺς τῶν ἁρμάτων ἰθυντῆρας καὶ μὴ τοὺς ἵππους τὰ ἐντεῦ‐ θεν ἀποτελέσματα. Τούτου δὲ τοῦ ἔθνους τοῦ Σκυθικοῦ οἱ μὲν τὸν Ἴστρον
10ἀντιπεραιωθέντες λιμῷ δυσθεραπεύτῳ διαφθειρόμενοι, διὰ τὸ καὶ σιτίων ἀπορεῖν καὶ μηδὲ καρπῶν προσδοκίαν ἔχειν ἀσ‐ πάρτου καὶ ἀνηρότου τῆς γῆς αὐτῶν ἐαθείσης, εἰς ὀλίγους ἀπετελεύτησαν. καὶ τούτους φασὶ τῷ τῶν Μυρμιδόνων ἄρ‐ χοντι προσρυῆναι καὶ παρ’ αὐτοῦ διασπαρῆναι ταῖς ἀμφ’
15αὐτὸν πόλεσι, καὶ τὴν ἰδίαν γῆν ἔρημον ἀνθρώπων καταλει‐ φθῆναι παντάπασιν. ὅσοι δὲ προσῆλθον τῷ τῶν Ῥωμαίων βασιλεῖ (καὶ γὰρ προσῆλθον τινές), χώραν λαβόντες δημο‐ σίαν ἀπὸ τῆς Μακεδονικῆς τὰ Ῥωμαίων ἐφρόνησαν, καὶ σύμ‐ μαχοι τούτων ἐξ ἐκείνου μέχρι τῆς δεῦρο γεγόνασι, καθὰ δὴ
20καὶ τῶν Πατζινάκων τινές, ὅσοι τούτοις παρωμοιωμένως με‐ τέθεντο, καὶ ἀξιωμάτων συγκλητικῶν καὶ λαμπρῶν ἠξιώ‐ θησαν.
Πρὸ δὲ τούτου τοῦ ἔτους, κατὰ τὸν σεπτέμβριον μῆνα87

88

δηλαδὴ τῆς δευτέρας ἐπινεμήσεως, εἰκοστὴν καὶ τρίτην ἄγον‐ τος τοῦ αὐτοῦ μηνός, περὶ δευτέραν νυκτὸς φυλακὴν γέγονεν ἀθρόον σεισμὸς τῶν πώποτε γενομένων ἐκπληκτικώτερος, ἐκ τῶν ἑσπερίων μερῶν ἀρξάμενος. τοσοῦτος δὲ ἦν τὸ μέγεθος
5ὡς καὶ οἰκίας ἀνατρέψαι πολλάς, ὀλίγας δὲ ἀνυβρίστους κα‐ ταλιπεῖν. οὐδὲ ναοὶ τῆς τούτου σφοδρότητος ἀθιγεῖς μεμε‐ νήκασιν ἀλλὰ καὶ αὐτοὶ κατά τινα μέρη, ἔστι δ’ οἷς καὶ τὰ πλεῖστα περιερράγησαν· καὶ κίονες ὥσπερ τισὶ λαξευτηρίοις περιεδρύφθησαν. οὐ γὰρ ἅπαξ προσβαλών, ὡς τὰ πολλὰ
10εἰώθει, ἐλώφησεν, ἀλλὰ μετὰ σφοδρότητος κινήσεις τρεῖς προ‐ σεχῶς ἐτελέσθησαν. ἀφ’ ὧν κωκυτὸς μέγιστος καὶ φόβος ὅσος οὐδέπω τοῖς ἀνθρώποις ἐπέπεσε, καὶ τῶν οἰκιῶν ἐξιόντες τὸ σύνηθες ἐπιφώνημα πρὸς θεὸν ἀνεβόων, καὶ γυναῖκες θαλα‐ μευόμεναι, τῷ φόβῳ κατασεισθῆναι, τὴν αἰδῶ περιεῖλον καὶ
15τοῖς ὑπαίθροις ἐφίσταντο, τὴν αὐτὴν ἐπαφιεῖσαι φωνήν. εἶτα τῆς νυκτὸς ἐκείνης ἄχρι τῶν δέκα καὶ δώδεκα τρόμοι τῆς γῆς ἠκολούθησαν, τῶν προηγησαμένων πολλῷ τῷ περιόντι ἐλάτ‐ τονες· ἢ γὰρ ἄν, εἰ τοῖς πρώην ἐξίσωνται, οὐδὲν ἦν τὸ κω‐ λῦσον μὴ οὐχὶ πᾶσαν ὁμοῦ τὴν κτῆσιν δι’ ἧς ἐπεπόλασε καὶ
20ἣν ἐπῆλθεν, ἐκ βάθρων αὐτῶν ἀνατραπῆναι καὶ εἰς οὐδὲν χρησιμεῦσαι, καὶ παγγενεὶ τοὺς οἰκήτορας πάντας οἰκτίστου θανάτου γεύσασθαι. καθ’ ὃν δὴ λόγον καὶ τοῖς φυσιολογοῦσι
περὶ σεισμῶν ὡς εἰκῇ καὶ ἀναισθήτως διὰ τῆς τοῦ ὕδατος ἐν88

89

τοῖς κοίλοις τῆς γῆς κινήσεως καὶ τῆς τῶν ἀνέμων ἐν τούτοις δινήσεως ὁ κλόνος προσγίνεται, ἀνατέτραπται τὸ ἐννόημα. εἰ γὰρ ἐκ μόνης τῆς βίας αὐτῶν, ὁπόταν ἐν τοῖς κοιλώμασι τῆς γῆς περιελιχθεῖεν καὶ διάπνοιαν συμπεπιλημένην λάβοιεν, κα‐
5θὼς οὗτοι φασίν, ἡ συγκίνησις ἐκτελοῖτο, κἂν ἀταξίαν εἶχεν ὁ κλόνος καὶ οὐχὶ μέχρι πτώσεως ἀκαταπτώτου τὴν ἄπλετον ἔληγεν ὁρμήν, ἵνα μὴ τὸ πᾶν αὐτίκα καταποθῇ. νῦν δὲ διὰ τῆς τοσαύτης καὶ συμμέτρου παρακινήσεως δείκνυται θεοση‐ μίας ἔργον ὁ κλόνος, εἰς ἀναστολὴν καὶ παίδευσιν τῶν ἀν‐
10θρωπίνων ὁρμῶν, καὶ τῆς θείας ἀνεξικακίας ἡ ἐπιτίμησις, ἐφ’ ᾧ μὴ ἄρδην ἀπολέσθαι τὸ γένος, ἀλλ’ ἐπιστρέψαι πρὸς τὰ βελτίονα. τὸ δ’ ἐξ ἐπιπνοίας ἀνεμιαίας εἴτε μὴν ὑδάτων κινήσεως γίνεσθαι τὸν σεισμὸν οὐκ ἄκαιρον οὐδ’ αὐτὸ πρὸς φυσικὴν συγκατασκευήν. ἐνδέχεται γὰρ τοῦτο καὶ πάνυ· ἀλλ’
15οὐκ αὐτομάτως ἡ ἐπισκίρτησις (τοῦτο γάρ ἐστι τὸ ἀνατρε‐ πόμενον παρ’ ἡμῶν), ἀλλ’ ἐκ θείου βουλήματος, ὅτι μὴ ἀμέ‐ σως τὸ θεῖον τὰ περὶ τὴν γηίνην φύσιν οἰκονομεῖ. οὕτω γὰρ καὶ ὑετοῦ ἡ νεφῶν συμπίλησις καὶ βροντῆς ἡ τούτων σύγ‐ κρουσις καὶ ἀστραπῆς ἐπὶ ταύτῃ παραίτιοι καταφαίνονται·
20ἀλλὰ τὸ πᾶν τῆς θείας γνώμης κατὰ τοὺς εὐσεβοῦντας ἐξήρ‐ τηται. Ἐν δὲ τοῖς Μακεδονικοῖς μέρεσιν αἱ παράλιοι πόλεις
κατ’ ἐκείνην τὴν νύκτα μᾶλλον τῶν ἄλλων πεπόνθασι, Ῥαι‐89

90

δεστός τε φημὶ καὶ Πάνιον καὶ αὐτὸ Μυριόφυτον, ὡς καὶ μέρη τυχὸν ἐξ αὐτῆς ὑποβάθρας ἀνατραπῆναι καὶ πλείστας οἰκίας, καὶ φόνον ἐπιγενέσθαι πολλοῖς. ἐν δὲ τῷ Ἑλλησπόντῳ ἡ Κύζικος, ὁπότε καὶ τὸ ἐν αὐτῇ Ἑλληνικὸν ἱερὸν κατεσείσθη
5καὶ τῷ πλείστῳ μέρει κατέπεσε, μέγιστον ὂν χρῆμα πρὸς θέαν δι’ ὀχυρότητα καὶ λίθου τοῦ καλλίστου τε καὶ μεγίστου τεχ‐ νικωτάτην ἁρμονίαν τε καὶ ἀνοικοδομὴν καὶ ὕψους καὶ με‐ γέθους διάρκειαν. Ἀπὸ τότε δὲ καὶ μέχρις ἐνιαυτῶν δύο σποράδες ἐπεφοί‐
10των σεισμοὶ κατὰ διαφόρους καιρούς. καὶ τὸ θάμβος μέ‐ γιστον ὅσον περιεγίνετο τοῖς βροτοῖς. ἦσαν γάρ τινες ἔξωροι, οἳ παρεοικότας σεισμοὺς τῷ μεγίστῳ δύο ἀνέφερον, οἱ μὲν τοῦτον οἱ δ’ ἐκείνους κατὰ σύγκρισιν ὑπεραίροντες. καὶ πα‐ ρηκολουθηκέναι τότε δι’ ἡμερῶν τεσσαράκοντα καὶ μὴ πλείω
15βραχεῖς τινὰς προσεπέφερον· τὸ δὲ διὰ διετοῦς χρόνου κλο‐ νεῖσθαι τὴν γῆν πᾶσιν ἀμνημόνευτον ἦν καὶ μηδ’ ἱστορίᾳ περιληπτόν. Ἀγαθίας γὰρ περὶ τοῦ ἐν ταῖς ἡμέραις τοῦ Ἰουστινιανοῦ συμβεβηκότος σεισμοῦ γεγραφώς, καὶ καταπλη‐ κτικὸν τοῦτον καὶ μέγιστον συγγραψάμενος ὡς καὶ κίονας
20ἀποσφενδονᾶσθαι τοῦδε τοῦ οἴκου πρὸς ἕτερον, τοὺς μετὰ ταῦτα τρόμους ἐλάττονας ἄχρι τεσσαρακονθημέρου καὶ μὴ
περαιτέρω προβῆναι ἱστόρηκε. μετὰ δὲ τὴν διετίαν, σεισμοῦ γε‐90

91

νομένου μείζονος μὲν τῶν μετὰ ταῦτα συχνῶν, ἐλάττονος δὲ τοῦ πρώην μεγίστου, πέπονθε πτῶσιν ἡ κατὰ Βιθυνίαν Νί‐ καια καὶ πανωλεθρίαν μικροῦ δεῖν καὶ καταστροφὴν παν‐ τελῆ. οἱ γὰρ ἐπισημότατοι ταύτης ναοὶ καὶ μέγιστοι, ὅ τ’
5ἐπ’ ὀνόματι τῆς τοῦ θεοῦ λόγου σοφίας καθιδρυμένος καὶ καθιερωμένος τῇ μητροπόλει καὶ ὁ τῶν ἁγίων πατέρων, ἔν‐ θαπερ ἡ κατὰ τοῦ Ἀρείου σύνοδος τοῖς ὁσιωτάτοις καὶ ὀρ‐ θοδόξοις ἐβεβαιώθη πατράσι, καὶ τὸ ὀρθότομον ἐπαρρησιά‐ σθη καὶ τηλαυγέστερον ἡλίου διέλαμψε, συνταραχθέντες κα‐
10τηδαφίσθησαν· καὶ τὰ τείχη τῆς ὁμοίας τύχης σὺν τοῖς πο‐ λιτικοῖς οἰκήμασι μετεσχήκασι. καὶ ἀπ’ ἐκείνης τῆς ἡμέρας τὰ τοῦ τρόμου κατέληξεν. ἦσαν δὲ ταῦτα καὶ εἴσπραξις ἁμαρτημάτων καὶ χόλος θεῖος ἐξ ἅπαντος, ᾐνίττοντο δέ, ὡς ἔοικε, καὶ τὴν τοῦ εἰρημένου ἔθνους ἐπιφοίτησιν καὶ κατά‐
15λυσιν· ἐν γὰρ ταῖς θεοσημίαις πρὸς τοῖς εἰρημένοις καί τι μέλλον ἐπισκῆψαι προτεθεώρηται. Μαΐου δὲ μηνὸς τῆς δ’ ἰνδικτιῶνος ἐνδιιππεύοντος ἐφάνη κομήτης ἀστήρ, κατόπιν τοῦ ἡλίου δύντος, τὸ μέγεθος σελη‐ ναῖον φέρων, ὅταν ἡ σελήνη πλησιφαὴς γένηται. καὶ ἐῴκει μὲν
20τηνικαῦτα καπνόν τινα καὶ ὁμίχλην ἐκπέμπειν, ἐν δὲ τῇ ἐπιούσῃ ἤρξατο παραδεικνύειν βοστρύχους τινάς· καὶ ὅσον οὗτοι προεπετάννυντο, τοσοῦτον τὸ μέγεθος τοῦ ἀστέρος ὑπέ‐
ληγεν. ἀπέτεινε δὲ τὰς ἀκτῖνας ὡς πρὸς ἑώαν, καὶ ὡς πρὸς91

92

ἐκείνην προήρχετο. καὶ ἦν ἐπικρατῶν ἄχρις ἡμερῶν τεσσα‐ ράκοντα. Ἀπὸ δὲ μηνὸς ὀκτωβρίου νόσος ἐνσκήψασα τῷ βασιλεῖ ἄχρι τοῦ ἐπιόντος μαΐου μηνὸς κατέτρυχεν· ἐν αὐτῷ δὲ κα‐
5τειργάσατο τοῦτον καὶ τῆς ἐνταῦθα ζωῆς ἀπεστέρησεν. ἡ δὲ ὁσία τούτου οὐκ ἔνθαπερ προσεδόκησε γέγονεν, ἀλλὰ δια‐ πόντιος ἀχθεὶς ἐπὶ τῶν ἀκατίων τῆς χρυσῆς πόρτης ἐκτός, περί τι φροντιστήριον ἐπ’ ὀνόματι τοῦ ἁγίου Νικολάου κα‐ θιδρυμένον, εἴς τινα σορὸν προκατεσκευασμένην ἑτέρῳ ἐνα‐
10πετέθη, ζήσας ἐν τῇ βασιλείᾳ χρόνους ἑπτὰ καὶ μῆνας ἕξ. Καὶ κατέσχον τὰ σκῆπτρα τῆς βασιλείας ἥ τε σύμβιος αὐτοῦ Εὐδοκία καὶ οἱ παῖδες. προκατησφαλίσθη γὰρ ἡ Αὐ‐ γούστα μὴ δευτέροις γάμοις προσομιλῆσαι ἀρχιερατικῇ καὶ συγκλητικῇ συνελεύσει. ἦν γὰρ τῆς συνόδου προεξάρχων
15καὶ τὴν πατριαρχίαν κοσμῶν Ἰωάννης ὁ ἐπικεκλημένος Ξιφι‐ λῖνος, ἐκ Τραπεζοῦντος μὲν ὡρμημένος, ἀνὴρ δὲ σοφὸς καὶ παιδεύσεως εἰς ἄκρον ἐληλακὼς κἀν τοῖς πολιτικοῖς περί‐ βλεπτος γεγονὼς καὶ ἀρετῆς εὐφρόνως ἐπιμελούμενος, ὥστε τοῖς βασιλείοις ἔτι ἐμφιλοχωρῶν καὶ πρῶτα φέρων παρὰ τῷ
20βασιλεῖ τὴν μοναχικὴν πολιτείαν ἐν ἀκμῇ τῆς εὐημερίας καὶ τῆς ἡλικίας ἀσπάσασθαι. καὶ τὸν ἀναχωρητικὸν βίον περὶ τὸ Ὀλύμπιον ὄρος ἑλόμενος, χρόνον ἐπὶ συχνὸν ἦν διαλάμπων
ἐπ’ ἀρετῇ καὶ φόβῳ θεοῦ. καὶ διὰ τοῦτο τοῦ πατριάρχου92

93

θανόντος καὶ πολλῶν ἀνερευνηθέντων οὐδεὶς ἄξιος πλὴν αὐ‐ τοῦ πρὸς τὸν τοιοῦτον ἐλογίσθη βαθμόν. καὶ ἀπαναινόμενος ἐδιώχθη πρὸς τῆς τιμῆς, καὶ λαμπτὴρ τῆς μεγάλης ἐκκλησίας καὶ πατριάρχης οἰκουμενικὸς ἐχρημάτισε.
5 Μετὰ δὲ τὸ τὸν βασιλέα τεθνάναι πάλιν οἱ τὴν ἑώαν κατατρέχοντες Οὖννοι περὶ Μεσοποταμίαν γενόμενοι ἐφήδρευον τοῖς περὶ Μελιτηνὴν ἐστρατοπεδευμένοις Ῥωμαϊκοῖς τάγμα‐ σιν, οἵπερ τοῦ ὀψωνιασμοῦ ὑστερήσαντος ἐνδεῶς εἶχον καὶ ταπεινῶς καὶ ὀργίλως διὰ τὴν ἔνδειαν, καὶ οὐδὲ τοῖς ἐν Με‐
10σοποταμίᾳ στρατιώταις Ῥωμαίοις ἴσχυσαν συνελθεῖν, μὴ βου‐ ληθέντες τὸν Εὐφράτην διαπερᾶσαι. ἐπερχομένων οὖν τῶν βαρβάρων διὰ τοῦ ποταμοῦ ἀντέστησαν οὗτοι διασπαρέντες περὶ τὰς διεξόδους αὐτοῦ. καὶ οἱ βάρβαροι ἑκηβόλων τυγ‐ χάνοντες εὐμαρῶς αὐτοὺς ἄποθεν κατετίτρωσκον, ἀπαθεῖς αὐ‐
15τοὶ διαμένοντες, ἕως ἠνάγκασαν τούτους εἰς τὸν ποταμὸν ἐμ‐ βαλεῖν καὶ τὴν μάχην συστήσασθαι. καὶ πάλιν οἱ τοῖς χεί‐ λεσιν ἐφιστάμενοι τοὺς Ῥωμαίους ἐπετοξάζοντο καὶ κακῶς ἄγαν διετίθουν καὶ νῶτα δοῦναι παρεβιάσαντο. καὶ τροπῆς γενομένης ἔπεσον συχνοὶ τῶν Ῥωμαίων, ἕτεροι δὲ ζωγρείᾳ
20ἐλήφθησαν, οἱ δὲ περισωθέντες τῷ ἄστει τῆς Μελιτηνῆς ἀνε‐ σώθησαν. περιφρονήσαντες δὲ τούτων οἱ βάρβαροι ὡς ἤδη
καταστραφέντων καὶ καταστρατηγηθέντων, ὁλοσχερῶς ἐκτρέ‐93

94

χουσιν ἄχρι Καισαρείας, καταληιζόμενοι πάντα καὶ καταστρέ‐ φοντες καὶ πῦρ αὐτοῖς ἐπανάπτοντες. καὶ τῷ μεγάλῳ σηκῷ τοῦ ἐν ἱεράρχαις περιωνύμου ἁγίου Βασιλείου ἐπεισπηδή‐ σαντες δῃοῦσι μὲν ἅπαντα καὶ τὰ ἱερὰ διαρπάζουσι, προσ‐
5ραγέντες δὲ καὶ τῇ τοῦ ἁγίου σορῷ τῷ ἁγίῳ μὲν τούτῳ λει‐ ψάνῳ δρᾶσαί τι πονηρὸν οὐδαμῶς ἠδυνήθησαν (προκατησφά‐ λιστο γὰρ καὶ περιεδεδόμητο κτίσμασιν ὀχυροῖς καὶ χρόνου πολλοῦ πρὸς καθαίρεσιν δεομένοις), τὰ δὲ τὴν ὀπὴν περι‐ στέλλοντα θύρια, πολυτελῶς καὶ ἀφθόνως ἐξειργασμένα χρυσῷ
10καὶ μαργάροις καὶ λίθοις, ἐξαίρουσι. καὶ τὸν ὅλον κόσμον ὁμοῦ συμφορήσαντες αἴρουσιν ἐκεῖθεν, πολλοὺς ἐν τῇ Και‐ σαρέων μητροπόλει σφαγῇ παραδόντες καὶ τὸν ναὸν κατα‐ χράναντες. καὶ μεταστραφέντες διήρχοντο τοὺς εἰς Κιλικίαν ἄγοντας στενωπούς, μηδενὸς προγνόντος τὴν τούτων ἔφοδον,
15καὶ τοῖς Κίλιξιν ἐπιφανέντες ἐκπλήκτως ἐμφόβους εἰργάσαντο, φόνον πολὺν ποιοῦντες τῶν παρεμπιπτόντων αὐτοῖς. χρονί‐ σαντες δὲ τῇ χώρᾳ καὶ καταλυμηνάμενοι ταύτην, καὶ λαφύ‐ ρων τὰς οἰκείας ἐπιθυμίας ἐμπλήσαντες, προαυτομολήσαντος ἐκεῖσε τοῦ κατ’ αὐτοὺς ἐπιφανοῦς Ἀμερτικῆ λεγομένου, καὶ
20δυσμενοῦς ὄντος τοῖς Ῥωμαίοις καθόπερ τὰς ὁμολογίας τού‐ τοις ἐψεύσατο. καὶ γὰρ προσελθὼν πρότερον τῷ τῶν Ῥω‐ μαίων βασιλεῖ τῷ γέροντι, καὶ μεγάλων τυχὼν δεξιώσεων, παρῆν τῇ βασιλευούσῃ· κατηγορηθεὶς δὲ παρὰ τῷ βασιλεῖ
Κωνσταντίνῳ τῷ Δούκᾳ ὡς μέλλοι τοῦτον μαχαίρᾳ διαχει‐94

95

ρίσασθαι, κατεκρίθη φυγήν. εἶτα γενομένης αὐτῷ τῆς καθό‐ δου ἀπεστάλη κατὰ τῶν Οὔννων, τῶν Ῥωμαίων ὑπερμαχή‐ σων, καὶ τηνικαῦτα δι’ αἰτίαν τῆς τῶν στρατιωτικῶν σιτηρε‐ σίων ὑποκρατήσεως τῷ ἄρχοντι προσερρύη τοῦ Χάλεπ. εἰ
5δ’ εὐφρόνως κατὰ τῆς οἰκείας ἀπεστάλη μερίδος καίτοι κα‐ κωθεὶς ὁ βάρβαρος, καὶ μηδὲ μέλλων τῶν ὑπεσχημένων τυγχάνειν σιτηρεσίων, τοῖς ἀναγινώσκουσιν ἐξετάζειν παρίημι. γενόμενοι τοίνυν κατὰ τὸ Χάλεπ οἱ Οὖννοι, καὶ προσανα‐ μιχθέντες αὐτῷ τε τῷ συγκαλεσαμένῳ καὶ τοῖς παρακειμέ‐
10νοις Ἄραψι, τὴν ἐν Συρίᾳ Ἀντιόχειαν καὶ τὰς παρ’ αὐτῇ πόλεις καὶ κώμας ἀπανθρώπως ἐμάστιζον. καὶ ἡ μάστιξ σφαγαὶ καὶ πυρπολήσεις καὶ ἀνδραποδισμοὶ καὶ λαφυ‐ ραγωγίαι, καὶ ὅσα ταῖς βαρβαρικαῖς ἐπιδρομαῖς συμπαρέ‐ πονται. ἐπεὶ δ’ ἔδει στρατιὰν ἐς αὐτοὺς πεμφθῆναι, συνή‐
15θροιστο μὲν ἀξιόλογον στράτευμα καὶ ἡγεμόνες τούτου προέ‐ στησαν, ἡ δὲ φειδωλία πάλιν ἄπρακτα καὶ ἀκλεῆ κατειργά‐ σατο. οὐ γὰρ ὁλοκληρίαν ἠθέλησαν οἱ κρατοῦντες τοῦ ὀψω‐ νιασμοῦ παρασχεῖν ἀνθρώποις πολεμίοις καὶ μάχαις κακοπα‐ θήσειν ὀφείλουσιν, ἀλλὰ μέρει τινὶ τούτους ἐλαχίστῳ πρὸς
20τὸν ὑπὲρ τῆς ψυχῆς ἀγῶνα παρακινῆσαι ἐσπούδασαν. ἀπέ‐ τυχον δὲ ὅλων ὁμοῦ. τὸ μὲν γὰρ ὀψώνιον οἱ στρατιῶ‐ ται ἐδέξαντο, κατὰ δὲ τῶν ἐναντίων πορευθῆναι οὐ κατε‐ δέξαντο, μέρος τι τῶν προϋστερησάντων αὐτοῖς λογισάμε‐
νοι τοῦτο. καὶ φωνὴν ἐγείραντες ἄσημον εἰς τὰ οἰκεῖα διε‐95

96

σκεδάσθησαν. καὶ πάλιν ἦσαν οἱ βάρβαροι τὴν Ῥωμαϊκὴν χώραν ἀδεῶς κατατρέχοντες. εἶτα νεολαίαν τινὰ μικροῖς ἀναλώμασιν ἀθροίσαντες οἱ περὶ τοὺς βασιλεῖς τούτους ἐγ‐ χειρίζουσι τῷ ἐν Ἀντιοχείᾳ ἡγεμονεύοντι· οἳ δρᾶσαι μέν τι
5μὴ δυνηθέντες γενναῖον, ἀπειροπόλεμοί τινες καὶ δύσιπποι καὶ ἄνοπλοι σχεδὸν καθεστῶτες, πολλὰ δὲ παθόντες ἀνήκεστα εἰς τὴν σφῶν δυσκλεῶς ὑπέστρεψαν γῆν, τοῦ παραλαβόντος αὐ‐ τοὺς δουκὸς (ἦν δὲ ὁ μάγιστρος Νικηφόρος ὁ Βοτανειάτης) μετὰ τῶν ἐπιχωρίων καὶ τῶν ἰδίων ὑπασπιστῶν τὴν τῶν
10βαρβάρων δι’ οἰκείας ἀρετῆς καὶ γενναιότητος καὶ φρονήσεως ἀνατρέποντος καὶ καταβάλλοντος ἔφοδον. κἀκείνου δὲ τῆς ἀρχῆς παραλυθέντος, ἔκτοτε τὰ τῶν βαρβάρων ἐθρασύνετο πλέον καὶ εἰς στενὸν κομιδῇ τὰ τῶν πόλεων περιίστατο, σι‐ τοδείας πιεζούσης αὐτὰς καὶ τῶν ἄλλων ἐπιτηδείων ἐνδείας.
15 Ἀλλ’ ἐπείπερ ἔδει βασιλέως ἐπιστασίαν γενέσθαι δυναμένου ἐν τοιούτοις καιροῖς διεξάγειν τὰ πράγματα καὶ ἀντεπεξάγειν ἑαυτὸν τοῖς ἐναντίοις μετὰ καρτεροῦ τοῦ συντάγματος, ἐψηφίζετο μὲν ἀξιολογώτατος ὁ ῥηθεὶς Βοτανειάτης ὡς διαφέρων τῶν ἄλλων ὅσον ἀστέρων ἥλιος, ὁ δὲ φθόνος καὶ ἡ ἄδικος κρίσις ἀνεβά‐
20λετο μὲν τότε τὸ δέον, ἕτερον δὲ συγγενέα τούτου ἀντεψηφίσατο δι’ αἰτίας ἴσως ἀπορρήτους ἀνθρώποις, οἷα τὰ τοῦ θεοῦ κρί‐ ματα. ἐδόκει μὲν γὰρ ἡ τοσαύτη τῶν ἐθνῶν ἔπαρσις καὶ
κατακοπὴ τῶν ὑπὸ Ῥωμαίων τελούντων ὀργὴ κατὰ τῶν αἱρε‐96

97

τικῶν, οἳ τὴν Ἰβηρίαν καὶ Μεσοποταμίαν καὶ ἄχρι Λυκανδοῦ καὶ Μελιτηνῆς καὶ τῶν παρακειμένων οἰκοῦσιν Ἀρμένιοι, καὶ οἱ τὴν Ἰουδαϊκὴν τοῦ Νεστορίου καὶ τὴν τῶν ἀκεφάλων θρη‐ σκεύοντες αἵρεσιν· καὶ γὰρ πλήθουσιν αἱ χῶραι τῆς τοιαύτης
5κακοδοξίας. ἐπὰν δὲ καὶ τῶν ὀρθοδόξων ἥψατο τὸ δεινόν, εἰς ἀμηχανίαν ἦσαν πάντες οἱ τὰ Ῥωμαίων θρησκεύοντες. Ὅμως δ’ οὖν ἀνίσταταί τις τῶν εὐπατριδῶν, Ῥωμανὸς βεστάρχης, ᾧ τὸ ἐπίκλην Διογένης. οὗτος γὰρ καὶ πρότε‐ ρον μὲν ὁρῶν ἐκ τῆς τῶν κρατούντων αἰτίας καὶ τῶν ἐκεῖ‐
10θεν ὑστερημάτων ἀναπληρούμενα τῶν ἐχθρῶν τὰ θελήματα καὶ μεγάλους γινομένους ταῖς μικρολογίαις τῶν Ῥωμαίων, ἐποτνιᾶτο καὶ ἤσχαλλε, καὶ ἀποστασίαν μὲν ὤδινεν, οὐκ ἔρωτι μέν, ὡς διεβεβαιοῦτο ὕστερον, καὶ ἀπολαύσει τῶν ἑξαιρέτως αὐτῆς, ἀλλ’ ὡς τὰς τύχας ἀνορθῶσαι τῶν ἤδη πεσόντων Ῥω‐
15μαίων, ὅτι μὴ κατὰ λόγον εἶχε τὰ πράγματα. ἐμπιστευθεὶς οὖν ἐπὶ τέλει τοῦ βασιλέως τοῦ Δούκα τὴν τῆς Σαρδικῆς ἀρ‐ χήν, ἐβουλεύσατο τοὺς Σαυρομάτας προσλαβέσθαι συνεργοὺς εἰς τὸ μελετώμενον καὶ εἰς προῦπτον αὐτὸ ἀγαγεῖν. ἐπεί‐ θοντο γὰρ ἐκεῖνοι τῷ ἀνδρὶ τούτῳ διὰ τὸ ἐκ τῆς ἀγχιθύρου
20στρατηγίας προεπιγινώσκεσθαι τοῦτον αὐτοῖς, ὁπότε τῶν περὶ τὸν Ἴστρον ἄρχων πόλεων τούτοις ἀντεπολέμησε καὶ πεσεῖν ἐκινδύνευσεν, εἰ μὴ ἐξείλετο τοῦτον ἀκαταγωνίστῳ ῥύμῃ καὶ
ῥώμῃ Νικηφόρος μάγιστρος ὁ Βοτανειάτης· τοῦτο γὰρ ἐγὼ97

98

διὰ χειλέων τοῦ Διογένους ὁμολογούμενον ἐπυθόμην. γενο‐ μένων δὲ γραμμάτων πρὸς ἐκείνους ἐφ’ ᾧ τελεσθῆναι καὶ τὰς συνθήκας δι’ ὅρκου, τῶν συμβούλων αὐτοῦ τις, τὸ γένος Ἀρ‐ μένιος, ὃς καὶ πρὸς τὸ ἔργον αὐτὸν μειζόνως ἠρέθισεν, ἐπε‐
5βουλεύσατο τούτῳ, καὶ συμπείσας ἀποστεῖλαι τοὺς ἀμφ’ αὐ‐ τὸν μηνυτὰς τῶν βεβουλευμένων, πρὸς σύμπνοιαν ἄξοντας τῶν τε στρατηγούντων καὶ τῶν ὑπηκόων τινάς, ὡς εἶδεν αὐτὸν ἐψιλωμένον χειρός, κατεῖπεν αὐτοῦ ἐν τοῖς ἐγχωρίοις ὡς εἴη μεμελετηκὼς ἀποστασίαν, μᾶλλον δὲ προδοσίαν αὐτῶν εἰς τοὺς
10Σαυρομάτας. καὶ πρὸς θυμὸν διερεθίσας αὐτοὺς ἐπιτίθεται τούτῳ ἀθρόον, καὶ μόνον εὑρηκὼς συλλαμβάνει καὶ εἰς τὴν βασιλεύουσαν ἄγει δεσμώτην, δίκας τοῦ τολμήματος δώσοντα. κριθεὶς τοίνυν παρὰ τῶν πρώτων τῆς συγκλήτου βουλῆς τῷ τῶν ἐπιβούλων νόμῳ ἑάλω καὶ κατεψηφίσθη θανεῖν, μὴ ἀντερίσας
15ἢ ἀντιθέσεις πλασάμενος ἢ τὴν κατηγορίαν ἀπαρνησάμενος, ἀλλ’ αὐτέλεγκτος ἐκ τῆς ὁμολογίας γενόμενος. εἰ δὲ καὶ αὐτὸς τῶν δικασάντων μέρος ὑπῆρχον, ἴσασιν οἱ πολλοί. διὸ καὶ ὑπερορίᾳ ἀπεστάλη πρὸς νῆσον, πᾶσιν ἀνίαν ἐνθέμενος ὅσοι τῆς αὐτοῦ νεότητος ἢ καὶ γενναιότητος ἐν πείρᾳ καθίσταντο. οἱ
20δ’ ἀγνοοῦντες αὐτὸν ἐκ τῶν εἰδότων παραλαμβάνοντες ὑπῆρ‐ χον ἐξ ἀκοῆς ἐρασταί· καὶ διὰ τοῦτο δι’ εὐχῆς ἦν τοῖς ὅλοις
ἀνώτερον γενέσθαι τὸν ἄνδρα κολαστηρίων καὶ χαρισθῆναι τῇ98

99

Ῥωμαίων ἀρχῇ. ἐπεὶ δὲ καὶ ὁ σκοπὸς τοῦ ἀνδρὸς οὐ φιλαυ‐ τίας ἀλλὰ φιλαδελφίας καὶ φιλευσεβείας ὅλος ἦν, ὡς προέ‐ φαμεν, περιαλγοῦντος τῆς τῶν ὀρθοδόξων κακοπαθείας, ἐνηρ‐ γήθη λοιπὸν τοῖς εὐχομένοις τὰ τῆς εὐχῆς, καὶ παραστάντος
5αὐτοῦ τῷ βασιλικῷ βήματι περιέσχεν ἔλεος ἄσχετον τὴν Αὐ‐ γοῦσταν, καὶ σταλαγμοὶ δακρύων τῶν βλεφάρων ταύτης ἐξέ‐ πεσον· ἦν γὰρ ὁ ἀνὴρ οὐ μόνον τοῖς ἄλλοις πλεονεκτήμασι προτερῶν, ἀλλὰ καὶ θεαθῆναι παντάπασιν ἥδιστος, ἐπιμήκης τε καὶ στέρνων καὶ νώτων ἐν καλῷ καθορώμενος, καὶ εὐγενές
10τι πνέων ὡς ἀληθῶς καὶ διογενές, εὐόφθαλμός τε εἴπερ τις ἄλλος, καὶ κάλλος ἀποστίλβων τοῖς ὀφθαλμοῖς, μήτ’ ἀκριβὲς τὸ λευκὸν μήτε τὸ μέλαν ἀποσώζων ὡσαύτως ἀλλ’ ὥσπερ συγκεκερασμένον ... τῇ δημιουργίᾳ τῇ φύσει καὶ συγκεκρα‐ μένον τῷ ἐρυθήματι, κἀν τούτοις ἅπασι τὴν γλυκύτητα περι‐
15θέουσαν ἔχων, καὶ ἄξιον εἶδος κατὰ τὸν κωμικὸν τυραννίδος ἐπιδεικνύμενος. ὡς οὖν καὶ ἡ ἑστῶσα γερουσία συνέπαθεν, εὐθὺς ἐπηκολούθησεν ἡ συμπάθεια, καὶ περισωθεὶς τοῦ κιν‐ δύνου καὶ βασιλικῶν ἀξιώσεων ἔτυχε, καὶ ἀπολυθεὶς παρὰ πάντων ἠσπάζετό τε καὶ εὐφημεῖτο καὶ ἔργον εὐχῆς γενέσθαι
20κατήκουσε, καὶ τὴν αὐτοῦ σωτηρίαν ἰδίαν ἐνόμιζεν ἕκαστος. ἐξιὼν οὖν εἰς Καππαδοκῶν, ἐξ ἧς τὴν ἀρχὴν τῆς γενέσεως ἔσχηκε, πάλιν μεταπεμφθεὶς εἰς τὴν βασιλεύουσαν εἰσελήλυθε,
κἀν τοῖς γενεθλίοις τοῦ Χριστοῦ μάγιστρος καὶ στρατηλάτης99

100

ἀνεδείχθη παρὰ τῆς βασιλίδος, προελθούσης βασιλικῶς μετὰ τῶν ἰδίων παίδων, ὡς ἔθος τοῖς βασιλεῦσιν, εἰς τὸν μέγιστον σηκὸν τῆς τοῦ θεοῦ σοφίας. Ἀνάγκης δὲ πολλῆς καὶ συγχύσεως ἐκ τῆς τῶν ἀλλοφύ‐
5λων ἐθνῶν ἀπηνεστάτης ἐπιδρομῆς τὴν Ῥωμαίων συμπιεζού‐ σης (καὶ γὰρ τὰ μὲν ἐν τοῖς νοτίοις μέρεσιν, ὅσα πρὸς Ἀν‐ τιόχειαν καὶ Κιλικίαν, ταῖς προειρημέναις ἐκδρομαῖς ἀπει‐ ρηκότα ἐν ἐσχάτοις ἦσαν κινδύνοις· ἐν δὲ τοῖς βορειοτέροις αὐτὸς ὁ σουλτάνος πανστρατιᾷ ἐξελήλυθε, δυνάμεις ἄγων ἀνυ‐
10ποίστους, καὶ τοῖς ὁρίοις ἐν τῷ φθινοπώρῳ τῶν Ῥωμαίων προσήνωτο, βουλόμενος παραχειμάσαι ἐκεῖσε καὶ ἀρχομένου τοῦ ἔαρος προσεχῶς προσβαλεῖν καὶ ἄρδην ἀνατρέψαι τὰ Ῥωμαίων καὶ καθελεῖν) ἐσκέπτετο ἡ Αὐγοῦστα καὶ ὅσοι τῆς πρώτης ἦσαν βουλῆς, σὺν αὐτοῖς δὲ καὶ ὁ πατριάρχης, πῶς
15καὶ τίνα τρόπον τοσοῦτον δεινὸν ἀποτρέψαιεν. καὶ συνέδοξε τὴν ὑπὲρ τῶν ὅλων κρατῆσαι πρόνοιαν, καὶ τῆς εἰδικῆς καὶ ἐπιθανατίου παραγγελίας τὸ κοινῇ συμφέρον ἐπιεικῶς προτι‐ μήσασθαι, ὅτι τὰ εἰδικὰ σύμφωνα τὰ πρὸς δημοσίαν συντέ‐ λειαν ἀφορῶντα περιτρέπειν δεδύνηνται· τὸ γὰρ μὴ γίνε‐
20σθαι βασιλέα διὰ τὸν τῆς μίξεως ζῆλον κοινὴ συμφορὰ καὶ καθαίρεσις τῆς Ῥωμαίων ἀρχῆς ἐγινώσκετο. δόξαν οὖν οὕτω κεκράτηκεν ἡ τοιαύτη γνώμη, καὶ βασιλέα μὲν ὁ καιρὸς ἐδεῖτο
ἐξ ἅπαντος, εἰ μέλλοι τὰ Ῥωμαίων μὴ ἀπολέσθαι δι’ ὅλου,100

101

ὁ δὲ τοῦ καιροῦ καὶ τῆς ἀξίας ταύτης ἐπάξιος ἐζυγομαχεῖτο, τοῦ Βοτανειάτου ἀποδήμου τυγχάνοντος εἰς τὴν τῆς Ἀντιο‐ χείας ἀρχήν, ἕως εἰς νοῦν τινὸς τῶν τοῦ βουλευτηρίου προϊ‐ σταμένων ὁ Διογένης ἀφίκετο. μᾶλλον δὲ πρὸ αὐτοῦ ἡ Αὐ‐
5γοῦστα τοῦτον ὡς αὐτίκα παρόντα καὶ γυναικὸς ἀμοιροῦντα προέκρινεν. ἐπὰν δ’ οὗτος ἐρρήθη, πάντες αὐτῷ τὴν ἀξίαν, φόβῳ τοῦ μὴ φανῆναι ἀλλότριοι, ὅσοι τῇ δεσποίνῃ προσήγγι‐ ζον, ἐχειροτόνουν. διὸ καὶ πρώτην ἄγοντος τοῦ ἰαννουαρίου μηνὸς τῆς ϛʹ ἰνδικτιῶνος, ὁπότε τῶν χειμερινῶν τροπῶν ὁ
10ἥλιος μεθιστάμενος τὴν οἰκουμένην φρυκτωρεῖν καὶ θάλπειν ἐπείγεται καὶ ἀρχὴν εὔκαιρον τοῦ ἐνιαυτοῦ τὸ πλεῖστον μέ‐ ρος τοῦ χειμῶνος ἐπεξεργάζεται, καὶ ἡνίκα ἡ μνήμη τοῦ με‐ γάλου ἀρχιερέως καὶ θύτου ἁγίου Βασιλείου, ὃν καὶ αὐτὸν ἡ Καππαδοκῶν ἤνεγκε φωστῆρα τῆς ἐκκλησίας διαφανέστα‐
15τον, ἑορτάζεται, βασιλεὺς αὐτοκράτωρ ὀρθριώτερον οὗτος ἀναγορεύεται, νυκτὸς ἀνιὼν εἰς τὸ Καπιτώλιον διὰ τῆς δε‐ σποίνης ἐν ὅπλοις, καὶ λαθὼν τοὺς τῆς βασιλίδος υἱεῖς. Καὶ ὡς τὰ πράγματα ἔδειξαν, οὐ πάνυ μάτην ἠλπίκα‐ σιν οἱ πολλοί. τῶν γὰρ Ῥωμαϊκῶν σκήπτρων ἐπιλαβόμενος
20οὗτος, οὐκ ἔλαττον τῶν ἐν ποσὶ πολιτικῶν πραγμάτων, τῆς στρατιωτικῆς εὐταξίας ἐφρόντισε καὶ συστάσεως, κἂν ὅτι μά‐ λιστα προγονοὺς εἶχε περὶ αὐτὸν καὶ συνέδρους, εἰπεῖν δὲ
δεῖ καὶ ἐφέδρους, καὶ σὺν αὐτοῖς τὸν τούτων πατράδελφον101

102

Ἰωάννην τὸν Καίσαρα. ἤρξατο γὰρ αὐτίκα ἐν αὐτοῖς τοῖς πολιτικοῖς διατάγμασι καὶ τῶν παρατυχόντων στρατιωτῶν τοῖς ἐπισημοτέροις συνομιλεῖν, καὶ περὶ πολεμικῶν ἀγώνων βου‐ λεύεσθαι, καὶ πρεσβευτὰς ἑτοιμάζειν, καὶ πανταχόθεν τοῖς
5ἐναντίοις διακωλύειν τὰς προσβολάς. διὰ ταῦτά τοι καὶ χρό‐ νος οὔτι συχνὸς κατέσχε τοῦτον εἰς τὰ βασίλεια, ἀλλὰ μετὰ διττὴν σεληναίαν περίοδον ἡ τῆς ἑώας τοῦτον ἐδέξατο Προ‐ ποντίς, καὶ τὸ παράσημον τῆς βασιλικῆς σκηνῆς πᾶσιν ὁμοῦ παρεστήσατο τὴν βασιλίδα πρὸς τὴν ἑώαν ἐκστρατείαν καὶ
10ἀποφοίτησιν, καὶ ὁ ζῆλος τῆς ἐκδικίας νενίκηκε τὴν κατὰ τὴν βασιλίδα τρυφήν τε καὶ θυμηδίαν, καὶ τὸ κατὰ τὰς προόδους μέχρις οὐρανοῦ φθάζον κλέος καὶ πόνους τούτων ἀντικαταλ‐ λάξασθαι τὸν κρατοῦντα παρέπεισεν. ὃ καὶ πάντας κατέπληξε, συμβαλόντας ὅτι εἰς τὸ διατάξασθαι μόνον τὴν τῆς ἐκστρατείας
15παρασκευὴν καὶ ἀποσκευὴν οὐδὲ τριῶν ὅλων διάστημα μηνῶν ἐξαρκεῖ. ὃ δὲ νεοπαγὴς γεγονὼς τά τε ἄλλα καταστησάμενος ἦν, καὶ πρὸς τῇ ἀποσκευῇ καὶ στρατιωτικὸν ἐκ τῆς ἑσπέρας καὶ τῆς τῶν Καππαδοκῶν φθάσας προσυνελέξατο, καὶ Σκύθας συνεκαλέσατο, καὶ πρὸ τῆς τούτων ἐπιδημίας μετὰ τῶν ἐν τῇ
20βασιλείῳ μόνων αὐλῇ τῆς ὁδοῦ σπουδαίως ἐφήψατο. εἰ δὲ καὶ αὐτὸς ὁ ταῦτα συγγράφων τῶν ἐκ προκρίσεως αὐτῷ συ‐
νεπομένων ἐτύγχανεν, καὶ τὰς τοῦ στρατοῦ διευθετῶν ὑπο‐102

103

θέσεις ἐν κρίσεσι, πάντως ἂν οὐκ ἐξ ἀκοῆς ἀλλ’ ἐξ αὐτοπτίας τὰ καθεξῆς παραδώσει διὰ γραφῆς τοῖς μετέπειτα. Εἶχε μὲν οὖν βασιλέα ἡ τῶν Βιθυνῶν ἐπαρχία, καὶ μετ’ αὐτὴν Φρυγία, τὸ θέμα λέγω τῶν ἀνατολικῶν. καὶ συνή‐
5γοντο ἐκ διαταγμάτων προσφοιτησάντων οἱ τῶν ταγμάτων ἐξάρχοντες, καὶ ὅσοι τὴν τάξιν ἀνεπλήρουν ἑκάστου τάγμα‐ τος. καὶ ἦν ἰδεῖν τοὺς διαβοήτους λόχους ἐξ ὀλίγων συγκει‐ μένους ἀνδρῶν, καὶ τούτων συγκεκυφότων τῇ πενίᾳ καὶ πα‐ νοπλίας ἐστερημένων καὶ ἵππου πολεμικῆς· ἐκ πλείονος γὰρ
10παραμεληθέντες ἅτε μηδὲ βασιλέως στρατευσαμένου διὰ πολ‐ λῶν ἐνιαυτῶν περὶ τὴν ἑώαν, καὶ τὸν ἀφωρισμένον ὀψωνια‐ σμὸν μὴ ἀπειληφότες, καὶ κατὰ μικρὸν τοῖς ἐναντίοις ἐκ τῆς ἀπαρασκευάστου προσβολῆς καὶ λυπρᾶς καταβαλλόμενοι καὶ τρεπόμενοι, οὕτως εἰς ἐσχάτην ταλαιπωρίαν συνελαθέντες δει‐
15λοὶ καὶ ἀνάλκιδες καὶ πρὸς οὐδὲν γενναῖον χρησιμεύοντες κα‐ τεφαίνοντο. ὡς δὲ καὶ αὐτὰς τὰς σημαίας μονονουχὶ σιω‐ πηρῶς ἀποφθέγγεσθαι ταῦτα, πιναρὰς ὁρωμένας ὥσπερ ἀπὸ καπνοῦ καὶ ὀπαδοὺς ἐφεπομένους ἐχούσας εὐαριθμήτους καὶ πενιχρούς. πολλὴν ἀθυμίαν προσῆγον ἀναλογιζομένοις ὅθεν
20καὶ τίνα τρόπον εἰς τὸ ἀρχαῖον ἐπανελεύσονται καὶ τὴν προ‐ τέραν ἀξίαν τὸ στρατιωτικόν, καὶ διὰ πόσου τοῦ χρόνου ἀνα‐ καλέσοιτο, τῶν μὲν ὑπολελειμμένων τοῖς τάγμασιν ὀλίγων ὄν‐
των καὶ ἀπορουμένων τοῖς ὅπλοις καὶ τοῖς ἐκ τῶν ἵππων κι‐103

104

νήμασι, τῆς δὲ νεολαίας ἀπειροπολέμου καθεστηκυίας καὶ τοῦ πολέμου μαχιμώτατα καὶ τῶν πολεμικῶν κινδύνων ἐθάδας τοὺς ἀντιτεταγμένους καὶ ἀντιβαίνοντας ἐχούσης. Ἀλλὰ τὸν βασιλέα τὸ τοιοῦτον συγκύρημα οὐ κατέπληξε.
5τοὐναντίον δὲ μᾶλλον τοὺς ἐναντίους ἡ ἀθρόα τούτου ὁρμή τε καὶ ἔφοδος, οἰηθέντας, ὥσπερ ὕστερον μεμαθήκαμεν, ὅτι κιν‐ δύνων οὗτος ὁ ἄνθρωπος οὐδένα λόγον πεποίηται, ἀλλ’ Ἄρεός ἐστι φοιτητής, καὶ καινοποιήσει τὰ Ῥωμαίων, καὶ ἀντισηκώ‐ σει τοῖς ἐχθροῖς τὰ ἐπίχειρα. διὰ ταῦτα καὶ ὁ μὲν σουλτά‐
10νος ὀπισθόρμητος γέγονε, μοῖραν δέ τινα μεγάλην ἀποτεμό‐ μενος, καὶ ταύτην διχῇ διελών, εἰς τὴν ἄνω Ἀσίαν στρατο‐ πεδεύειν πεποίηται, τὴν μὲν βορειοτέραν τὴν δὲ περὶ τὰ νότια θέμενος. ὁ δὲ βασιλεὺς κατάλογον στρατιωτικὸν ποιησάμε‐ νος, καὶ ἐκ πάσης χώρας καὶ πόλεως νεότητα συλλεξάμενος
15καὶ ἀξιώμασι καὶ δώροις ἀναθαρρῆσαι πεποιηκώς, καὶ δι’ ὀλί‐ γου τὸν ἀριθμὸν τῶν ταγμάτων ἀναπληρώσας, καὶ λοχαγοὺς τοὺς ἀρίστους ἑκάστῳ τούτων ἐπιμελῶς προστησάμενος, συμ‐ μίξας δὲ καὶ τοῖς ἀπὸ τῆς ἑσπέρας ἐλθοῦσιν, ἐν ὀλίγῳ χρόνῳ στρατιὰν ἀξιόμαχον κατεπράξατο, καὶ μετὰ τοσαύτης δυνά‐
20μεως ἐπὶ Πέρσας ἐπιστατικώτερον ἤλαυνεν. ὡς δὲ τὸ βο‐ ρειότερον στρατόπεδον τῶν Περσῶν, ἐκδρομήν τινα πρότερον
φαντάσαν, δόξαν ὑποχωρῆσαι ἐκ τῆς τοῦ βασιλέως προόδου104

105

παρέσχετο, ἔγνω λοιπὸν ὁ Διογένης τοῖς νοτίοις ἐπεισπεσεῖν, οἳ τὰ περὶ τὴν κοίλην Συρίαν καὶ Κιλικίαν καὶ αὐτὴν Ἀν‐ τιόχειαν καταληίζοντες ἦσαν. καὶ διὰ ταῦτα καταλιπὼν τὸ εὐθὺ Σεβαστείας καὶ Κολωνείας φέρεσθαι, τῷ τοῦ Λυκαν‐
5δοῦ ἐπεχωρίασε θέματι, διατρῖψαι τὸν θερινὸν καιρὸν ἐν αὐτῇ διανοηθείς, κἀν τῷ φθινοπώρῳ τοῖς Συριακοῖς μέρεσι προσβαλεῖν, ὁπόταν τὸ πολὺ τῆς φλογὸς ἐκ τῆς ἀποστάσεως ὁ ἥλιος ἀποτίθεται, ἵνα μὴ τῷ ἀσυνήθει τοῦ καύσωνος δια‐ λωβηθῇ τὸ στρατόπεδον καὶ νόσοις ἁλώσιμον γένηται.
10 Ἐν τοσούτῳ δὲ χρονίζοντος τούτου λάθρᾳ προσβαλόντες οἱ Πέρσαι (Τούρκους δὲ τούτους νυνὶ ὁ λόγος οἶδε καλεῖν) τὴν Νεοκαισάρειαν ἐξ ἀπροόπτου τῆς ἐπιδρομῆς καταστρέ‐ φουσιν, καὶ πολλῶν σωμάτων καὶ χρημάτων ἐν τῷ ἀσφαλεῖ κυριεύσαντες παλινῳδίαν ᾖσαν, βάρος λαφυραγωγίας οὐκ
15ἐλάχιστον ἐπαγόμενοι. ἐλθὼν οὖν ὁ λόγος οὗτος εἰς τὸν βα‐ σιλέα πολλὴν αὐτῷ καὶ τοῖς ἀμφ’ αὐτὸν ταραχὴν ἐνεποίησε, διασκοποῦσι τήν τε τῶν ἐναντίων μηχανήν, καὶ ἣν ὑπέστησαν ἀπάτην, καὶ τὸν ἐκ πολλῶν μῶμον, ὅτι τοῦ βασιλέως ἐκστρα‐ τευομένου τυγχάνοντος οὐδὲν ἧττον οἱ πολέμιοι τὰ ἑαυτῶν
20διεπράξαντο, μὴ δυνηθέντος τοῦ κρατοῦντος ἀμύνασθαι. ἀμέ‐ λει τοι καὶ ταχὺ τὰς δυνάμεις ἀνειληφὼς δι’ ἀτραπῶν ἀβάτων καὶ δυσβάτων ἀπὸ ῥυτῆρος κατόπιν ἤλαυνε. καὶ πλησιάσας τῇ τῶν Σεβαστηνῶν μητροπόλει τὴν μὲν στρατιωτικὴν ἀποσκευὴν
καὶ τὸ πεζὸν ἅπαν εὐθὺ τοῦ ἄστεος ἀπιέναι διεκελεύσατο105

106

μετὰ τοῦ συνόντος αὐτοῦ προγονοῦ τοῦ Ἀνδρονίκου, ὃν αὐ‐ τὸς βασιλέα χειροτονήσας ὡς ἐνέχυρον ἢ συστράτηγον εἶχεν, ἢ τόπον ἀντισηκώσοντα τούτου, εἴ πῃ πολλάκις παρήκων καὶ ὁπλίτης ἐπιτιθέμενος τοῖς ἐχθροῖς καιρίαν ὡς ἄνθρωπος δέ‐
5ξοιτο. αὐτὸς δὲ μετὰ πάσης τῆς ἵππου κατεδίωκεν ὀπίσω τῶν ἐναντίων. καὶ διὰ πολλῶν ὑψηλοτάτων βουνῶν τῶν τῆς Τε‐ φρικῆς διερχόμενος, καὶ τοῖς ἐχθροῖς ἐπιτεθῆναι κατὰ τὸ ἐγκάρσιον ἐπειγόμενος, οὕτω τὸν στρατὸν κατειργάσατο ὡς, καίτοι τῶν ἐχθρῶν ἔγγιστα τυγχανόντων καὶ θεαθέντων αὐ‐
10τοῖς, μὴ δύνασθαι τοῖς περὶ αὐτὸν ταχυδρομῆσαι διὰ τῶν ἵππων καὶ μνήμης ἄξιον κατόρθωμα διαπράξασθαι. ὅμως μέντοι τῷ ἀδοκήτῳ τοῦ πράγματος κατασεισθέντων τῶν ἐναν‐ τίων, καὶ τῇ φήμῃ τῆς τοῦ βασιλέως ἐπιστασίας ἰσχυρῶς ἐπιναρκησάντων, πολὺς μὲν φόνος τούτων ἐγένετο αὐτίκα νῶτα
15δεδωκότων καὶ πρὸς φυγὴν ὁρμησάντων. ὅσοι δὲ καὶ ζωγ‐ ρείᾳ ἑάλωσαν, οὐδὲν ἀπώναντο τῆς ἰδίας ζωῆς, μαχαίρας ἔργον γενόμενοι. ἡ μέντοι λεία πᾶσα, ἀπὸ ἀνθρώπου ἕως κτήνους, ἐλευθερωθεῖσα τὸν βασιλέα καὶ γλώσσῃ καὶ θαύματι ἐπευφήμησε. καὶ γὰρ θαυμαστὸν τῷ ὄντι καὶ ἀξιόλογον
20γέγονεν, ἵνα βασιλεὺς Ῥωμαίων ἀκρατῶς διώκῃ χωρὶς τῆς οἰκείας ἀποσκευῆς, μετὰ μόνου τοῦ ἰδίου ὁπλιτικοῦ, ἐπὶ ὅλας ἡμέρας ὀκτώ, διὰ τόπων ἀδήλων τε καὶ ἀβάτων, καὶ μὴ ἀπο‐
τύχῃ τῆς ἐπιβολῆς.106

107

Ὑποστρέψας οὖν ἐκεῖθεν εἰς τὴν Σεβαστηνῶν μητρόπο‐ λιν πρώτην ἄγοντος τοῦ ὀκτωβρίου μηνός, καὶ διαναπαύσας τὸν στρατὸν ἐν μόναις ἡμέραις τρισίν, ἄρας ἐκεῖθεν τῆς πρὸς Συρίαν ἀγούσης εἴχετο, καὶ διὰ τῶν τῆς Κουκουσοῦ αὐλώνων
5καὶ δυσδιεξοδεύτων ἀτραπῶν εἰς Γερμανίκειαν καταστὰς εἰς τὸ θέμα τὸ καλούμενον Τελοὺχ παρὰ τοῖς Ἀρμενίοις εἰσβάλ‐ λει, πρότερον οὐκ ὀλίγην ἀποτεμόμενος φάλαγγα στρατιωτικὴν μετὰ συνταγματάρχου, καὶ εἰς Μελιτηνὴν ἐκπέμψας ἐπὶ φυ‐ λακῇ τῶν τῆς ἑώας θεμάτων καὶ ἀντιπτώσει τῶν ἐκεῖσε τότε
10προσεφεδρευόντων ἐχθρῶν, ὧν ἦρχεν ἀνὴρ πανοῦργος καὶ μάχιμος ὀνόματι Αὐσινάλιος. διὰ τοῦτο γὰρ ὁ βασιλεὺς μετὰ τῶν λόχων καὶ λοχαγῶν καὶ τοὺς ἅπαντας Φράγγους, ἄνδρας αἱμοχαρεῖς καὶ πολεμικούς, τῷ στρατηγῷ τουτωῒ πα‐ ραδέδωκεν, ἐφ’ ᾧ δι’ ἁδρᾶς δυνάμεως περιγίνεσθαι τοῦ πο‐
15λέμου ἀλλόφυλος ἐπιγένοιτο. ἀλλ’ οὗτος οὐκ εὐθαρσῶς εἰς ἅπαξ καὶ ἀφιλοτίμως χρησάμενος τῷ καιρῷ καὶ τοῖς πράγ‐ μασι, μικροῦ τῷ βασιλεῖ διπλοῦν πόλεμον, ὑστερουμένῳ τοι‐ αύτης στρατιᾶς μαχιμωτάτης, ἀνθ’ ἁπλοῦ προεξένησε. πολ‐ λάκις γὰρ προκαλουμένων αὐτὸν τῶν ἐχθρῶν, καὶ μὴ ἐπαΐον‐
20τος ἐξιέναι τοῦ ἄστεος τῆς Μελιτηνῆς καίτοι τῶν στρατιω‐ τῶν προθυμοποιουμένων αὐτοῖς ἀντεπεξελθεῖν, ὡς εἶδον ἐκεῖ‐ νοι τὸ γλίσχρον αὐτοῦ καὶ περιδεὲς καὶ ἀπόλεμον, διὰ τόπων
ἀδήλων βαδίσαντες τῆς βασιλικῆς στρατιᾶς μοίρᾳ τινὶ δι’107

108

ἀγορὰν σιτίων ἐξιούσῃ προσέβαλον· καὶ εἰ μὴ ταχὺ διανα‐ στὰς ὁ βασιλεὺς ἐκ τῆς φήμης ὥρμησε κατ’ αὐτῶν, κἀκεῖνοι μὴ ὑποστάντες διέφυγον, τάχα ἂν ἀπώλετο μέρος στρατιωτῶν οὐκ εὐκαταφρόνητον. ἀφ’ ὧν εἴ τις τοῖς στρατηγοῖς ἐπιγρά‐
5φειν ὡς ἐπίπαν ἔχοι τὰ τῶν ἐκβάσεων, εἴτ’ ἐπὶ τὸ χεῖρον εἴτ’ ἐπὶ τὸ κρεῖττον συνάγοιντο, οὐ διαμάρτοι πάντως τοῦ ὀρθοῦ καὶ τῆς ἀληθοῦς διαγνώσεως. Ἀλλ’ ὁ μὲν βασιλεύς, οὕτω διασωθεὶς καὶ διασώσας τὸ στρατόπεδον, πρὸ τῆς τοῦ Χάλεπ χώρας πανστρατιᾷ κατε‐
10σκήνωσε. πρὸ τοῦ καταβῆναι δὲ τοῦ ἵππου, τούς τε Σκύθας καὶ τῶν Ῥωμαίων οὐκ ὀλίγους εἰς προνομὴν ἀποστείλας τὴν πολεμίαν χώραν κατεληίσατο, ἀνδρῶν τε καὶ γυναικῶν καὶ βοσκημάτων δορυάλωτον πλῆθος οὐκ ἐλάχιστον ποιησάμενος. ἐκεῖθεν δὲ προβιβάσας τὴν στρατιὰν προῄει διὰ τῆς πολε‐
15μίας, καὶ διτταῖς ἡμέραις ὁμοῦ μεταβαίνων εἰς τοὔμπροσθεν τὰς προνομὰς οὐδὲν ἧττον ποιούμενος ἦν. τριταῖος δὲ πρὸς τὴν Ἱεράπολιν ἀφιγμένος ἑώρα τοὺς Ἄραβας περιρρέοντας κυκλόσε καὶ παραδεικνύντας ἐκ φαντασίας τὸν πόλεμον. ἀλλ’ εἰς χεῖρας ἐλθεῖν καὶ συνάψαι Ῥωμαίοις εὐθαρσεῖς οὐ γεγό‐
20νασιν, εἰ μή πού τινες ἀκροβολισμοὶ προτρεχόντων τινῶν καὶ τῆς τάξεως προπηδώντων ἐπιγεγόνασι. καὶ προῄεσαν οἱ μὲν Ῥωμαῖοι συντεταγμένως κατὰ λόχους καὶ φάλαγγας, οἱ δ’
Ἄραβες μετὰ καὶ τῶν συνόντων αὐτοῖς Τούρκων οὐκ ὀλίγων,108

109

ὧν ἦρχεν ἀνὴρ δραστήριος καὶ γένος αὐχῶν βασιλικὸν ἐκ Περσίδος, ὀνόματι Ἀμερτικῆς, μακρόθεν ἑπόμενοι καὶ οἷον δορυφοροῦντες ἢ πρὸς ἐπίδειξιν περιτρέχοντες. περὶ δὲ δείλην ὀψίαν στρατοπεδευσάμενος ὁ βασιλεὺς πρὸ τοῦ Ἱεραπόλεως
5ἄστεος τάφρον ἐκεῖσε καὶ χάρακα κατὰ τὸ εἰθισμένον ἐπήξατο. οὔπω δὲ τὴν ἀποσκευὴν οἱ Ῥωμαῖοι βεβαίως ταῖς σκηναῖς ἀποθέμενοι, μηδ’ ἐγχρονίσαντες ταύταις, ὅσοι τῆς ὑπηρεσίας ὑπῆρχον καὶ τῆς τῶν Ἀρμενίων συντάξεως, εὐθὺ τῆς πόλεως ὥρμησαν. καὶ ἐπείπερ εὗρον αὐτὴν οὐ πάνυ διὰ τῶν ἐντὸς
10ἀντιμαχομένην (ἔφθησαν γὰρ οἱ Σαρακηνοὶ τῷ φόβῳ τῆς βασιλικῆς ἐπιδημίας φυγαδείαν ἑλέσθαι πέραν τοῦ Εὐφράτου ποταμοῦ), ταχὺ βιασάμενοι τὰς πύλας ἐντὸς εἰσεπήδησαν. καὶ σιτίων μὲν καὶ τῆς ἄλλης διατροφῆς εἰς κόρον μετακο‐ μιδὴν ἐποιήσαντο (ἀφθονίαν γὰρ τούτων εὗρον ἐκεῖσε καὶ
15οἴνου τι μέρος καὶ τῶν εὐτελεστάτων εἰδῶν), τῶν δὲ τιμιω‐ τέρων λαφύρων ἀπέτυχον, προλαβόντων τῶν πολεμίων καὶ συσκευασαμένων αὐτὰ μεθ’ ἑαυτῶν ἐν τῷ ἀποδρᾶναι. Καὶ ταῦτα μὲν ἐπὶ τῆς μεγαλοπόλεως ἐκείνης, ἥτις ἀμαχητὶ κρατηθεῖσα πολλὴν εὐμάρειαν δέδωκε τοῖς στρα‐
20τιώταις πρὸς τὴν ἐκεῖσε διαγωγήν, πλὴν τινῶν πύργων ὑψηλοτάτων, τριῶν ἢ τεσσάρων, ἔνθα Σαρακηνοὶ ἀνιόντες,
καὶ τὴν ἄνοδον ὡς στενόπορον κατασχόντες, ἐφιλονείκησαν109

110

κατὰ τὸ πάτριον αὐτῶν νόμιμον τῆς ἰδίας προκινδυνεῦσαι θρησκείας καὶ πόλεως. ἀλλ’ οὐκ ἠδυνήθησαν μέχρι παντὸς ἀντισχεῖν· διὰ πολλῶν γὰρ μερῶν περισχόντες αὐτοὺς οἱ Ῥωμαῖοι, καὶ τόλμῃ πολλῇ καὶ ὅπλοις ἑκηβόλοις καὶ συνα‐
5σπισμῷ καταπλήξαντες, δορυκτήτους αὐτοὺς πεποιήκασιν. ἐπὶ δέ γε τῆς ἀκροπόλεως (ἔστι γὰρ ἐπίπεδος μὲν καὶ αὐτὴ καὶ τῇ πόλει ὁμόστοιχος, τείχεσι δὲ ὑψηλοτάτοις ἄγαν καὶ πύργοις ἀερίοις πεπυκνωμένη καὶ οἷον ἀνάλωτος) οὐ τοιαύτην εὗρον οἱ Ῥωμαῖοι τὴν εὐκολίαν· ἐκεῖσε γὰρ εἰσιὸν Σαρακηνῶν οὐκ
10εὐαρίθμητον πλῆθος ἐρρωμένως ἠμύνατο. οὐ μὴν μέχρι πολλοῦ τὴν φυλακὴν τῆς ἄκρας τηρεῖν ἠδυνήθησαν· κυκλόσε γὰρ ὁ βασιλεὺς ὅπλοις καὶ μηχαναῖς αὐτοὺς κατατείνας, καὶ πετροβόλοις ὀργάνοις καὶ τόξοις ὡς νιφάσι κατακοντίσας, καὶ χώματι τὴν ἅλωσιν ἐκ πολιορκίας ἐπιδειξάμενος, ὑποσπόνδους
15πεποίηκε. πρεσβεύσαντες γὰρ καὶ συγγνώμης τυχεῖν αἰτησάμε‐ νοι, καὶ λύτρον τὴν ἱκετηρίαν αὐτῶν τε καὶ γυναικῶν καὶ παί‐ δων καὶ τῆς λοιπῆς οὐσίας προθέμενοι, τὸν βασιλέα κατεδυ‐ σώπησαν καὶ τῶν κατὰ σκοπὸν οὐ διήμαρτον. κυριεύσαντες δὲ καὶ τῆς ἀκροπόλεως οἱ Ῥωμαῖοι, μεσιτεύοντος τοῖς πρά‐
20γμασιν ἀνδρὸς Ἀσσυρίου μὲν τὸ γένος γέννημα τῆς μεγάλης Ἀντιοχείας τυγχάνοντος, ἄκρως δ’ ἐξησκημένου τήν τε Ῥω‐ μαϊκὴν σοφίαν καὶ παίδευσιν καὶ τὴν τῶν Σαρακηνῶν διὰ τὸ τῆς φύσεως εὐσταλὲς καὶ μετέωρον, καὶ προσιόντος εὐμηχά‐
νως τῇ ἀκροπόλει, καὶ τὰς πύλας Ῥωσικοῖς ὅπλοις ἐν τῷ εἰ‐110

111

σιέναι κατεσχηκότος τῆς ἀκροπόλεως (Πέτρος ἡ προσηγορία τουτωῒ τῷ ἀνδρί, τὸ ἐπίκλην Λιβελλίος, τῇ δὲ τῶν μαγίστρων ἀξίᾳ τῷ τότε τετιμημένος), οὕτως τῆς πολιορκίας ἀπέσχοντο, ἐπείπερ καὶ ἐκ παρόδου πολλὰς πόλεις, ἃς μὲν βραχείας ἃς
5δὲ καὶ μείζους, ἐκ πολέμου καὶ βίας ἀνήρπασαν. Τὸ δ’ ἐντεῦθεν ἀγῶνες ὁπλιτικοὶ τὸ βασιλικὸν στρατό‐ πεδον ἐδέξαντο. ὁ γὰρ ἀμηρᾶς τοῦ Χάλεπ συνάψας τοῖς λοι‐ ποῖς τῶν Ἀραβιτῶν σὺν τῷ Οὐννικῷ, καὶ δύναμιν ἁδρὰν ποιησάμενος, εἰς χεῖρας ἐλθεῖν τῷ βασιλεῖ καὶ μάχεσθαι διε‐
10σκέπτετο. τοῦ δὲ βασιλέως ἔνδον ὄντος τῆς προαλωθείσης Ἱεραπόλεως καὶ πυργομαχοῦντος ἐν μέρει, καθὸ λείψανον ὑπολέλειπτο τῆς πυργοκρατείας, παρατάξεις ἀφωρίσθησαν δύο τὸν μεταξὺ τόπον τοῦ τε κάστρου καὶ τῆς παρεμβολῆς ἐκ τῶν ἐναντίων διατειχίζουσαι. διεφαίνοντο γάρ τινες τῶν Σαρα‐
15κηνῶν κατὰ τὸ πεδίον ἐκ διαστήματος ἱππαζόμενοι. εἰσὶ γὰρ περὶ τὴν Ἱεράπολιν ἱππήλατα πεδία πρὸς μῆκος ἐπεκτεινόμενα μέγιστον, καὶ πλὴν γηλόφων οὐδέν ἐστι τὸ ὑπερανεστηκὸς εἰς ὄρος μέγα καὶ πρὸς ἀέρα διατεινόμενον. καυσώδης δὲ ὁ τό‐ πος ἐστὶν ὡς ἂν τοῦ ἡλίου θερμότερον ἐκεῖσε προσβάλλοντος
20διὰ τὸ μεσημβρινόν. περὶ δὲ τὰ ἑσπέρια τοῦ κάστρου λει‐ μῶνες πεφύκασιν ὑδραγωγίοις κατάρρυτοι· χλιαρὸν δὲ τὸ ὕδωρ ἐστί, μεταλαμβάνον πάντως τῆς ἐκ τοῦ ἀέρος καὶ τῆς
γεώδους φλεγμονῆς ἐπιτάσεως. τότε μὲν οὖν κατὰ μικρὸν111

112

οἱ πολέμιοι ταῖς κατὰ μέτωπον ἱσταμέναις δύο παρατάξεσι πλησιάσαντες (ἀπῆν δ’ ἔτι ὁ τοῦ Χάλεπ ἀμηρᾶς· ὄνομα τούτῳ Μαχμούτιος), καὶ ἀκροβολισμοὺς ποιησάμενοι, παρε‐ λάσαι μέν τινας τῶν Ῥωμαίων πρὸς αὐτοὺς κατηνάγκασαν καὶ
5δὶς τοῦτο καὶ τρὶς πεποιήκασι, καὶ πάλιν διεγειρόμενοι τού‐ τους ἀντέστρεφον ὄπισθεν. ἐν ἑτέρᾳ δὲ συμβολῇ τροπὴν ποιησά‐ μενοι τῶν παρελασάντων οὐκέτι κατὰ τὰς προτέρας προσβολὰς γεγόνασιν ὀπισθόρμητοι, ἀλλ’ ἀκρατῶς ἐλάσαντες μέχρι τῆς τῶν στρατηλατῶν φάλαγγος εἰς χεῖρας αὐτοῖς συνερράγησαν,
10καὶ τρεψάμενοι ταύτην, καὶ παρελθόντες τὸ τῶν σχολῶν σύν‐ ταγμα, πολλοὺς μὲν ἀνεῖλον, τοὺς δὲ λοιποὺς φυγεῖν αἰσχρῶς κατηνάγκασαν, ἐν δεξιᾷ καταλιπόντες τὸ τῶν σχολῶν σύνταγμα, ὅπερ τὴν τῶν ἑτέρων ὁρῶν ἧτταν οὔτε παραβοηθῆσαι οὔτε τι πρᾶξαι στρατιωτικὸν ἐμελέτησεν, ἀλλ’ ἦν πεπαγωμένον,
15ὡς ἂν λάθῃ τοὺς ἐναντίους ἐκ τῆς ἐρημαίας διανοούμενον στάσεως. ἐπεὶ δ’ ὑποστρέψαντες οἱ πολέμιοι τὸ τάγμα τοῦτο μόνον εὗρον ἀγεννῶς προϊστάμενον, ταχὺ καὶ τούτου τὴν ἧτταν εἰργάσαντο, πολλοὺς μὲν ἀνῃρηκότες, τοὺς δὲ λοιποὺς εἰς τὴν παρεμβολὴν κατακλείσαντες, καὶ τὰ σημεῖα τούτων
20στρατηγικῶς ἀφελόμενοι, ὥστε καί τινες τῶν Σαρακηνῶν κα‐ ταβάντες τῶν ἵππων, καὶ πολλοὺς τῶν στρατιωτῶν τραχηλο‐ κοπήσαντες, τὰς κεφαλὰς τούτων εἰς ἔνδειγμα τῆς νίκης πρὸς
τὸ Χάλεπ ἀπέστειλαν. τότε τοίνυν κἀγὼ οὐ τοσοῦτον ἀπέ‐112

113

γνων τὴν ἐμαυτοῦ σωτηρίαν, ὅσον τὴν τῶν Ῥωμαίων κατέγ‐ νων δειλίαν ἢ ἀπειροκαλίαν ἢ ταπεινότητα· τοσαύτης γὰρ γενομένης καταφορᾶς καὶ ἥττης τῶν Ῥωμαίων πρὸ τῆς παρεμ‐ βολῆς, οὐδεὶς τῶν λοιπῶν λόχων καὶ λοχαγῶν εἰς ἄμυναν διη‐
5ρέθιστο, ἀλλὰ πάντες, ἔνδον καθήμενοι ἕκαστος τὸ οἰκεῖον ἔργον ὡς διὰ φιλίας γῆς ἐνσκηνούμενος διεπράττετο, καὶ κί‐ νησις ψυχῆς οὐδ’ ἀγωνία τούτους τὸ παράπαν ἐξώρμησεν. Ὁ δὲ βασιλεὺς ἔνδον τοῦ κάστρου τοῦτο μεμαθηκώς, μετὰ πολλῆς τῆς ἀνίας ἐκεῖθεν ἐπανελθὼν πρὸς τὸν χάρακα
10μετὰ τῶν συνόντων αὐτῷ Καππαδοκῶν, πολλὴν καὶ αὐτὸς τὴν ἀβελτηρίαν κατέγνω τούτων καὶ τῶν Ῥωμαίων ὁμοῦ. διὸ καὶ ἡ νὺξ ἐκείνη πάντας εἶχεν ἐν ἐλπίσιν οὐκ ἀγαθαῖς, κα‐ θότι καὶ τὸ πεζὸν ἅπαν τῶν Ἀρμενίων, ἐπιταχθὲν διανυκτε‐ ρεύειν περὶ τὴν τάφρον ἐν προτειχίσματι, ἀποστασίαν ἐσκό‐
15πησε, μὴ πειθαρχῆσαν τοῖς λέγουσι. καὶ ἡ μὲν νὺξ ἐκείνη δριμεῖά τις καὶ βαρεῖα τοῖς Ῥωμαίοις διατετέλεστο· οὔπω δ’ ἡμέρα προῄει, καὶ οἱ πολέμιοι τὸν χάρακα πανστρατιᾷ περιέ‐ ζωσαν. μεμαθηκὼς γὰρ ὁ τοῦ Χάλεπ ἄρχων τὸ προγεγονὸς προτέρημα παρὰ τῆς μοίρας αὐτοῦ, μεθ’ ὅλης ἧκε τῆς ἑαυ‐
20τοῦ δυνάμεως ὡς αὐτοβοεὶ αἱρήσων τὸν βασιλέα μετὰ τῆς συνούσης αὐτῷ στρατιᾶς. καὶ οἱ μὲν οὕτω περιιππεύοντες ἡμᾶς καὶ θηριωδῶς ἐκφοβοῦντες ταῖς βαρβαρικαῖς ὑλακαῖς
οὐ διέλιπον· ὁ δὲ βασιλεὺς ἐντὸς τῆς σκηνῆς διαγράφων113

114

τὸν πόλεμον, περὶ τρίτην ὥραν ἀθρόον ἐξελήλυθεν ἔφιππος (ἐνίστατο δὲ εἰκοστὴ τοῦ νοεμβρίου μηνὸς ἰνδικτιῶνος ζʹ), βοῆς βυκίνων ἢ σαλπίγγων μὴ προενηχησάσης αὐτοῦ τὴν πρόοδον. ἀρθέντων δὲ τῶν σημείων, καὶ τῆς στρατιᾶς κατὰ
5λόχους συντεταγμένως ἐξιούσης, ἤρξαντο οἱ πολέμιοι περὶ μέ‐ ρος ἓν, καθ’ ὃ τοὺς Ῥωμαίους εἶδον ἐλαύνοντας κατὰ φάλαγ‐ γας, καὶ αὐτοὶ συναθροίζεσθαι. καὶ ὁ ἀγὼν ὅσος, καὶ ἡ τοῦ μέλλοντος ἔκβασις οἵα, ταῖς ψυχαῖς ἐναπέστακτο. ὅμως δ’ οὖν ἐνυάλιον ἀλαλαξάντων τῶν κατὰ μέτωπον προασπιζόντων ἐν τῇ
10συμβολῇ, πολλοὺς τῶν πολεμίων οἱ Ῥωμαῖοι κατηγωνίσαντο διαχειρισάμενοι. τοῦ δὲ λοιποῦ πλήθους τῶν Ῥωμαίων ἐξορ‐ μήσαντος κατ’ αὐτῶν φυγὴ τούτων ἀνυπόστατος γίνεται. οἱ δὲ κατόπιν τῶν φευγόντων ἐλαύνοντες πολλοὺς μὲν ἀνεῖλον, οὐκ ὀλίγους δὲ ζωγρήσαντες ἔλαβον. τῆς δὲ διώξεως μέχρι
15πολλοῦ μὲν γενομένης, μεγάλης οἱ Ῥωμαῖοι νίκης καὶ αὐχή‐ ματος ἐξηστόχησαν. τῶν γὰρ Ἀραβικῶν ἵππων ταχυδρομεῖν εἰδότων ἄχρι τινός, μηδ’ εὐψυχούντων δ’ ἐπὶ πολλοῦ διαστή‐ ματος, ὅταν οἱ Ῥωμαῖοι τὴν ἀτονίαν ἐκείνων οἰκείαν εὐτο‐ νίαν ἢ εὐτυχίαν ποιήσασθαι ἔμελλον, τότε τοὺς ῥυτῆρας ἐξ
20ἐπιτάγματος βασιλικοῦ ἐπιστρέψαντες τὴν νίκην ἀμβλεῖαν ἑαυ‐ τοῖς ἀπειργάσαντο, κορεσθέντες μόνῃ τῇ τῶν ἐναντίων ἀπο‐ τροπῇ.
Οὕτως εἶδον ἐγὼ τοὺς νῦν Ῥωμαίους μήτε καιρὸν ἁρ‐114

115

πάσαι δεδυνημένους μήτε λόχους καθίσαι, μήτε πολέμῳ δρι‐ μεῖ κρῖναι τὸ πᾶν εὐθυφρονοῦντας, μήτε δυνάμεις τῶν ἐναν‐ τιουμένων αὐτοῖς διακρίναντας, ἀλλ’ ἑνὶ κανόνι χρωμένους πρὸς ἅπαντας, τούς τε δυνατωτάτους τῶν ἐναντίων καὶ τοὺς
5γλίσχρως καὶ ἡγεμονικῶς εἴτ’ οὖν τοπαρχικῶς ἔχοντας. τί γὰρ ἦν τότε δέος πρὸς τὸν τοῦ Χάλεπ ἡγεμόνα εἰς τὸ μὴ διώκειν αὐτὸν ἀκρατῶς μετὰ τὴν τροπήν, ὀπισθοφυλακοῦντος τοῦ βασιλέως μετὰ τῆς λοιπῆς τοῦ στρατοῦ μοίρας, καὶ κα‐ τόπιν ἐπιτρέπειν τὴν παρεμβολὴν ἕπεσθαι μέχρις ὅτου καὶ
10τῷ Χάλεπ ἐπέστησαν καὶ τοὺς ἔνδον τῷ φόβῳ κατέσεισαν καὶ τὴν πόλιν αὐτῶν παρεστήσαντο, τοὺς πλείους τῶν στρατιω‐ τῶν ἐν τῇ φυγῇ κατακόψαντες. καθὼς γὰρ καὶ ὕστερον με‐ μαθήκαμεν, ὅτι καὶ αὐτοὶ οἱ τοῦ Χάλεπ καραδοκοῦντες ἦσαν ἐφ’ ᾧ τὴν πόλιν αὐτῶν ὁμολογίᾳ καὶ συνθήκαις ἀφεσίμοις
15παραδοῦναι τῷ βασιλεῖ, ἐπείπερ καὶ ἡ νεότης τούτων παθεῖν ἔμελλε πᾶσα, εἰ προέβη τὰ τῆς διώξεως. ἤλαυνον γὰρ καὶ αὐτοῖ πεζικῇ παρατάξει διὰ τὴν ἐλπίδα τοῦ πρώην τῶν Σα‐ ρακηνῶν προτερήματος, ὥστε τὸν χάρακα τῶν Ῥωμαίων ἐξ ἐπιθέσεως αἱρήσειν πολεμικῆς. νῦν δὲ τῷ ἀδιακρίτῳ τῆς τῶν
20ἀρχόντων ἡγεμονίας καὶ τῆς αὐτῶν ἰσχύος τῶν Ῥωμαίων οἱ βασιλεῖς καὶ ἡγεμόνες ἰσχυρῶς συνεχόμενοι, τάς τε νίκας αὐ‐ τῶν εἰς ἀγενὲς περιστέλλουσι πέρας, καὶ τοὺς ἐχθροὺς εἰς
αὔχημα μεῖζον ἐπαίρουσιν, οἳ καὶ κυριαρχὴν ἐν ταῖς νίκαις115

116

τῷ συνεχεῖ τῆς διώξεως μὴ διανοούμενοι, τὴν τῶν Ῥωμαίων γῆν ὑπόφορον αὐτῶν ἢ μηλόβοτον πεποιήκασιν, ὡς διὰ τῶν ἡμετέρων ὑστερημάτων ἀναπληροῦσθαι τὰ ἐκείνων θελήματα. Ἀλλὰ τοῦτο μὲν οὕτως· ἐπανελθὼν δ’ ὁ βασιλεὺς εἰς
5τὸν χάρακα μετὰ τὴν τῶν ἐχθρῶν ἀποσόβησιν, ἔγνω τὴν ἀκρό‐ πολιν τῆς Ἱεραπόλεως ἐνοικίσαι καὶ στρατηγὸν ἀποδεῖξαι ταύτης, ἐφ’ ᾧ κατὰ μικρὸν καὶ τὴν ἄλλην πόλιν Ῥωμαίων γενέσθαι καὶ Ἀρμενίων κατοικητήριον, καὶ διὰ τοῦτο χρονί‐ σας ἐκεῖσε, καὶ φρουράν, ὅση τις ἐδόκει πρὸς φυλακὴν αὐ‐
10τάρκης, καὶ στρατηγὸν ἐπιστήσας Φαρασμάτιον ἐκεῖνον βέ‐ στην τὸν Ἀποκάπην, ἐξ Ἀρμενίων τὸ γένος ἕλκοντα, χώραν δέδωκε τοῖς ἐναντίοις ἀνακαλέσασθαί τε τὴν ἧτταν καὶ ἀντί‐ παλα φέρεσθαι. καὶ ἕως μὲν ἐστρατοπεδευμένος ὁ τῶν Ῥω‐ μαίων στρατὸς διεδείκνυτο, κατὰ χώραν ἐδόκουν μένειν οἱ
15Ἄραβες· ὡς δ’ ἀναστρέψας τὴν στρατιὰν εὐθὺς τοῦ φρου‐ ρίου τοῦ Ἀζᾶς ἤλαυνεν, ἤρξαντο σποράδην ἐκ διαστήματος κατὰ τὸ εἰθισμένον αὐτοῖς ἐπιφαίνεσθαι, καὶ περὶ τὴν οὐρα‐ γίαν πολλάκις ἐπιτιθέμενοι, ἢ καὶ τοὺς τὰ σιτία μετακομί‐ ζοντας, ἐλύπουν τοὺς Ῥωμαίους, ὡς ἂν ἐξ ἐπιδρομῆς καὶ λό‐
20χου τὰς ἐπιθέσεις ἐν τῷ λεληθότι ποιούμενοι. ὅμως δ’ οὖν καταφραξάμενος ἑκηβόλοις καὶ πελτασταῖς ὁ βασιλεὺς τὸ στρατόπεδον, οὕτω τεθωρακισμένον αὐτὸ διῆγε καὶ τὰς τῶν ἐχθρῶν προσβολὰς ῥᾳδίως ἀποκρουόμενον, ἕως ἐν τῷ φανερῷ
καὶ μάχῃ νικήσας αὖθις τοὺς ἐναντίους τῷ φρουρίῳ τοῦ116

117

Ἀζᾶς μεθ’ ὅλης τῆς στρατιᾶς καὶ τῆς ἀποσκευῆς προσηνέ‐ χθη, μανθάνων παρὰ τινῶν ὅτι εὔυδρός ἐστιν ὁ τόπος ἐκεῖ‐ νος καὶ ἱκανὸς χορηγεῖν τοσούτῳ στρατοπέδῳ δαψίλειαν τοῦ ὑδρεύεσθαι. ὡς δὲ προσεγγίσας αὐτῷ οὐδὲ καθ’ ἡμίσειαν
5τόξου βολὴν ἐρυμνότατόν τε εἶδεν, ἐπ’ ἀκρωρείας τοῦ λόφου ἱστάμενον καὶ τείχεσι διπλοῖς περιεζωσμένον καὶ πέτραις ὥσπερ χειροποιήτοις γεγομφωμένον καὶ λιθίνην τὴν ἄνοδον πρὸς τὴν πύλην ἀποφερόμενον, μικρόν τε ὕδωρ ἀπορρέον ἐκ‐ εῖθεν καὶ μὴ δυνάμενον ὅσον πρὸς χιλιοστὸν μέρος τοῦ στρα‐
10τοῦ ἐξαρκεῖν, ἀπέγνω τὴν ἐκεῖσε στρατοπεδείαν, καὶ ἀναζεύ‐ ξας ἐκεῖθεν εἰς τόπον ἐπήξατο τὴν παρεμβολήν, ἔνθα τὸ ὕδωρ ἀφθονώτερον ἔρρεε. διασκοπήσας οὖν ὡς οὐκ εὔθετόν ἐστιν ἐκ διαστήματος τοσούτου προσιέναι τῇ πόλει καὶ μηχανὰς ἐφιστάναι (φθάνειν γὰρ τὴν νύκτα, καὶ δεῖσθαι μετακομιδῆς
15αὐτῶν εἰς τὸν χάρακα, ἵνα μὴ πυρίκαυστα τοῖς πολεμίοις ἱστάμενα γίνοιντο), τόν τε χειμῶνα περὶ ἀκμὴν ἐρχόμενον καθορῶν καὶ τοὺς ἐναντίους περικεχυμένους ἀεὶ τῷ θάρρει τῆς τῶν ἵππων ἐν τῷ θεῖν ἀρετῆς, ἀναστὰς ἐκεῖθεν ὥρμησε πρὸς τὰ τῆς Αὐσονίτιδος ὅρια. καὶ πυρπολήσας χωρίον τι
20μέγιστον Κάτμα λεγόμενον, τῷ ἀμηρᾷ τοῦ Χάλεπ ἀφωσιω‐ μένον ἐκ παλαιοῦ, εἰς ἕτερον χωρίον κατέλυσε Τερχαλᾶ κα‐ τονομαζόμενον, ἔνθα κοπτομένου τοῦ χάρακος, καὶ τοῦ βασι‐
λέως ἐπ’ ὄχθης ἱσταμένου κατὰ τὸ δεξιόν, καὶ προασπιζου‐117

118

σῶν στρατιωτικῶν παρατάξεων (ἦν δὲ καὶ τόπος ῥύακος τάξιν ἐπέχων, ἐξ ἑκατέρου μέρους βουνοῖς συνεχόμενος, ἀφ’ ὧν ὁ ἀριστερὸς τοὺς πολεμίους εἶχεν ἐπ’ ἀκρωρείας ἱσταμένους κατὰ τὸ ἀσφαλές), τοῦ τε λοιποῦ πλήθους περὶ τὴν ἀπόθεσιν
5τῶν φορτηγῶν ζώων ἠσχολημένου, καὶ τῆς οὐραγίας ἐφετο‐ μένης καὶ ἀντιπολεμούσης τοῖς ἐπεμβαίνουσι τῶν Σαρακηνῶν, Ἄραβες δύο λαθόντες κατόπιν τῆς ἀκρωρείας, καὶ τοὺς ἵπ‐ πους ἀπὸ ῥυτήρων ἐλάσαντες, ἐπ’ ἄκρου τῆς παρεμβολῆς ἐφορμῶσι, καὶ δύο τῶν πεζῶν ταῖς λόγχαις ἀναιροῦσιν αὐ‐
10τῶν. οὓς ὁ βασιλεὺς πρῶτος τῶν λοιπῶν θεασάμενος, καὶ φωνῇ καταμηνύσας τὴν ἔφοδον, διανέστησε μὲν τοὺς στρα‐ τιώτας εἰς δίωξιν, οἳ δὲ φθάσαντες ἐξαισίῳ δρόμῳ τῶν ἵπ‐ πων εἰς τὸ οἰκεῖον στρατόπεδον ἀνεσώθησαν. Τότε μὲν οὖν διανυκτερεύσαντες οὐκ ἀμαχητὶ (περιε‐
15βόμβουν γὰρ ἔξωθεν ὑλακαῖς ἀσήμοις οἱ Ἄραβες), τῇ ἐπαύ‐ ριον ἄραντες εἰς τὴν Ῥωμαϊκὴν ἐπεβάλομεν γῆν, οὕτω μὲν τυπουμένην ἐκ τῶν ὁρίων, προκατειργασμένην δὲ καὶ ἀνά‐ στατον οὖσαν, εἰ τάχα καὶ ἀγαθότης ἦν καὶ χρήματι καλλί‐ στῳ καὶ μεγίστῳ τῶν τε ἄλλων καὶ αὐτῶν τῶν ἐλαιῶν βρί‐
20θουσα, πλὴν εἰ μήπου προϊόντες κρησφύγετά τινα εὑρίσκο‐ μεν, βραχύτατά τινα συντηροῦντα τῆς χώρας ἐκείνης ἐπίμο‐ να λείψανα. διελθόντες οὖν τοιούτους τόπους πολλοὺς εὐθὺ
τοῦ Ἀρτὰχ ἐβαδίζομεν. τὸ δὲ τοιοῦτον κάστρον ἐστὶ στρα‐118

119

τηγῷ μὲν ἀρχόμενον, φρουρᾷ δὲ καὶ κόμῃ πολλῶν καὶ ἀγα‐ θῶν ἀνδρῶν συντηρούμενον, καὶ στρατιωτῶν οὐκ ἀμοιροῦν ἐν ταῖς κατ’ ἐπιδρομὴν ἐπιθέσεσι. τὸ δὲ τοιοῦτον προαλωθὲν φρουρὰν εἶχε Σαρακηνῶν, ἀποταμιεύουσαν αὐτοῖς τὴν εἰς τὸ
5ἑξῆς αὐτοῦ καταδούλωσιν· ὅπερ ἔγγιστα τῆς μεγάλης Ἀν‐ τιοχείας τυγχάνον μεγάλην αὐτῇ βλάβην καὶ παντοδαπὴν ἐκ τῶν ἐναντίων ἐπιτρέφειν ἔμελλε, καὶ οἷον ἀντίπολις εἶναι καὶ ἀντίθετον καταγώγιον. ἄρτι δὲ τοῦ βασιλέως εὐτρεπιζομέ‐ νου πρὸς τὴν αὐτοῦ πολιορκίαν, φόβῳ κατασεισθέντες οἱ τὴν
10φρουρὰν ἐμπεπιστευμένοι τούτου Σαρακηνοὶ νυκτὸς ἐκεῖθεν ἀπέδρασαν. ὁ δὲ βασιλεὺς ἀνακωχὴν τοῦτο τῆς ἐργολαβίας καλῶς ἡγησάμενος, τίθησι μὲν αὐτοῦ που τὸν χάρακα, δια‐ τίθησι δὲ τὰ κατ’ αὐτοὺς εὐπρεπῶς, στρατηγόν τε καὶ φρου‐ ρὰν ἐπιστήσας καὶ σιτήσεις ἐναποθέμενος καὶ πάντα τὰ τῷ
15καιρῷ διαταξάμενος πρόσφορα. ἐπ’ αὐτοῦ τοίνυν τοῦ βασι‐ λέως ἤρξαντο Ῥωμαῖοι πολεμίοις ἀντοφθαλμίζειν καὶ πρὸς γενναιότερον ἀναφέρειν λόγον καὶ συνίστασθαι πρὸς ἀντίθε‐ σιν, ἐπεὶ τάγε κατὰ τοὺς προβεβασιλευκότας, ἐξ οὗπερ ὁ Μο‐ νομάχος καὶ οἱ καθεξῆς ἐπεκράτησαν, πλὴν ἐπιδείξεως μόνης
20καὶ πλήθους συναγωγῆς οὐδενὶ καρτερὰν πρὸς μάχην συνέρ‐ ραξαν· ὡς εἶναι δῆλον ὅτι τοῦ ἡγεμόνος ὡς ἐπίπαν ἐστὶ τὸ κατορθούμενον ἐν ὅλοις τοῖς πράγμασιν.
Ἐπεὶ δὲ ἡ Ἀντιόχεια προκατείργαστο ταῖς ἐπιδρομαῖς119

120

καὶ σίτου σπάνιν ἐκέκτητο, δείσας ὁ βασιλεὺς μὴ παραγενό‐ μενος ἐκεῖσε καινοτομήσῃ τῇ πόλει τὰς ἰδίας τροφάς, καταφρο‐ νήσας ἐπὶ συμφέροντι ταύτης τῆς ἰδίας τρυφῆς, διὰ τόπων ἐλά‐ σας ἐρήμων ὑπερέβη τοὺς αὐλῶνας ἐκείνους καὶ τὰς κλεισού‐
5ρας δι’ ὧν ἡ Κοίλη Συρία τῆς Κιλικίας χωρίζεται. καὶ κα‐ τελθὼν ἐπιπόνως εἰς πόλιν τῆς Κιλικίας λεγομένην Ἀλέξαν‐ δρον (μεγίστη γὰρ ἔκθλιψις ἐν τοῖς τόποις ἐκείνοις τῷ στρα‐ τοπέδῳ γέγονε διὰ τὸ στενόπορον καὶ τὸ ἀπότομον τῶν πε‐ τρῶν καὶ τὸ συνεχὲς τῶν κρημνῶν), ἐκεῖσε τὴν παρεμβολὴν
10καὶ τὸν χάρακα πήγνυσι. καὶ οὕτω διελθὼν τὴν χώραν ἐκεί‐ νην, καὶ τὸν Ταῦρον τὸ ὄρος πανστρατιᾷ ὑπερβάς, εἰσβάλλει τῇ Ῥωμαίων. ἐντυχόντες δ’ ἀθρόον οἱ στρατευόμενοι τῷ κρυμνῷ καὶ τῇ συστροφῇ τῆς ἄγαν ψυχρότητος, ἐκ τόπων θερμῶν ἀναγόμενοι (περὶ τὸ τέλος ἦν ὁ δεκέμβριος μήν),
15πολλῆς ᾔσθοντο τῆς δριμύτητος, ὁπότε συνέβη καὶ ἵππους καὶ ἡμιόνους καὶ ἀνθρώπους, ὅσοι μὴ εὐσαρκοῦντες ἦσαν ἢ μὴ εὐειματοῦντες, τῷ ἀθρόῳ τῆς ψύξεως ἀποψῦξαι καὶ τῆς ὁδοῦ προβεβλῆσθαι θέαμα οἴκτιστον. Τότε κἀγὼ περὶ στενωπὸν τοῦ Ταύρου ὄρους ἄφυκτον
20διέφυγον κίνδυνον. ὁ γὰρ ἵππος εἰς ὃν ἐπωχούμην, προεστε‐ νοχωρημένος ὢν ἐκ πάθους λυκοεντερικοῦ λεγομένου, ὀκλάσας τι μικρὸν τοὺς ἐμπροσθίους, ἔσχε με καταβάντα τούτου αὐ‐
τίκα διὰ τοῦ δεξιοῦ μέρους· ἐν ἀριστερῷ γὰρ οὐκ ἦν διὰ120

121

τὸ κρημνὸν ἀποτέμνεσθαι μέγιστον. ὡς δὲ ἀνέστησα τοῦτον τῷ ῥυτῆρι νύξας, εὐθὺς διατιναξάμενος αὐτόματος δι’ ἑαυτοῦ τῷ κρημνῷ ἑαυτὸν κατηκόντισεν. ἐγὼ δὲ μείνας ὀρθὸς δόξαν μὲν τῷ θεῷ τῆς τοῦ κινδύνου ἐλευθερίας ἀνέπεμψα, θαῦμα
5δὲ τοῖς πολλοῖς προσενέσταξα, ὅπως, οἷον ἐκ προγνώσεως θειοτέρας, οὐκ ἐπέμεινα τοῖς νώτοις τοῦ ἵππου (ἦν γάρ τι μικρὸν ὀκλάσας, ὅσον ἀναστῆναι καὶ πάνυ ῥᾴδιον) ἀλλὰ κα‐ ταβὰς ἐν τάχει οὐ συναπῆλθον τῷ κρημνῷ καὶ συνετρίβην ὡς τάχιστα. ἵσταντο γὰρ πάντες θεώμενοι τὸ καινόν, ἐπεὶ τοῖς
10κατόπιν οὐκ ἐξῆν περαιτέρω ἰέναι, τῆς ὁδοῦ ἐκείνης ἕνα καὶ μόνον συγχωρούσης διέρχεσθαι διὰ τὸ πάνυ στενώτατον, ἕως ἑτέρου μοι προσαχθέντος ὑποζυγίου ἡ ἐπίβασις ἐπιγέγονεν. Ἐξιοῦσι δ’ ἡμῖν εἴς τι χωρίον τῆς τοῦ Ποδαντοῦ κλει‐ σούρας ἐκτός, Τυψάριον κατονομαζόμενον, φήμη τις ἐπεπό‐
15λασε τὸν καταλελειμμένον ἐν Μελιτηνῇ στρατηγὸν ἐπὶ τῇ φυ‐ λακῇ τῆς Ῥωμαίων γῆς αἰσχρῶς καὶ βουλεύσασθαι καὶ τὰ κατὰ τὸν στρατὸν οἰκονομῆσαι, καὶ τοσοῦτον ὅτι περ οἱ πολέ‐ μιοι διελθόντες τὴν τοῦ Ἀμορίου πολιτείαν ἀνήρπασαν καὶ φόνον ἀνδρῶν ἀμύθητον πεποιήκασι καὶ πανοικεσίᾳ ταύτην
20ἠνδραποδίσαντο. τῆς δὲ παρεμβολῆς αὐτῶν ἀφεθείσης ἐν τῇ τοῦ Χαλκέως τοποθεσίᾳ, αὐτὸς ἀπὸ διαστήματος ὀλίγου συ‐
νηθροισμένην ἔχων τὴν στρατιὰν ἐν τῷ τοῦ Τζαμαντοῦ ὀχυ‐121

122

ρώματι οὔτε ταύτην ἑλεῖν ἢ προσβαλεῖν παρετόλμησεν οὔτε τῷ Ἀμορίῳ προσβοηθῆσαι, ὅτι μὴ μᾶλλον οἱ Τοῦρκοι τῷ Τζα‐ μαντῷ προσεγγίσαντες ἐν τῷ ἐπανιέναι πολλοὺς μὲν τῶν ἐπε‐ ξιόντων Ῥωμαίων ἀνεῖλον, τοὺς δ’ ἄλλους εἰς τὰ ἐρυμνότατα
5τοῦ κάστρου κατέκλεισαν. ἀνιαθεὶς δὲ ὁ βασιλεύς, καὶ πλέον τι ποιῆσαι μὴ δυνηθεὶς διὰ τὸ τοῦ χειμῶνος ἐπαχθὲς καὶ ἀσύμφορον, τὸ μὲν μισθοφορικόν, καὶ ὅσοι τῆς ἑσπερίας με‐ ρίδος ἐτύγχανον, εἰς παραχειμασίαν διέδωκεν, αὐτὸς δὲ μετὰ τῶν σωματοφυλάκων καὶ Βυζαντίων καὶ τῶν οἰκοφυλακούν‐
10των ἐν βασιλείοις εἰς τὴν βασιλεύουσαν εἰσελήλυθε περὶ ἀκ‐ μὴν τοῦ χειμῶνος ὄντος· πρὸς τῷ τέλει γὰρ ἦν ὁ ἰαννουά‐ ριος μήν. Διαγαγὼν τοίνυν ἐν τῇ τῶν πολιτικῶν πραγμάτων διοι‐ κήσει χρόνον τινά, καὶ τιμὰς εἴς τινας τῶν συγκλητικῶν
15ποιησάμενος, καὶ τὰς ἐτησίους δωρεὰς αἳ τοῖς συγκλητικοῖς ἀξιώμασι προσήρτηντο ποιησάμενος, καὶ οὐδὲ τὰς πασχαλίους ἡμέρας περιμείνας εἰς τὸ Βυζάντιον, εἰς τὸν ἀντιπέρας κεί‐ μενον βασιλικὸν οἶκον καὶ λεγόμενον τῶν Ἠρίων ἀπέπλευσεν, ὁρμὴν ἔχων εἰς τὴν ἑώαν αὖθις στρατοπεδεύσασθαι καὶ
20τοῖς Τούρκοις ἐπεξελθεῖν. ἐπισυνέβη γὰρ καί τι τῶν ἀτόπων, πρὸς ἐκστρατείαν καλοῦν τὸν ἄνακτα σπουδαιότερον. ἀνὴρ γὰρ Λατῖνος ἐξ Ἰταλίας τῷ βασιλεῖ προσελθών, Κρισπῖνος ὀνόματι, πρὸς τὴν ἑώαν προαπεστάλη, παραχειμάσων ἐκεῖσε
μετὰ τῶν συνδιαπλευσάντων αὐτῷ καὶ συναφικομένων ὁμο‐122

123

γενῶν. δόξας δὲ μὴ κατ’ ἔφεσιν τιμηθῆναι παρὰ τοῦ βασι‐ λέως καὶ δωρεὰς ἀποχρώσας λαβεῖν ἀποστασίαν ἐσκόπησε, καὶ αὐτίκα τοὺς συναντῶντας φορολόγων τε καὶ λοιποὺς σκυλεύειν καὶ διαρπάζειν ἤρξατο, καὶ πάντα δρᾶν ὅσα δεσπότου ἀποπτύ‐
5ουσι χαλινούς. φόνον δὲ Ῥωμαίων οὐδένα εἰργάσατο. διὸ καὶ κατὰ βασιλικὴν ἐντολὴν (ἐμεμαθήκει γὰρ πάντα ὁ βασιλεύς) πολλοὶ τῶν στρατιωτῶν πρὸς μάχην τούτῳ συνήντησαν. πάντες δὲ τῆς τούτου ῥομφαίας ἡττήθησαν. τελευταῖον δὲ στρατῷ μεγάλῳ τῶν ἑσπερίων πέντε ταγμάτων ἐπιστρατεύσας κατ’ αὐτοῦ ἐκ τῶν
10Ἀρμενιακῶν θεμάτων, ἐν ᾧ παρεχείμαζον, ὁ τὴν ἡγεμονίαν τούτων ἐπιτραπεὶς Σαμουὴλ βεστάρχης ὁ Ἀλουσίανος λεγόμενος, καὶ περὶ ὄρθρον ἐπιτεθεὶς τούτῳ ἠρεμοῦντι καὶ ἀναπαυομένῳ κατὰ τὸ εἰωθὸς τῆς ἀναστασίμου ἡμέρας καὶ μεγάλης κυρια‐ κῆς ἐφισταμένης, ἔπραξε μὲν γενναῖον οὐδέν, ἔπαθε δὲ μᾶλ‐
15λον πάνυ κακῶς. ἐμπεσόντες γὰρ οἱ στρατιῶται τοῖς τῶν σκηνῶν καλωδίοις, καὶ συμπλακέντες αὐτοῖς, γνῶσιν τοῖς Φράγγοις τῆς ἐπιβουλῆς πεποιήκασιν. οἳ δὲ σταθηρῶς ἑαυ‐ τοὺς ἀνακαλεσάμενοι, καὶ πρὸς ἄμυναν τραπέντες εὐθύς, οὐ μοχθηρῶς τοὺς Ῥωμαίους τῆς παρεμβολῆς ἀπεώσαντο. ταχὺ
20δὲ τῶν ἵππων ἐπιβάντες, ὡς εἶχεν ἕκαστος σπουδῆς καὶ πα‐ ρασκευῆς, καὶ κατόπιν ἐλάσαντες πολλοὺς μὲν ἀνεῖλον, ἄλ‐ λους δὲ ζωγρήσαντες ἔλαβον. τότε δὴ προκαθίσας ὁ τῶν
Λατίνων ἐξάρχων οὐκ ἄκαιρον οὐδ’ ἀνεύλογον δημηγορίαν123

124

συνήγαγε· κατέγνω γὰρ τῶν Ῥωμαίων ἀσέβειαν, ὅτι ἐν τοι‐ αύτῃ φοβερᾷ καὶ θαυμασίᾳ ἡμέρᾳ, ἥτις ἑορτῶν ἐστὶν ἑορτή, τὰς χεῖρας κατὰ Χριστιανικῶν αἱμάτων ἐξώπλισαν, μὴ ἐφει‐ μένον ὂν ἐν ταύτῃ τοῖς ὀρθοδόξοις μηδὲ κατὰ ἀλλοφύλων
5ἐπεξιέναι καὶ τὴν χάριν ὑβρίζειν τῆς ἀναστάσεως. ὅμως πράως τούτοις προσενεχθεὶς καὶ συμπαθείας ἀξιώσας ἀπέ‐ λυσε. τοὺς δὲ τραυματίας ἐν ταῖς κώμαις ἀπέθετο, τὴν ἐπι‐ μέλειαν αὐτῶν ἐπιτρέψας ἀπαραλόγιστον. Ταῦτα τοῦ βασιλέως μεμαθηκότος, κατήπειξαν αὐτὸν
10πρὸς τὴν ἔξοδον. γενόμενος οὖν ἐν τῇ ἐπισκέψει τῶν Με‐ λαγγείων, καὶ κατὰ μικρὸν ἀθροίζων τὴν στρατιάν, ὁπότε κἀμὲ πρὸς τὴν αὐτὴν λειτουργίαν μὴ θέλοντα ἐλθεῖν κατη‐ νάγκασε τῷ τῶν πατρικίων τετιμηκὼς ἀξιώματι, μέχρι τοῦ Δορυλαίου τὴν φορὰν ἐποιήσατο. ἐκεῖσε δὲ τρεῖς ἡμέρας
15προσκαρτερήσαντος, πρέσβεις ἧκον ἐκ τοῦ Κρισπίνου, τὴν ὁμολογίαν τῆς δουλώσεως ἐκείνου σαφῶς ἀπαγγέλλοντες καὶ τὴν ἀπολογίαν τῆς ἀντιστάσεως. καὶ ἁπλῶς ἀμνηστίαν ἐπι‐ ζητήσας τῶν πρὶν γενομένων, ὡς αὐτοῦ μὴ θέλοντος πολεμεῖν οἱ Ῥωμαῖοι προσυπαντήσαντες κατηνάγκασαν, ἔτυχε τῆς αἰ‐
20τήσεως, τοῦ βασιλέως περιχαρῶς δεξαμένου τὴν τοιαύτην ὁμολογίαν διὰ τὸ τοῦ ἀνδρὸς γενναῖον καὶ πρὸς τὰς πολεμι‐
κὰς πράξεις καὶ διατάξεις ἐπίδοξον· καὶ γὰρ καὶ Τούρκων124

125

προεντυχὼν πληθύι πολλῇ μεγάλας τὰς ἀνδραγαθίας ἐκ χει‐ ρὸς ἀπειργάσατο. προϊόντι δὲ τῷ βασιλεῖ ἐκεῖθεν μεθ’ ἡμέ‐ ρας τινὰς ἀπαντῶν καὶ δουλοπρεπῶς ἅπαντα ποιησάμενος συ‐ νείπετο τῷ βασιλεῖ, καὶ αὐτὸς ὀλίγους τινὰς τῶν οἰκείων
5στρατιωτῶν ἐπαγόμενος· τοὺς γὰρ ἄλλους κατέλιπεν εἰς ὅπερ ἐπεκράτει τοῦ Μαυροκάστρου φρούριον, εἰς ἕνα τῶν Ἀρμε‐ νιακῶν τόπων ἐπὶ λόφου κείμενον ὑψηλοῦ καὶ δυσκατεργά‐ στου. διαβληθεὶς δὲ πρὸς τὸν βασιλέα ὡς μελετῶν καὶ αὖ‐ θις ὠμόν τι καὶ ἄπιστον κατὰ τὴν οἰκείαν φυλήν (φύσει γὰρ
10ἄπιστον τὸ γένος τῶν Θράγγων), καὶ ὅτι οὐχ ἡ προαίρεσις ἀλλ’ ἡ τῶν ἑταίρων αὐτοῦ ἀπουσία τὴν ἀναβολὴν ποιεῖ τοῦ μὴ ἐπιθέσθαι τῷ βασιλεῖ, πολλὰ καταγνωσθεὶς ὡς ἀχάριστος καὶ θεομισής, ἐκεῖθεν ἀπεπέμφθη τοῦ στρατοπέδου, μὴ κα‐ θαρῶς ἀπελεγχθείς, ὑπονοηθεὶς δὲ διὰ τὴν προτέραν ἀπό‐
15νοιαν καὶ τὸ παρὰ Νεμίτζου τινὸς τῶν ἐπισήμων κατηγορη‐ θῆναι σφοδρῶς. οἱ δ’ ἑταῖροι τούτου μαθόντες τὸ γεγονός, ἄραντες ἐκ τοῦ φρουρίου τὴν Μεσοποταμίαν κατήλασαν, πολλὰ δεινὰ τοῖς ἐκεῖσε δι’ ἐπιδρομῆς ἐργαζόμενοι. Ἐπεὶ δ’ ὁ βασιλεὺς μετὰ πλήθους ἧκεν εἰς τὴν Καισά‐
20ρειαν, εἶτα καὶ τῇ Λαρίσσῃ προσέμιξε, καὶ ἡ φήμη τὴν φή‐ μην φθάνουσα ἦν ὡς Τούρκων πλῆθος ὅσον οὔπω ποτὲ πρὸ διαστήματος οὐκ ὀλίγου λεηλατεῖ καὶ κατατρέχει τὴν χώραν,
ἐξέπεμψε μὲν μέρος τι τῆς στρατιᾶς κατ’ αὐτῶν, μηδὲν δὲ125

126

ἀνύσας, ἀλλὰ φεῦγον ὑποδεξάμενος τὸ πεμφθέν, συντεταγμέ‐ νως τῆς πρόσω φερούσης εἴχετο. ἅμα δὲ τῷ καταλαβεῖν τὸν τῆς παρεμβολῆς τόπον καὶ τὸν βασιλέα τὴν βασιλικὴν σκη‐ νὴν ὑπελθεῖν, μὴ τάφρου, μὴ χάρακος περιστάντων, ἀλλ’ ἐν
5ὄχλῳ τῆς τῶν σκευῶν ἀποθέσεως τοῦ στρατοῦ καθεστῶτος, ἐφάνησαν οἱ πολέμιοι τὰ ἐρυμνότατα τῶν τόπων κατέχοντες καὶ τὰς ἀκρολοφίας αὐτάς. οὕτω γὰρ ἔλαχεν ὁ τόπος ἐκεῖ‐ νος θέσεως, ὡς τὴν μὲν πεδιάδα τοὺς Ῥωμαίους κατέχειν, εἰς δὲ τοὺς περικυκλοῦντας βουνοὺς περικεχύσθαι τοὺς ἐναντίους,
10λανθάνοντας πρώην ἐκ τοῦ κατόπιν αὐτῶν ἀποκρύπτεσθαι. βοῆς δὲ γενομένης, καὶ τοῦ βασιλέως μὴ ἐκδεδωκότος ἑαυτὸν εἰς ἀνάπαυσιν, ἀλλὰ τὸ ἐνυάλιον σαλπίσαι προστάξαντος, προῄεσαν κατὰ τάξιν οἱ στρατιῶται, μηδὲ τῆς οὐραγίας ἔτι καταλαβούσης διὰ τὸ σχολαίως βαδίζειν εἰς φυλακὴν καὶ διά‐
15σωσιν τῶν ἐπαγομένων τὴν ἀγοράν. ἀρθέντων οὖν τῶν ση‐ μείων καὶ κατὰ φάλαγγας τῆς στρατιᾶς συνταχθείσης, τοῦ βασιλέως προάγοντος προέκυψαν μὲν τῶν ἐναντίων πολλοί, προλαβόντων δὲ τῶν ταγμάτων ἓν μὲν τῶν Λυκαόνων λεγό‐ μενον, ἓν δὲ τῶν ἑσπερίων ἀριθμῶν, καὶ τοῦ συνήθους θρα‐
20σύτερον κατὰ τῶν ἐναντίων ἐλάσαντα πρὸς φυγὴν εὐθὺς ἀπι‐ δεῖν κατηνάγκασαν. προβιβάζοντος δὲ τοῦ βασιλέως τὴν λοιπὴν στρατιὰν καὶ τὸ λοιπὸν τῶν πολεμίων πλῆθος τοῖς φεύγουσι
συνδιέφυγεν. ἐπεὶ δὲ κατὰ νώτων τῶν ἐναντίων ἐλαύνοντες126

127

οἱ Ῥωμαῖοι, προηγουμένου καὶ μισθοφορικοῦ τῶν Σκυθῶν, παρῆλθον τοὺς μηνοειδεῖς ἐκείνους ἀγκῶνας καὶ κατόπιν ἐγέ‐ νοντο, λόχος Τουρκικὸς καθήμενος ἐν ἀδήλῳ τῇ Ῥωμαϊκῇ παρεμβολῇ προσεπέλασεν, ἐν οὐκ ὀλίγοις ἀνδράσι παραμε‐
5τρούμενος· οὓς οἱ παραλειφθέντες εἰς φυλακὴν στρατιῶ‐ ται δεξάμενοι, πρὸ πάντων δ’ οἱ Φράγγοι, καὶ ἀγχεμάχως συμπλακέντες καὶ ἱκανῶς ἀνθαμιλληθέντες ἐτρέψαντο, μηδε‐ νὸς τῶν ἱσταμένων ταγμάτων Ῥωμαϊκῶν τοῖς Φράγγοις μέχρι καὶ ἁπλῆς ὁρμῆς παραβοηθήσαντος. ἐν τούτῳ δὲ ὑπέστρε‐
10ψεν ὁ βασιλεὺς τῆς διώξεως· πρὸς ἑσπέραν γὰρ ἦν, ἐπεὶ καὶ ὁ πόλεμος περὶ δείλην ὀψίαν συνίστατο, ἠρέμα τοῦ στρα‐ τοπέδου βαδίζοντος πρότερον καὶ περιέποντος τοὺς ἀσθενεστέ‐ ρους καὶ πεζοὺς διὰ τὴν τοῦ πολέμου προσδοκίαν, ὡς παρὰ τῶν σκοπῶν ἀπηγγέλλετο. τῇ δ’ ἐπαύριον δημοσίᾳ καθίσας
15τοὺς ἑαλωκότας τῶν πολεμίων κατεῖδε καὶ τῇ τελευταίᾳ ψήφῳ τούτους παραδοθῆναι προσέταξε, μηδενὸς τὸ παράπαν φεισά‐ μενος, μήτ’ αὐτοῦ τοῦ τὴν ἡγεμονικὴν αὐχοῦντος λαμπρότητα, ὃς καὶ ἀπὸ τῆς ἐσθῆτος (λαμπρειμονῶν γὰρ ἦν ἐν τοῖς ὅπλοις καὶ τῇ ἄλλῃ σκευῇ) ἐμαρτυρεῖτο τοιοῦτος, εἰ καὶ πολλῶν
20λύτρων ἑαυτὸν ὤνιον ποιήσασθαι ἐπηγγέλλετο, καὶ Ῥωμαίους αἰχμαλώτους ἑαυτοῦ ἀντιδοῦναι τῷ πλήθει πολλούς. Τριημερεύσας δ’ ἐν τῇ παρεμβολῇ ὁ βασιλεύς, τῷ προ‐
τερήματι τούτῳ κόρον δῆθεν λαβὼν ἢ μεγαλαυχῶν, πολλὴν127

128

ἄδειαν δέδωκε τοῖς ἐναντίοις εἰς τὴν ἀποφυγήν, ὥστε μηδὲ τῆς λείας ἀποσχέσθαι, ἀλλὰ καὶ ταύτην ἐλαύνειν καὶ ἀλύπως τὸν δρόμον καὶ περιεσκεμμένως ποιεῖν. ὡς δ’ ὁ βασιλεὺς ἀπαναστὰς ἐκεῖθεν πανστρατιᾷ κατόπιν ἐβάδιζε, διεπεραιώ‐
5θησαν τὸν Εὐφράτην ποταμὸν οἱ πολέμιοι. οἳ δέ, ὡς ἀπὸ διαστήματος μιᾶς ἡμέρας ἢ καὶ πλείονος τῆς Μελιτηνῆς στρα‐ τοπεδευσάμενος, βουλὴν βουλεύεται λίαν ἀγεννῆ καὶ ἐπίκρημ‐ νον· καὶ συνέστησεν ἤδη ταύτην, πάντων συνεπινευσάντων τὸ τοιοῦτον προβούλευμα διὰ τὸ λύειν τὴν στρατιὰν καὶ τὴν ἐπ’
10οἴκου ἀπαναχώρησιν ἐπαγγέλλεσθαι. καὶ ἡ σκῆψις, ὅτι περ οἱ πολέμιοι προτρέχοντες εἰς τὰ πρόσω, καὶ μηκέτι συνελθεῖν εἰς χεῖρας τοῖς Ῥωμαίοις ἰσχύοντες, ἀκατάληπτοι πάντως εἰσί, καὶ εἰς κενὸν ὁ δρόμος τοῖς διώκουσιν ἡμῖν παραγίνεται, καὶ διὰ τοῦτο δέον ἐστὶν ἀπόμοιραν περιλειφθῆναι Ῥωμαίων πρὸς
15ἀντιπαράταξιν ἀξιόχρεων, τὸν δὲ βασιλέα μετὰ τῆς λοιπῆς ὑποστρέψαι δυνάμεως καὶ πρὸς τὰς οἰκίας ἕκαστον ἀποπέμ‐ ψαι, κἀκεῖνον εἰσελθεῖν εἰς τὴν βασιλεύουσαν, ὡς ἂν διανα‐ παυθεὶς ὁ στρατὸς ἰσχυρότερος ᾖ πρὸς τὸ ἐπιὸν ἔτος, πολέ‐ μου τυχὸν γενομένου ῥαγδαιοτέρου δι’ ἐπιδημίας τοῦ τῶν
20ἀλλοφύλων ἐξάρχοντος. Ἐπεὶ δὲ τουτὶ τὸ ψήφισμα ἐκυρώθη, ἀνάμνησις γέγονε τῷ βασιλεῖ τῶν τοῦ στρατοπέδου κριτῶν. καὶ μετακαλεσάμε‐ νος ἡμᾶς μόνους ἐν τῷ δειλινῷ, τήν τε βουλὴν ὡς εἶχεν ἀνε‐
κοινώσατο, καὶ γνώμην ἡμετέραν περὶ ταύτης ἐζήτησε. καὶ128

129

οἱ μὲν ἄλλοι τῶν δικαστῶν, μαρτυρούσης μοι τῆς ἀληθείας αὐτῆς (οὐ γὰρ θρυπτόμενός τι λέξω ἢ ἐξαίρων ἐμαυτὸν, ἢ σεμνόν τι καὶ παρὰ τῶν ἀνθρώπων θηρεύων ἔπαινον· οὐδὲ γὰρ ἐμαυτῷ σύνοιδά τι ζηλωτόν τι καὶ περιδέξιον οὐδ’ ὑπε‐
5ροχῆς τι μέτριον λείψανον· ἀγαπητὸν γὰρ εἰ καὶ τοῖς ἐσχά‐ τοις τῶν λόγου ποσῶς μετεχόντων συνταττοίμην)—οὗτοι οὖν οἱ τῆς ἐμῆς τάξεως καὶ κοινωνίας ἢ ἑταιρίας συνεπαινέ‐ ται καὶ αὐτοὶ τοῖς προβεβουλευμένοις γεγόνασι, μόνος δ’ αὐ‐ τὸς ἐσιώπων ἱστάμενος. ὁ δὲ βασιλεὺς συμμετρησάμενος τὸ
10ἠρεμαῖον τῆς κατ’ ἐμὲ παραστάσεως, λόγον ἐξῃρημένως ἀπῄ‐ τησέ με, καὶ τί μοι τὸ παριστάμενον περὶ τούτων ἐστίν. αὐ‐ τὸς δὲ τερατευσάμενος πρότερον ὡς οὐδέν τι τοῦ πλήθους ἐκτὸς δυναίμην εἰπεῖν οὐδὲ καρτερώτερος ὀφθῆναι, κἄν τι δοκιμάσω, πάντως ἀποδοκιμασθήσομαι τῆς τῶν πλειόνων ψή‐
15φου ἐπικρατούσης, ἀεὶ μετὰ πολλῆς ὁ βασιλεὺς τῆς ἐπιμονῆς καὶ τῆς ἀμεταθέτου ἐνστάσεως προετρέψατό με τὸ κατὰ λο‐ γισμὸν ἀδεῶς ἀνειπεῖν, τὸν θεὸν ἐπιστήσας μοι μάρτυρα. με‐ ταβαλὼν οὖν μὴ ἀρέσκειν μοι τὴν βουλὴν ταύτην εὐθὺς ἐκ προοιμίων ἀπήγγειλον, προσθεὶς ὡς οἱ πολέμιοι οὐ παντελῆ
20δυσκληρίαν καὶ καταστροφὴν ἐν τῷ πολέμῳ ἐδέξαντο. ἡ γὰρ ἑσπέρα ταχὺ καταλαβοῦσα διέσωσεν αὐτούς, καὶ τὸ ἐπὶ τρεῖς ἡμέρας ἀνεθῆναι τὴν δίωξιν τὸ δέος τούτοις ἀνεκαλέσατο.
καὶ τοῦτο δῆλον ἔκ τε τοῦ μὴ καταλειφθῆναί τι τῶν λαφύρων129

130

αὐτοῦ καὶ προεμπλακῆναι ἡμῖν παροδεύουσι, καὶ τοῦ τῶν ἑαλωκότων πλήθους, ὡς οὐκ ἦν ἐν τοῖς μάλιστα μηδὲ πρὸς τοὺς ἑκατὸν ἀποσῶζον ἄνδρας· ὡς εἶναι δῆλον ὅτι τὸ στρά‐ τευμα τούτοις σχεδὸν ἀνεπαισθήτως ἠκρωτηρίασται, ἐπεὶ τῷ
5ἔθνει τούτῳ οὐδὲν ἡ τοιαύτη ἧττα, καὶ ὅσαι ταύτῃ παραπλή‐ σιαι, δουλῶσαι δεδύνηνται· θᾶττον γὰρ ἑαυτοὺς ἀνακαλοῦν‐ ται οἱ στρατευόμενοι, καὶ πάλιν εἰς μάχην ἀποκαθίστανται. καὶ διὰ τοῦτο εἴ τις καταλειφθείῃ μοῖρα Ῥωμαίων, ἀγεννεῖς ἐμφάσεις καὶ διαθέσεις αὐτίκα προσλήψεται, τῆς τοῦ βασι‐
10λέως καὶ τῶν λοιπῶν στρατιωτῶν ἀπορραγεῖσα συνόδου, ἐξό‐ χως δ’ ἀναθαρρήσουσιν οἱ πολέμιοι. καὶ ὅσῳπερ ἡ δειλία τῶν Ῥωμαίων καθίκοιτο, τοσοῦτον ἐκείνοις ἡ τόλμα προαπαν‐ τήσει· καὶ ῥᾳδίως τῶν ἡμετέρων περιγενήσονται, ἐπεὶ καὶ προεκπεφοβημένοι τυγχάνουσιν οἱ Ῥωμαῖοι, καὶ μόνον αὐτοὺς
15ὁρᾶν τοὺς πολεμίους ποιεῖ ὅτε τὴν τοῦ κρατοῦντος ὁρῶσι μετ’ αὐτῶν γενναιότητα. καὶ εἴπερ ἐκείνους τρέψονται, ἄφυ‐ κτος ἡμᾶς καταλήψεται κίνδυνος οὐ γὰρ οὐ μελήσουσιν οἱ Τοῦρκοι μὴ οὐχὶ καταδραμεῖν καὶ ἡμῶν καὶ νίκην διαβόητον ἀπεργάσασθαι, διακεκομμένους εὑρηκότες καὶ διεσκορπισμέ‐
20νους τῇ πρὸς τὰ οἰκεῖα σπουδῇ. “καὶ ἅμα τίς ἡ ἀνάγκη” ἔφην, “ὦ βασιλεῦ, ἔτι τοῦ ἔτους περὶ ἀκμὰς τοῦ θέρους ὄν‐ τος καταλιπεῖν τοὺς ἐναντίους εἰς τὴν Ῥωμαίων, καὶ πρὸς
ἀνέσεις καὶ ἀπολαύσεις ἑαυτοὺς ἐκδοῦναι, καὶ μὴ νῦν κακο‐130

131

παθῆσαι, ἵν’ εἰς τὸ μέλλον εὐπαθῆσαι δυναίμεθα; διὰ τί δὲ καὶ μὴ ἐκ πολιορκίας αἱρήσομεν τό τε ἄστυ τὸ Χλίατ καὶ τὰ ὑπὸ τούτου πολίχνια, ἵνα καὶ οἱ στρατιῶται τῆς ἐκ τῶν λα‐ φύρων ὠφελείας πλησθῶσι καὶ προθυμότεροι γένωνται, καὶ
5τοῖς ἐναντίοις ἐπέλθῃ δέος, καὶ ἀντὶ πολεμίων αἱ τοιαῦται πόλεις Ῥωμαϊκὴν ἡγεμονίαν πλουτήσωσι, καὶ δυνάμεις ἐφι‐ στάμεναι τὸ ἀντίπαλον ἰσχυρῶς ἀποκρούσωνται, καὶ ἡ τῶν Τούρκων πάροδος ἐκ διαστημάτων κατὰ μοίρας ἐρχομένων βραχείας ἀνασταλῇ, καὶ μὴ ὁρμητήριον μᾶλλον καὶ ὀψωνια‐
10σμὸν ἐν τούτοις εὑρίσκῃ ἀλλὰ πολεμητήριον ἀτεχνῶς, καὶ ἡ διὰ τῆς Μεσοποταμίας ὁδὸς τούτοις ἀνεπίβατος γένηται.” Ταῦτ’ εἰπόντος μου πρὸς τὸν βασιλέα, εἰσῄει τούτῳ μέ‐ χρι βάθους ὁ λόγος ὥσπερ τις σπόρος εἰς εὔγεω καὶ ἐρίβω‐ λον γῆν, καὶ μεταθέμενος εὐθὺς τῆς προσωτέρω φερούσης
15ἥψατο, ἕως τὸν Εὐφράτην διαπεραιωθεὶς τοὺς πολεμίους εἰς τὰ σφέτερα βαδίζειν παρέπεισε· περὶ τὰς ὄχθας γὰρ τοῦ ποταμοῦ στρατοπεδευόμενοι ἦσαν, καραδοκοῦντες τὴν τοῦ βασιλέως ἀπαναχώρησιν. εἶχον μὲν οὖν ἐλπίδες ἅπαντας στρατηγίας μεγίστης καὶ λαφυραγωγίας ἐκ τῆς τῶν εἰρημένων
20κάστρων ἁλώσεώς τε καὶ παραστάσεως· ἡ δ’ ἐλαύνουσα τὰ Ῥωμαίων εἰς τὴν κατόπιν ἀκληρία οὐκ εἴα πέρας ἐπιτεθῆναι
συνετοῦ διατάγματος. ὡς γὰρ ὁ βασιλεὺς εὐθὺς τῆς Ῥωμα‐131

132

νοπόλεως ἐλαύνων ἐφαίνετο, ἐξ ἧς ἡ πρὸς τὸ Χλίατ κάθοδος διὰ στενωπῶν ἐπιγίνεται, μεταστρέψας τὴν γνώμην καὶ τὰς σημαίας ἐν ἀριστερᾷ ποιησάμενος, περιπλανώμενον ἀφῆκε τὸ στρατόπεδον, τὴν ὡρισμένην ἀταρπὸν ἐν δεξιᾷ προερχόμενον,
5ἕως φήμη καταλαβοῦσα μετήγαγεν αὐτὸ πρὸς τὴν καινοτο‐ μηθεῖσαν τῷ βασιλεῖ. κατελθόντες οὖν ἀποτόμους τινὰς καὶ κρημνώδεις ὁδούς, ἐν βαθεῖ τόπῳ τὸν βασιλέα κατασκηνώ‐ σαντα εὕρομεν ἐκεῖσε, τὴν πρώτην βουλὴν ἐπὶ κακῷ τῶν Ῥω‐ μαίων ἀκλεῶς ἀνανεωσάμενον. διελὼν γὰρ διχῇ τὸν στρα‐
10τόν, παρέδωκε τὸ ἰσχυρότερον μέρος τῷ Φιλαρέτῳ, ἀνδρὶ στρατιωτικὴν μὲν αὐχοῦντι περιοπήν, αἰσχροῦ δὲ βίου καὶ διαβεβλημένου τυγχάνοντι, καὶ τῷ ἔθνει μαχεσαμένῳ μὲν διαφόρως, ἐν δὲ τοῖς μεγίστοις καταπολεμηθέντι καὶ κατα‐ φρονηθέντι ὡς τὸ εἰκός, οὐ μὴν ἀπεχομένῳ τούτων, ἀλλ’ ἐπι‐
15τρέχοντι τὴν ἡγεμονίαν διὰ φιλοκερδείας καὶ φιλοδοξίας ὑπόθεσιν. Καὶ ταῦτα μὲν τοῦτον τὸν τρόπον ἐπράχθησαν, τῶν δὲ βορειοτέρων μερῶν ὁ βασιλεὺς ἐπελάβετο δι’ εὕρεσιν χιόνος καὶ ὑδάτων ψυχρῶν· ἀκρατῶς γὰρ εἴχετο τούτων, τὸ σῶμα
20κατὰ πολὺ διαθερμαινόμενος. διὰ ταῦτά τοι καὶ ἠναγκάσθη τὴν ὁρμὴν ἀλλαχόθεν ποιῆσαι καὶ φυλακὴν ἐπιστῆσαι, ὥσγε ᾤετο, καὶ τοῖς ἐναντίοις ἀντίπρῳρον δύναμιν. καὶ τῷ μὲν
Φιλαρέτῳ πόλεμον ἔνοπλον ἐγκατέλιπεν, ἑαυτῷ δὲ καὶ τοῖς132

133

συνοῦσι τὸν ἐκ τῆς δυσχωρίας οὐχ ἥττονα. διελθὼν γὰρ διὰ πολλῶν τραχινῶν καὶ δυσβάτων λόφων εἰς τοὺς λεγομένους Ἀνθίας μετὰ τῆς ὑπολειφθείσης αὐτῷ στρατιᾶς κατεκομίσθη. ἔστι δ’ ὁ τόπος ἐξ ὑπωρειῶν μεγάλων ὁρῶν πεδινός τε καὶ
5εὔυδρος, καὶ ταῖς δυσχωρίαις ἐνειλημμένος ψυχαγωγίαν οὐχ ἥκιστα τοῖς καταίρουσιν ἐν τούτῳ ἐνίησι, ποηφόρος ἅμα καὶ σιτοφόρος τυγχάνων καὶ οἷον ὀμφαλὸς ἢ ταμιεῖον τῆς γῆς ἐκείνης καὶ πεδίον τρυφῆς. ἡμέρας οὖν ἐκεῖσε στρατοπεδευ‐ σάμενος ὁ βασιλεὺς, καὶ τὸν Ταῦρον τὸ ὄρος, τὸν παρὰ τοῖς
10ἐγχωρίοις καλούμενον Μούζουρον, ὑπερβὰς ἐπιπόνως εἰς τὴν Κελεσίνην χώραν κατήντησε, διαβὰς τὸ δεύτερον τὸν Εὐφρά‐ την ποταμόν, κατὰ τοὺς ἀρκτώους πρόποδας τοῦ Ταύρου παρὰ τὸ μέρος ἐκεῖνο παραρρέοντα, καὶ διαιροῦντα τό τε ὄρος καὶ τὴν Κελεσίνην ὥσπερ μεθόριον. ἐν ταύτῃ οὖν ἡμέρας
15τινὰς αὐλισθέντος τοῦ στρατοπέδου, φήμη τις εἰσερρύη τὸν ὑπολειφθέντα στρατὸν εἰς τὴν τῶν Τούρκων ἀντίστασιν μάχῃ καὶ πολέμῳ κραταιῶς ἡττηθῆναι καὶ πολλοὺς ἀπολέσθαι, τοὺς δ’ ὑπολοίπους περὶ τὸν Ταῦρον διασωθῆναι τὸ ὄρος, ἔγγι‐ στά που τοῦ πολέμου γεγενημένου, καί πού τινας σποράδας
20εἰς τὴν παρεμβολὴν εἰσιέναι, καὶ ἄλλους οὐκ ὀλίγους ἐλπίζε‐ σθαι. ἦν δὲ οὐ ψευδής, ὡς ἀληθίζεσθαι κἀνταῦθα τὸ Ἡσιό‐
δειον, ὅτι φήμη δ’ οὔπω πάμπαν ἀπόλλυται, ἥντινα πολλοὶ133

134

λαοὶ φημίζουσι· θεὸς νύ τις ἐστὶ καὶ αὐτή. προκατειργασμέ‐ νοι γὰρ ὄντες τὰς ψυχὰς οἱ Ῥωμαῖοι τῷ φόβῳ τῶν Τούρ‐ κων, ὡς τοῦ βασιλέως καὶ τοῦ λοιποῦ διερράγησαν πλήθους καὶ εἰς ὁρμὰς τῶν ἐναντίων καὶ φενακισμοὺς ἐξ ἐπιδείξεως
5πολεμικῶν περιέστησαν, πτοίας πλησθέντες καὶ τὰς ψυχὰς κα‐ τασεισθέντες κατόπιν τοῦ βασιλέως ἐβάδιζον, ἀφέντες τοὺς τόπους ἐκείνους ὧν τὴν φυλακὴν ἐπετράπησαν, ἕως κατὰ μι‐ κρὸν εἰς τοὺς εἰρημένους Ἀνθίας κατήντησαν· ἔνθα τῶν πο‐ λεμίων φανέντων ἐξ οὐραγίας, μηδὲν εὐγενὲς καὶ ἄξιον λόγου
10φρονήσαντες αἰσχρὰν τὴν φυγὴν καὶ πρὸ τοῦ ἀγωνίσματος εἵλοντο, καὶ περιχυθέντες τὸν Ταῦρον, οἳ μὲν ἐκ ποδὸς οἳ δὲ διὰ τῶν ἵππων, ἀποσκεδασθέντες εἰς τὴν Κελεσίνην κα‐ τήντησαν, τῶν πολεμίων πάσης τῆς τούτων κυριευσάντων ἀποσκευῆς καὶ τινῶν ὀλίγων, ὅσοι τῆς φυγῆς τὴν ἐπιτομωτέ‐
15ραν ἑαυτοῖς οὐκ ἐπραγματεύσαντο. Ταῦθ’ οὕτω συμβεβηκότα πολὺν ἐνῆκαν τῷ βασιλικῷ στρατοπέδῳ καὶ αὐτῷ τῷ βασιλεῖ τὸν ἐναγώνιον θόρυβον, τὸ μὲν τῇ τῶν οἰκείων ἥττῃ σκυθρωπάσασιν οὐ μικρῶς, τὸ δὲ καὶ τὴν τῶν ἐναντίων ἐπιφορὰν προσδοκήσασιν ὡς ἂν φυση‐
20θέντων ἐκ τῆς παλιντρόπου ταυτησὶ νίκης, καὶ δυναμένων τῷ ὑπολελειμμένῳ πλήθει δι’ ἐρήμωσιν τοῦ κρατίστου μέρους ἐπιθέσθαι πρὸς πόλεμον. καὶ ἦν οὐκ ἀπὸ τρόπου τὸ προσ‐ δοκώμενον. καὶ γέγονεν ἂν τοῦτο, εἰ μὴ ὁ Ταῦρος τὸ ὄρος
ἀπήντησε τούτοις ὑψηλὸς ὢν κατὰ πολὺ καὶ τραχὺς καὶ δυσ‐134

135

διεξόδευτος καὶ κρημνώδης καὶ δυνάμενος στρατὸν διασκεδά‐ σαι καὶ παραστῆσαι ἀσύντακτον καὶ τὰς ὁπλὰς ἐπιτρῖψαι τῶν ἵππων· ὅπερ καὶ ἐφ’ ἡμῶν προσυμβέβηκε. καὶ ἡ τοῦ βασιλέως φήμη περιδεεῖς αὐτοὺς ἀπειργάζετο. διὰ ταῦτα
5καὶ τὴν μὲν ὁρμὴν τοῖς ἐναντίοις ταυτὶ διεκώλυσεν· ὀπι‐ σθόρμητοι δὲ γενόμενοι μεθ’ ἧς ἐκράτησαν λείας ἐπὶ τὸ δυ‐ τικὸν μέρος, ἄνωθεν τῆς Μελιτηνῆς διαπεραιωθέντες τὸν Εὐ‐ φράτην, εὐθὺ τοῦ θέματος Καππαδοκῶν κατὰ τὸ εἰθισμένον αὐτοῖς ἀκρατῶς ἤλαυνον, καταληιζόμενοι μὲν τὸ προστυχὸν
10ἐξ ἐφόδου, ἐφορμῶντες δὲ πανστρατιᾷ κατὰ τῆς τοῦ Ἰκονίου πολιτείας· ἦν γὰρ τότε πλήθει τε καὶ μεγέθει ἀνδρῶν τε καὶ οἰκιῶν καὶ τῶν ἄλλων χρηστῶν καὶ ζηλωτῶν διαφέρουσα, καὶ ζώων παντοδαπῶν γένη τρέφουσα. Προσκαρτερήσας ὁ βασιλεὺς εἰς Κελεσίνην ἐφ’ ᾧ τοὺς
15διασωθέντας εἰς τὴν παρεμβολὴν ὑποδέξασθαι, ἵνα μὴ κατα‐ λαμβανόμενοι σποράδες ἐξ ἐρήμης ὑπὸ τῶν Ἀρμενίων ἀπό‐ λωνται, κατόπιν τῶν ἐναντίων ἐν τῷ ὑποστρέφειν ἐγένετο. ἐπεὶ καὶ κρίσιν ἐπέστησε μεταξὺ τοῦ λαοῦ καὶ τοῦ στρατη‐ γοῦ, εἰ καὶ οὐδὲν κατ’ οὐδενὸς ἀπεφάνθη, ψηφισαμένων μὲν
20διάφορα τινῶν καὶ γνωματευσάντων, ἐμοῦ δὲ καταγνόντος διὰ προπέτειαν καὶ ἀμφοτέρων ἐν ἀμφοτέροις ἀσθένειαν, ὅτι πλὴν τοῦ βασιλέως οὐδέν ἐστι τὸ συνιστῶν τοῖς Ῥωμαίοις τὸν πόλεμον, εἰ μή που δεήσει πρὸς ἀλλήλων ἐριστικῶς δια‐
μάχεσθαι.135

136

Μέλλοντος οὖν τοῦ βασιλέως διὰ τοῦ καλουμένου πολι‐ χνίου Κεράμου πρὸς τὰς ὄχθας τοῦ Εὐφράτου μέχρι Μελι‐ τηνῆς τὸν οἰκεῖον διαβιβάζειν στρατόν, ἀσύμφορον πάλιν τοῦτο αὐτὸς προπετευσάμενος ἐξεφώνησα, ὡς μὴ ἀναγκαῖον ὂν τῶν
5τοιούτων μερῶν φροντίζειν ἡμᾶς προηρημωμένων ὄντων καὶ περιῃρημένων πᾶσαν τὴν εὐκοσμίαν αὐτῶν ἐκ διαφόρων ἐπι‐ δρομῶν, ἀφ’ ὧν καὶ σπάνις ὀλεθρία συναντήσει καὶ κατατή‐ ξει τὸ στράτευμα. καὶ ἅμα χρονίσει διὰ στενωπῶν τοσούτων βαδίσαι μέλλον, καθ’ ἓν τῶν ὑποζυγίων ἠναγκασμένων καὶ
10τῶν ἀνθρώπων διέρχεσθαι. καὶ τούτου μελήσειν ἐξεῖπον εἰ‐ κός, ὅπως ὡς τάχιστα τοῖς ἀπαθέσι καὶ ἔτι τὴν σύστασιν ἔχουσι θέμασιν ἐπιστῶμεν, κἀκεῖνα τῆς τῶν ἐναντίων διατη‐ ρήσωμεν λώβης. ταύτης οὖν τῆς γνώμης κεκρατηκυίας, διὰ τῆς Κολωνείας καὶ τῶν Ἀρμενιακῶν θεμάτων μέχρι Σεβα‐
15στείας ὁ βασιλεὺς σὺν τῷ στρατεύματι διελήλυθεν. ἐκεῖσε δὲ μεμαθηκὼς ὡς οἱ Τοῦρκοι προῄεσαν ἐπὶ Πισιδίαν καὶ Λυκαονίαν ἐλαύνοντες καὶ ὡς εἰς σκοπὸν ἀποτεινόμενοι τὸ Ἰκόνιον, ὥρμησε καὶ αὐτὸς κατ’ οὐρὰν ἐλαύνειν αὐτῶν μέχρι τῆς λεγομένης τοῦ Ἡρακλέος κωμοπόλεως. ἐνταῦθα δὲ μεμα‐
20θηκὼς ὡς οἱ Τοῦρκοι τὴν τοῦ Ἰκονίου πολιτείαν καταστρε‐ ψάμενοι χρονίσαι ταύτῃ οὐκ ἀπεθάρρησαν, δεδιότες τὴν τοῦ βασιλέως κατ’ αὐτῶν ἐπιδίωξιν, ἀπόμοιραν μέν τινα τῶν τα‐
γμάτων εἰς Κιλικίαν ἐξέπεμψεν, ἑνωθησομένην τῷ τῆς Ἀντιο‐136

137

χείας δουκὶ τῷ Χατατουρίῳ, ἀνδρὶ γενναίῳ καὶ πολλὰ ἐπιδει‐ ξαμένῳ τῆς ἀρετῆς αὐτοῦ τὰ γνωρίσματα πρότερον, προδε‐ ξαμένῳ δὲ παρὰ τοῦ βασιλέως εἰς Μαψουεστίαν ἀπαντῆσαι ὡς τάχος καὶ τοῖς Τούρκοις ἐκεῖθεν παροδεύουσι συμμῖξαι
5πολεμικῶς, ἅτε καὶ τῶν ἐν τοῖς ὀρεινοῖς τῆς Σελευκείας κα‐ τοικούντων Ἀρμενίων προδιορισθέντων ἐν τοῖς στενωποῖς τοὺς Τούρκους καταδραμεῖν καὶ κακῶσαι κατὰ τὸ ἐγχωροῦν. καὶ γὰρ τὴν ἐπάνοδον δείσαντες οἱ πολέμιοι διὰ τὸ πυθέσθαι περὶ τῆς τοῦ βασιλέως ἐπιδημίας, διὰ τῶν τῆς Σελευκείας
10ὀρῶν ἐπορεύθησαν, καὶ εἰς τὴν τῆς Ταρσοῦ πεδιάδα κατη‐ κοντίσθησαν. ἔνθα παρὰ τῶν Ἀρμενίων συγκυρηθέντες τὴν λαφυραγωγίαν πᾶσαν σχεδὸν ἀπέβαλον. αὐτοὶ δὲ διασωθέν‐ τες μοχθηρῶς ἐπέτεινον τὸν δρόμον, ἐφ’ ᾧ διελθεῖν δι’ ὅλης τῆς Κιλικίας καὶ εἰς τὰ τοῦ Χάλεπ προσμῖξαι ὅρια. προεν‐
15τυχόντες δ’ ἀλλήλοις οἵ τε παρὰ τοῦ βασιλέως πεμφθέντες καὶ ὁ τῆς Ἀντιοχείας στρατὸς μετὰ τοῦ δηλωθέντος ἡγεμόνος αὐτῶν, ἑώρων τοὺς ἐναντίους κατά τινας μετρίους ἀριθμοὺς προϊόντας, αὐτοὶ κατὰ τὴν πόλιν Μοψουεστίας αὐτοῖς ἐφε‐ δρεύοντες. προέμενοι δὲ τὸν καιρὸν τῆς εἰς αὐτοὺς ἐπιθέ‐
20σεως προφάσει τοῦ μὴ σποράδας ὄντας αὐτοὺς διασκεδασθῆ‐ ναι ποιήσωσι, καὶ περιμείναντες ἕως ἂν ἐπὶ παρεμβολῆς ἀθροισθῶσι, μεγάλης νίκης καὶ στρατηγίας ἀπέτυχον. μα‐ θόντες γὰρ οἱ πολέμιοι ἐξ ἑαλωκότων τινῶν τὴν εἰς Μοψουε‐
στίαν τῶν Ῥωμαίων συνάθροισιν, μηδὲ μικρὸν ἐγχρονίσαντες137

138

καὶ διαναπαύσαντες ἑαυτοὺς εἰς ἣν τεθείκασιν ἐν τῇ Βλατι‐ λιβάδι παρεμβολὴν ᾤχοντο, διὰ τῆς νυκτὸς ὑπερβάντες τὸ Σαρβανδικὸν ὄρος καὶ εἰς τὰ τοῦ Χάλεπ ἐπελάσαντες ὅρια. ἀπρακτησάντων οὖν τῶν ἐν Μοψουεστίᾳ, καὶ μὴ εὑρηκότων
5τοὺς ἐναντίους εἰς ὅπερ ἤλπισαν καταγώγιον, ἀνία μὲν κατέ‐ σχε τὸν βασιλέα πυθόμενον· ἐπεὶ δὲ καὶ αὐτὸς μικρὸν ἄπο‐ θεν τῆς ἐν Σελευκείᾳ Κλαυδιουπόλεως καταστὰς περὶ τῆς τῶν πολεμίων ἐμεμαθήκει φυγῆς, ὀπισθόρμητος γέγονεν, εὐθὺς μὲν τῆς βασιλευούσης ὡς καὶ τοῦ μετοπώρου προϊόντος κα‐
10τεπειγόμενος, ἕτερον δὲ λαὸν εἰς τὰ κατόπιν καταλιπὼν διὰ τὸ καὶ ἑτέρους Τούρκους καταληίζεσθαι τὴν Ῥωμαϊκὴν γῆν, κατὰ φατρίας καὶ μοίρας διαιρουμένους, καὶ κατατρέχοντας καὶ τὸ προστυχὸν ἀφανίζοντας. εἰσιόντος οὖν τοῦ βασιλέως ἐν Κωνσταντινουπόλει, ἐπ’ οἴκου καὶ τὸ λοιπὸν τοῦ στρατεύ‐
15ματος γέγονε· καὶ τὸ ἔτος ἐτελεύτα ἐκεῖνο, ἰνδικτιῶνος ἐνι‐ σταμένης ηʹ τοῦ ͵ϛφοηʹ ἔτους, ὅτε καὶ τὸ μέγιστον ἱερὸν τῶν Βλαχερνῶν ἕως ἐδάφους ἐπυρπολήθη. Ἐπεὶ δὲ τὸ ἔαρ ὑποφαίνεσθαι ἤρξατο, ἐσκέψατο τῇ βα‐ σιλίδι παρεῖναι ὁ βασιλεὺς καὶ τὴν ἡγεμονίαν τοῦ στρατοῦ
20πρὸς τὴν ἑώαν ἑνὶ τῶν προεχόντων ἐμπιστεῦσαι Ῥωμαίων. προκρίνας οὖν Μανουὴλ πρωτοπρόεδρον τὸν Κομνηνόν, καὶ τῷ τοῦ κουροπαλάτου τιμήσας ἀξιώματι, στρατηγὸν τοῦ πο‐
λέμου καὶ ἀρχηγὸν τοῦ στρατεύματος ἀποδείκνυσι. τὸ δ’138

139

ἐντεῦθεν τὰ προσάντη καὶ δυσχερῆ τῇ Ῥωμαίων βασιλείᾳ συνήντησεν. Ἐξιὼν οὖν ὁ προβεβλημένος εἰς τοῦτο, εἰ καὶ νέος τὴν ἡλικίαν ἐτύγχανεν, ἀλλά γε πεπλανημένον οὐδὲν οὐδ’ ἀπαγὲς
5καὶ μειρακιῶδες ἐνεργῶν κατεφαίνετο. πολὺν δὲ λόγον ποι‐ ούμενος τῶν εἰκότων τάς τε δυνάμεις συνηθροίκει καὶ τῇ Καισαρέων πασίρρωμος ἐπεφοίτησεν, οὐ μόνον τὰ τοῦ στρα‐ τοῦ καθιστῶν, ἀλλὰ καὶ τῆς εὐνομίας προσηκόντως φροντί‐ ζων, καὶ τοὺς ἀδικοῦντας τῶν στρατιωτῶν ἐκτίσει καὶ προ‐
10στίμοις τῆς ἀτασθαλίας καθυποβάλλων. πολέμοις δέ τισιν ἐντυχὼν νικητὴς ἀναπέφηνε, καὶ τὴν περὶ αὐτοῦ εὐδοξίαν ἤδη πλατύνειν καὶ μεγαλύνειν διηγωνίζετο. ἀλλ’ ὁ κρατῶν ταυτὶ τὰ προτερήματα πυνθανόμενος εὐθυμεῖν μὲν ἐῴκει, ἐνθυμεῖσθαι δέ τι παρὰ τὴν ὁρωμένην ὄψιν οὐκ εἶχέ τις
15ἀντειπεῖν. ὅμως δ’ οὖν, ἵνα τὴν τῆς Ἱεραπόλεως πολιορκίαν ἀποσοβήσῃ καὶ τὴν πιέζουσαν τοὺς ἔνδον σιτοδείαν παραμυ‐ θήσηται, μοῖραν οὐκ ἐλαχίστην τοῦ στρατοπέδου ἀποτεμόμε‐ νος ἐκεῖσε κατὰ Συρίαν ἀπελθεῖν διωρίσατο, καὶ τοῦτον τὸν τρόπον τῆς ἐκ τούτων ἰσχύος τὸν στρατηγὸν ἀπεστέρησεν.
20εἰς δὲ Σεβάστειαν παραγενομένου τούτου μετὰ τῶν ὑπολελειμ‐ μένων δυνάμεων, καὶ περὶ τὸ ἄστυ στρατοπεδεύσαντος, ἐπῆλθέ τις πληθὺς Οὐννικὴ πόλεμον τούτῳ καὶ μάχην ἀναρριπί‐
ζουσα. ἐξιόντος δ’ αὐτοῦ συνέστη μὲν καρτερὰ διαμάχη,139

140

φαντασίαν δὲ φυγῆς δεδωκότων τῶν ἐναντίων, οἷα τὰ τού‐ των μηχανήματα καὶ συνθήματα, ἐπεὶ διασκεδασθέντες οἱ Ῥωμαῖοι ἐδίωκον, ὑποστροφῆς αἰφνιδίου εὐθὺς γενομένης ἐκείνων παλίντροπος ἡ συμπλοκὴ γέγονε, καὶ πολλοὶ μὲν ἑά‐
5λωσαν, πλείους δὲ μαχαίρας ἔργον γεγόνασι, συνεάλω δὲ τοῖς ἄλλοις καὶ αὐτὸς ὁ τοῦ πολέμου τὴν στρατηγίαν ἐπέχων. σὺν τοῖς ἄλλοις δὲ καὶ αὐτῆς τῆς παρεμβολῆς παράστασις καὶ διασκύλευσις γέγονεν. καὶ εἰ μὴ τὸ ἄστυ πλησίον ὂν τοὺς πλείστους διέσωσε, πανστρατιᾷ ἐκινδύνευσεν ἂν ἡ τῶν Ῥω‐
10μαίων ἡλικία πᾶσα, ὅση πρὸς τὴν ἐνταῦθα ἐκστρατείαν συ‐ νέδραμε. Τῆς φήμης δὲ ταύτης καταλαβούσης τὸν βασιλέα, πολ‐ λή τις ἀνία κατέσχε καὶ αὐτὸν καὶ ὅσοι τὰ Ῥωμαίων φρο‐ νοῦντες ἐτύγχανον. οὔπω δὲ τὰ τῆς φήμης παρήκμασε, καὶ
15αὖθις ἑτέρα ἐπῆλθε, τοὺς Τούρκους ἀπαγγέλλουσα τὴν ἐν Χώναις πολιτείαν καὶ αὐτὸν τὸν περιβόητον ἐν θαύμασι καὶ ἀναθήμασι τοῦ ἀρχιστρατήγου ναὸν καταλαβεῖν ἐν μαχαίρᾳ, καὶ φόνου μὲν ἅπαντα τὰ ἐκεῖσε πληρῶσαι καὶ λύθρου, πολ‐ λὰς δὲ ὕβρεις τῷ ἱερῷ ἐμπαροινηθῆναι, καὶ τὸ δὴ σχετλιώ‐
20τερον, μὴ τὰς τοῦ χάσματος σήραγγας, ἐν ᾧπερ οἱ παραρ‐ ρέοντες ποταμοὶ ἐκεῖσε χωνευόμενοι διὰ τῆς τοῦ ἀρχιστρα‐ τήγου παλαιᾶς ἐπιδημίας καὶ θεοσημίας ὡς διὰ πρανοῦς
ἀστατοῦν τὸ ῥεῦμα καὶ λίαν εὐδρομοῦν ἔχουσι, τοὺς κατα‐140

141

φυγόντας διατηρῆσαι καὶ ὑπαλύξαι τὸν κίνδυνον μελετῆσαι, ἀλλ’ ὅπερ οὐ γέγονέ ποτε, πλημυρῆσαι τὸ ὕδωρ καὶ οἷον ἀναρροιβδῆσαι καὶ ἀνερεύξασθαι, καὶ πάντας ἄρδην τοὺς κα‐ ταπεφευγότας κατακλύσαν καὶ διὰ ξηρὰς ὑποβρυχίους ὑπο‐
5ποιήσασθαι. ταῦτα τοιγαροῦν ἐπιδιηγηθέντα πολλὴν ἐνῆκαν τὴν ἀθυμίαν ἡμῖν ὡς ἐκ θεομηνίας τῶν δεινῶν ἐπισυμβαι‐ νόντων, καὶ μὴ μόνον τῶν πολεμίων ἀλλὰ καὶ τῶν στοιχείων ἀντιμαχομένων τοῖς καθ’ ἡμᾶς. ἀλλὰ καὶ ὣς ἐδοκίμαζε μὲν καὶ οἷον ἐσφάδαζεν ὁ κρατῶν διαπεραιωθῆναι μετὰ τῶν πε‐
10ριόντων αὐτῷ στρατιωτῶν, καὶ τοῖς κατὰ τὴν ἑώαν παραβοη‐ θῆσαι κατὰ τὸ δυνατόν· ἀπείργετο δὲ τοῖς τε συμβούλοις καὶ τῇ ἀγνοίᾳ τοῦ πλήθους τῶν ἐναντίων καὶ τῇ παρακοπῇ τῶν μετὰ τοῦ κουροπαλάτου δυνάμεων. ὅθεν καὶ ἄκων τοῖς βασιλείοις ἐπέμεινεν.
15 Ἡμερῶν δὲ διαγενομένων τινῶν ἑτέρα τις φήμη τὸν βα‐ σιλέα καὶ τὸ Ῥωμαϊκὸν ἀνεκτήσατο. ἦν γὰρ ὅτε ὁ τῶν Τούρ‐ κων ἡγούμενος καὶ καταπολεμήσας τὸ ἡμέτερον στράτευμα καὶ τὸν στρατὸν ὑποχείριον ποιησάμενος, ὃν πολλῶν ταλάντων πρίασθαι οἱ τοῦ γένους αὐτοῦ παρεσκεύασαν, προσέρχεται τῷ
20βασιλεῖ μόνος μετὰ τοῦ στρατηγοῦ, φιλῶν οἰκέτης μᾶλλον εἶναι τοῦ βασιλέως ἢ στρατάρχης τῶν Οὔννων γνωρίζεσθαι. καὶ ὁ λόγος εἰς ἔργον ἐκβέβηκεν· ἐλήλυθε γὰρ ἔχων μεθ’
ἑαυτοῦ τὸν εἰρημένον τοῦ στρατοῦ προεξάρχοντα, ὃς καὶ τῇ141

142

βασιλίδι ἐπιδεδήμηκε, τὸ οἰκεῖον πλῆθος καταλιπὼν καὶ τὴν αὐτομολίαν αἱρετισάμενος ἀπροαίρετον. καὶ ἡ αἰτία, ὅτι περ ὁ σουλτάνος ὁ τῆς Περσίας κρατῶν, δυσμενῶς ἔχων πρὸς τοῦτον ὡς ἀποστάτην, στρατιὰν κατ’ αὐτοῦ καὶ ἀγελάρχην
5ἀπέστειλεν· ὧν τῷ φόβῳ κατασεισθεὶς οὐκ ἄλλως διαδρᾶναι τὸν κίνδυνον διεσκόπησεν ἢ τῷ προσφυγεῖν τῷ βασιλεῖ τῶν Ῥωμαίων. ὃ δὴ καὶ κατὰ νοῦν αὐτῷ προκεχώρηκεν· ὑπε‐ δέχθη μὲν γάρ, καὶ ἀσινὴς τῷ οἴκῳ τοῦ διασωθέντος παρ’ αὐτοῦ κουροπαλάτου προσεδέχθη. ὁ δὲ βασιλεὺς οὐκ εὔθε‐
10τος αὐτῷ κατεφάνη, μὴ κατ’ ὄψιν αὐτὸν ἀγαγὼν δι’ ἡμερῶν οὐκ ὀλίγων. εἶτα τῆς συγκλήτου συνάθροισιν μετὰ τῆς συ‐ νήθους λαμπροφορίας ποιησάμενος ὁρᾷ τοῦτον ἐν τῷ χρυ‐ σοτρικλίνῳ περὶ τὴν τοῦ ἡλίου ἐπιτολήν. τότε δὲ πάντες οἱ συνιόντες καὶ τὸ διανοητικὸν εἴτ’ οὖν αἰσθητικὸν ἰσχυρότερον
15ἔχοντες ἐπὶ μεῖζον τὴν φωνὴν ἦραν καὶ τὸ πάθος ἐξῆραν ὡς τὸ εἰκός· νέος μὲν γὰρ ἦν ὁ φανείς, πυγμαῖος δὲ τὴν ἡλι‐ κίαν σχεδόν, τὴν ὄψιν Σκύθης καὶ ἄχαρις, ἐπειδὴ καὶ τοῦτο τὸ γένος ἐκ Σκυθῶν καὶ τῆς ἐκείνων κακοηθείας καὶ δυσμορ‐ φίας κατάγεται. τιμήσας δὲ τοῦτον ὁ βασιλεὺς πρόεδρον, καὶ
20συμβαλέσθαι τοῦτον πρὸς τὴν κατὰ τῶν Τούρκων ἐκστρατείαν οὐ μικρῶς οἰηθείς, ἐξ ἐκείνου διεῖπεν αὐτόν. Καὶ τὴν ἐν τῇ βασιλευούσῃ παραχειμασίαν τελέσας
κατάλογον στρατιωτῶν ἐπεποίητο. καὶ διαπεραιωθεὶς ἄρτι142

143

τοῦ ἔαρος ὑπανοίγοντος, περὶ αὐτὴν τὴν ἡμέραν τῆς ἐπισή‐ μου λεγομένης ὀρθοδοξίας, ἐν ᾗ φυλοκρινεῖν τοὺς αἱρετικοὺς ἀπὸ τῶν ὀρθοδόξων καὶ ἀναθέματι καθυποβάλλειν τοὺς ἑτε‐ ροδόξους τῇ ἐκκλησίᾳ νενόμισται, εἰς τὰ τῶν Ἠρίων παλάτια
5κατὰ τὸ ἔθος προσώρμησε, τῇ πρὸ αὐτῆς ἡμέρᾳ τὴν ἐτησίαν φιλοτιμίαν τὴν λεγομένην ῥόγαν τοῖς μεγιστᾶσι τῆς βουλῆς καταθέμενος. Διαπεραιουμένου δ’ αὐτοῦ τὸν Χαλκηδόνιον πορθμὸν περιστερά τίς ποθεν ἱπταμένη οὐ πάνυ τι λευκή, πρὸς τὸ
10μέλαν δὲ τὸ πλεῖστον αὑτῆς ὑποφαίνουσα, τὴν φέρουσαν τὸν βασιλέα νῆα ἐπήρχετο, ἕως εἰς αὐτὸν ἐκεῖνον καθεσθεῖσα χερσὶ ταῖς αὐτοῦ προσερρύη· κἀκεῖνος ταύτην τῇ βασιλίδι ἀνέπεμψε, περὶ αὐτὰ τὰ ἀνάκτορα τῆς πόλεως παρὰ τὸ εἰω‐ θὸς ἐπιμεινάσῃ. τοῦτο δὲ σύμβολον ἐδόκει μελλούσης τινὸς
15ἀποβάσεως, οὐκ ἰσότητος δὲ καὶ ὁμοφωνίας τοῖς τοῦτο συμ‐ βάλλουσιν ἐδίδου παράθεσιν, ἀλλ’ οἳ μὲν πρὸς τὸ κρεῖττον οἳ δὲ πρὸς τὸ χεῖρον τὴν ἔκβασιν προεσήμαινον. ἡ δὲ βασι‐ λὶς εἰ καὶ ἀμφίβολος τῷ βασιλεῖ καὶ ἀσύμβατος ἦν ἐν τῇ προπομπῇ καὶ οἷον ἀμφήριστος ἐκ τινῶν τοῖς συνοικοῦσιν
20ἐπισυμβαινουσῶν θρύψεων, ἀλλά γε τῇ πρὸς τὸν ἄνδρα στοργῇ καταπονηθεῖσα πρὸς τοῦτον εἰς τὴν ἐπιοῦσαν διεπεπεραίωτο, καὶ πρὸς ἡμέρας τινὰς καρτερήσασα καὶ τὸν συντακτήριον λόγον καὶ τρόπον ἀποσεμνύνασα νόστου τε ἐμνήσθη, κἀκεῖνον
εἰς τὴν ἑώαν μετὰ τῶν εἰωθότων προπεμπτηρίων ἀπέλυσεν.143

144

Ἔσχεν οὖν κἀνταῦθα καινόν τινα καὶ παρὰ τὸ εἰθισμέ‐ νον ἡ τοῦ βασιλέως διαπεραίωσις ὅρμον· οὐ γὰρ ἐν ταῖς πύλαις καὶ τοῖς βασιλείοις δόμοις ὁ βασιλεὺς προσωρμίσατο, οὐδ’ ἐν νέων κώμῃ χωρίῳ τινὶ χωρητικῷ βασιλικῆς δορυφο‐
5ρίας ἢ ὑπατείας, ἀλλ’ εἰς Ἑλενόπολιν αὐτῷ τὸ σύνθημα τῆς ἀποβάσεως γέγονεν, ὅπου καὶ ἡ βασίλειος σκηνὴ προδιωρίσθη καὶ προεπήγνυτο, Ἑλενόπολιν τὴν προδιατεθεῖσαν τοῖς εὔφρο‐ σιν ἐκ τῆς προσηγορίας ἐλεεινόπολιν. οὐδὲ γὰρ αὐτὸ τοῦτο, τὸ ἀπὸ τῶν Ἠρίων εἰς Ἑλενόπολιν τὸν βασιλέα μεθαρμόσα‐
10σθαι τὴν ἑώαν ἀπόβασιν, ὁ οἰωνὸς ἀγαθὸς τοῖς ἀκριβοῦσιν ἐδόκει τὰ πράγματα· καὶ τί γὰρ ἔτι τῆς βασιλείου σκηνῆς ἱσταμένης κατεαχθὲν τὸ ὑποστηρίζον αὐτὴν ξύλον πεσεῖν ταύ‐ την αἰφνηδὸν παρεσκεύασεν, ὡς μὴ ἀπᾴδειν τῷ τοῦ τόπου ὀνόματι τὴν τοῦ βασιλέως ἐν αὐτῷ ἐπισκήνωσιν; ἀλλ’ ἡ τῶν
15νῦν ἀνθρώπων συνήθης ἀβελτηρία καὶ καχεξία, καὶ τὸ ἐν τῇ δοκούσῃ πίστει ἄπιστον καὶ ἀσύμβλητον, ἀνάλγητον καὶ τοῦτο καὶ ἀπολυπραγμόνητον εἴασε. Προῄει τοίνυν ὁ βασιλεὺς καὶ τῆς ἑώας ἀποτέρω προήρ‐ χετο, ἕως εἰς τὴν τῶν ἀνατολικῶν λεγομένην ἐπαρχίαν εἰσέ‐
20βαλε, νῦν μᾶλλον ἤπερ τὸ πρότερον φειδωλίᾳ περὶ πάντας τοὺς ἀμφ’ αὐτὸν συνεχόμενος. ἐάσας οὖν τὸ ἐπὶ πεδίων πυ‐
ροφόρων κατασκηνῶσαι, τῷ περιρρέοντι ταῦτα ποταμῷ προσ‐144

145

τιθεμένων, πρός τι ἄναντες καὶ τραχὺ χωρίον τὴν ἰδίαν κα‐ τασκήνωσιν ἐποιήσατο, δωματίοις ἐπιστέγοις ἐπιγαννύμενος, καὶ φεύγων τὴν ἐκ τῆς σκηνοπηγίας ἐνσκήνωσιν. ἔνθα δή τι καὶ συνέβη τῶν προτέρων οὐκ ἔλαττον εἰς κακοδαιμονίας οἰώ‐
5νισμα. πῦρ γάρ ποθεν ἐναχθὲν τοὺς δόμους ἐκείνους, ἐν οἷς ὁ βασιλεὺς ἐγκατῴκιστο, μετὰ πολλῆς τῆς ἠχῆς ἐξαφθὲν κατενέμετο. καὶ πολλοὶ μὲν συνέδραμον εἰς τὴν αὐτοῦ κατά‐ σβεσιν καὶ ἀπόπαυσιν, ὀλίγον δέ τι τοῖς βασιλικοῖς παρεβοή‐ θησαν πράγμασιν· οἱ γὰρ τοῦ βασιλέως ἵπποι, ὅσοι τὰ
10πρῶτα τῶν ἄλλων ἐκέκτηντο, καὶ τὰ τῶν ὅπλων τιμιώτερα καὶ χαλινοὶ καὶ ὀχήματα βρῶσις ὁμοῦ τοῦ πυρὸς γεγόνασι καὶ κατάποσις. μόλις δ’ οὖν ἠδυνήθησάν τινα τῶν ἄλλων ἀποφυγεῖν τὴν τοῦ πυρὸς ἐρωήν. ἕτεροι δὲ τῶν ἵππων καὶ ἡμιόνων ἡμίφλεκτοι γεγονότες ἐβάδιζον ἐν τῇ στρατιᾷ, οὐδὲν
15λυσιτελὲς παρεχόμενοι, μαρτυρίαν δὲ διεμφαίνοντες τῆς ἐν τοῖς βασιλείοις προσγενομένης κακότητος καὶ τῆς συμβολικῆς ἐν ἅπασι διαθέσεως. Ἀλλὰ ταῦτα μὲν ὕστερον τὸ ἀποτέλεσμα συνεπέραινεν· ὁ δὲ βασιλεὺς διαπεραιωθεὶς τὸν Σαγγάρην ποταμὸν διὰ τῆς
20τοῦ Ζόμπου καλουμένης γεφύρας, ἤρξατο τὰς ὑπολειπομένας συναθροίζειν δυνάμεις· ἦσαν γὰρ οἱ τῆς στρατιᾶς διεσκε‐ δασμένοι κατὰ λόφους καὶ σήραγγας καὶ κρησφύγετά τινα καὶ ἄντρα διὰ τὴν προδεδηλωμένην τῶν βαρβάρων ἐπίτασιν.
καταλέξας δ’ οὖν ὅσους αὐτῷ βουλομένῳ ἐνῆν, πλείστους δ’145

146

ἀποπεμψάμενος, τῆς εἰς τὰ πρόσω πορείας εὐθυμότερον εἴ‐ χετο, διαφόρως ἀποξενῶν ἑαυτὸν τοῦ στρατοῦ εἰς τὰς οἰκείας ἐπαύλεις καὶ κτημάτων ἐπιδείξεις οἰκείων καὶ πολυτελεστέρων οἰκοδομῶν διατάξεις. διαπεραιωθέντος οὖν τοῦ στρατοῦ τὸν
5Ἅλυν λεγόμενον ποταμὸν αὐτὸς οὐ συνδιεπεραιώθη τηνικαῦτα αὐτῷ, ἀλλ’ εἰς νεοπαγὲς φρούριον, ἐκ προστάξεως αὐτοῦ συ‐ νοικοδομηθέν, ἐπιμείνας ἐκεῖθέν τινας ἡμέρας διέτριψεν. εἶτα διαπεραιωθεὶς καὶ αὐτός, κἀν τῇ τοῦ Χαρσιανοῦ ἐπαρχίᾳ, τὴν διαίρεσιν ἐκ τοῦ στρατοῦ εἰς κτήσεις οἰκείας συνδιεγρά‐
10ψατο· καὶ τὸ ἀπ’ ἐκείνου ἀδιαίρετος ἦν, τῇ Καισαρέων μὴ προσμίξας τὸ σύνολον, ἕως εἰς τὴν λεγομένην Κρύαν πηγὴν ἐνηυλίσατο. ἐστὶ γὰρ ὁ τόπος οὐδενὸς τῶν χρηστῶν τὸ πα‐ ράπαν ἀπολειπόμενος, τό τε [τὸ] ὕδωρ διειδὲς ἅμα καὶ πό‐ τιμον καὶ ψυχρότατον, δένδρα τε συνηρεφῆ μετὰ δαψιλοῦς
15τῆς πόης ἐκτρέφον καὶ ξυλίσασθαι εὔπορος, παντοίοις τε ῥό‐ δοις κατάκομος καὶ κρινωνιαῖς, λόφοις τε ἠρέμα πρὸς ἑαυ‐ τοὺς ἀνάγουσιν εὔθετος, καὶ οἷον εἰπεῖν ἀστυκώμη καὶ ἀγρό‐ πολις διὰ τῆς συμμιγοῦς ποριμότητος γνωριζόμενος. ἐκεῖσε δ’ ὁ βασιλεὺς ἡμέρας τινὰς στρατοπεδευσάμενος, ὡς εἶδε τὴν
20χώραν ἀφειδῶς κατακειρομένην ἐκ τῶν στρατιωτῶν καὶ μᾶλ‐ λον ἐκ τοῦ μισθοφορικοῦ καὶ ἀλλογενοῦς, καὶ ἅπαν λήιον ἐξώρως ἀποτεμνόμενον καὶ τοῖς βοσκήμασι λαφυραγωγούμε‐
νον, δηχθεὶς τὴν ψυχὴν ἀπηνέστερον προσηνέχθη τισὶ τῶν146

147

Νεμίτζων λεγομένων, οὓς ὁ παλαιὸς λόγος Σαυρομάτας καὶ αὐτοὺς ἐγίνωσκεν. ἀλλ’ οἵγε θράσει καὶ θυμῷ ζέοντες καὶ ἀπονοίᾳ βαρβαρικῇ πρὸς ἐκδίκησιν τῶν ἰδίων ἰταμῶς διανέ‐ στησαν, καὶ τῶν ἵππων περὶ τὴν τῶν ἀριστῶν ἐπιβάντες ὥραν
5τῆς τοῦ βασιλέως σκηνῆς καὶ αὐτοῦ βασιλέως κατεξαναστῆναι συνέθεντο. γνωσθείσης δὲ τῆς αὐτῶν ἐπιθέσεως βοή τε περὶ τὸ στρατόπεδον γέγονε, καὶ ταχὺ διαβοηθέντος τοῦ πράγμα‐ τος συνέστη μὲν ὁ βασιλεὺς καὶ διηυτρεπίσθη τὰ πρὸς τὸν πόλεμον, ἐπιβὰς δὲ τοῦ ἵππου καὶ τὴν στρατιὰν ὡς εἰς μά‐
10χην συναρμοσάμενος κατέπληξε τοὺς ἰδιοξένους, εἰς τὸ πε‐ δίον εὐσυντάκτως γενόμενος· καὶ ὑποσπόνδους αὐτοὺς ποιη‐ σάμενος, τὴν ἐσχάτην τούτοις χώραν ἐκ τῆς σωματοφυ‐ λακίας καὶ τῆς πρώην ἐγγύτητος ἀπενείματο, ἐν τούτῳ καὶ μόνῳ τὸ πρόστιμον αὐτοῖς τοῦ τοιούτου ἐγκλήματος ἐγκατα‐
15θέμενος. Ἐκεῖθεν δ’ εἰς Σεβάστειαν καὶ τὰ πρόσω κεχωρηκὼς ἀπῄει τὴν τῶν Ἰβήρων καταλαβεῖν ἐπειγόμενος, ὅτε καὶ δύο ἀτραπῶν ἐκ Σεβαστείας διαιρουμένων καὶ εἰς τὸ θέμα Κο‐ λωνείας συναγουσῶν τὴν ἐν ἀριστερᾷ πορευθῆναι θελήσας ὁ
20βασιλεὺς πολλῶν πτωμάτων θέαν ἀνθρωπίνων προσέλαβεν. ἐν ἐκείνῳ γὰρ τῷ τόπῳ συνέστη τῷ παρελθόντι ἔτει ὁ πόλε‐ μος τοῖς τε Ῥωμαίοις καὶ τοῖς Τούρκοις στρατηγοῦντος Μα‐
νουὴλ κουροπαλάτου τοῦ Κομνηνοῦ, καὶ τὸ Ῥωμαϊκὸν ἡττήθη147

148

στρατόπεδον. ἐφάνη δὲ καὶ τοῦτο τοῖς στρατοπεδευομένοις οὐκ εὔθετον θέαμα. Διελθὼν οὖν ἡμέραν ἐξ ἡμέρας τὴν προκειμένην ὁδόν, κατέλαβε τὴν Θεοδοσίου πόλιν, ἐπὶ μὲν τῷ πρὸ τοῦ χρόνῳ
5παραμεληθεῖσαν καὶ ἀοίκητον γενομένην διὰ τὸ ἐν τῇ πολι‐ τείᾳ τοῦ Ἄρτζη πλησίον οὔσῃ καὶ ἐν καλῷ τῆς θέσεως ὁρω‐ μένῃ μεταθέσθαι τοὺς ἀνθρώπους τὴν οἴκησιν, καὶ μεγάλην ἐγκαταστῆσαι χωρόπολιν καὶ παντοίων ὠνίων, ὅσα Περσική τε καὶ Ἰνδικὴ καὶ ἡ λοιπὴ Ἀσία φέρει, πλῆθος οὐκ εὐαρίθ‐
10μητον φέρουσαν, πρὸ ὀλίγων δὲ χρόνων ἀνοικοδομηθεῖσαν καὶ κατοχυρωθεῖσαν, τὴν Θεοδοσίου πόλιν λέγω, τάφρῳ καὶ τεί‐ χεσι διὰ τὴν τῶν Τούρκων ἐκ τοῦ ἀνελπίστου γειτνίασιν, δι’ ὧν ἐξ ἐπιδρομῆς ἡ πολιτεία τοῦ Ἄρτζη παμπληθεὶ τὴν σφα‐ γὴν προϋπέμεινε καὶ τὴν ἅλωσιν. ἐκεῖσε τοίνυν ἐπιμείνας ὁ
15βασιλεὺς οὐκ ὀλίγας ἡμέρας διεκηρυκεύσατο πᾶσι διμήνου τροφαῖς ἐφοδιασθῆναι, ὡς διὰ χώρας ἀοικήτου καὶ καταπε‐ πατημένης τοῖς ἔθνεσι διαπορεύεσθαι μέλλουσι. πάντων δὲ τὸ προσταχθὲν δι’ ἐπιμελείας ποιησαμένων, προαπέστειλε μὲν ὁ βασιλεὺς ἐκ τοῦ μισθοφορικοῦ Σκύθας εἰς τοῦ Χλίατ προ‐
20νομήν τε καὶ διασκύλευσιν, τοῦτο καὶ πρότερον ποιησάμενος, ἐπαπέστειλε δὲ καὶ Γερμανοὺς τοὺς λεγομένους Φράγγους μετά τινος ἡγουμένου τούτων, ἀνδρὸς εὐσθενοῦς κατὰ χεῖρα· Ῥου‐
σέλιος τούτῳ τὸ ὄνομα. ἐκεῖνος δὲ μετὰ τῆς λοιπῆς στρατιᾶς148

149

κατόπιν ἐλαύνων οὐ προέθετο συμμῖξαι τοῖς προαποσταλεῖσι καὶ τῷ Χλίατ προσβαλεῖν· ἀλλ’ ἐπείπερ ἔφθη κατὰ τὸ πα‐ ρελθὸν ἔτος χειρώσασθαι Ῥωμαϊκὴν πόλιν Μαντζικίερτ λεγο‐ μένην ὁ τῶν Περσῶν ἀρχηγὸς (σουλτάνον οἶδε τοῦτον ἡ
5ἐκείνων καλεῖν φωνή), καὶ φύλακας ἐγκαταστῆσαι Τούρκους ἱκανοὺς μετὰ καὶ Διλιμιτῶν, διέγνω λοιπὸν ὁ βασιλεὺς πρό‐ τερον εἰς τὸ ἄστυ τοῦτο παραβαλεῖν καὶ ἀναρρύσασθαι καὶ τῇ Ῥωμαίων ἀποκαταστῆσαι, καὶ οὕτω τοῖς ἀλλοτρίοις προ‐ σεπιβαλεῖν, ἤτοι τῷ Χλίατ, μὴ ἐκ πολλοῦ συγκειμένῳ τῷ δια‐
10στήματι. καταφρονήσας οὖν τῶν καστροφυλακούντων ἐν τῷ Μαντζικίερτ πολεμίων ὡς οὐχ ἱκανῶν ὑποστῆναι τὴν τούτου ἔφοδον, καὶ ἑτέραν μοῖραν ἀποτεμόμενος πλείστην τοῦ στρα‐ τοῦ, ἑνὶ τῶν ἐπισήμων ἐγχειρίζει τὴν στρατηγίαν αὐτοῦ, Ἰωσὴφ μαγίστρῳ τῷ Τραχανιώτῃ, προσεπιδοὺς αὐτῷ καὶ στῖ‐
15φος πεζῶν οὐκ εὐκαταφρόνητον. ἦν δὲ τὸ ἐγχειρισθὲν ἐκείνῳ στρατιωτικὸν τὸ ἔκκριτόν τε καὶ δυσμαχώτατον, κἀν ταῖς συμπλοκαῖς καὶ τοῖς ἄλλοις πολέμοις προκινδυνεῦον καὶ προ‐ μαχόμενον, καὶ εἰς πλῆθος πολὺ προέχον τῶν ὑποκρατηθέν‐ των τῷ βασιλεῖ. καὶ γὰρ ἐν ταῖς προηγησαμέναις μάχαις
20οὐ τοσαύτη περιέστη τοῖς Ῥωμαίοις ἀνάγκη μετὰ τοῦ βασι‐ λέως, ὥστε καὶ τὴν αὐτοῦ μοῖραν, τὸ λεγόμενον συνήθως ἀλ‐ λάγιον, διακινδυνεῦσαι καὶ πόλεμον ἀγωνίσασθαι· ἀλλὰ
προαρπαζόντων τὴν νίκην τῶν λοιπῶν ἔμενον οἱ τῷ βασιλεῖ149

150

περιαρτώμενοι λόχοι πολεμικῶν ἀγωνισμάτων ἐκτός, καὶ τρό‐ πον τινὰ τῆς ἐναγωνίου μάχης ἐπιλελησμένοι καὶ συμπλοκῆς. Καὶ ὁ μὲν Τραχανιώτης τοὺς ἐπιλέκτους, ὡς προδιεί‐ ληπται, προσλαβόμενος, ἄρας ἐκεῖθεν τῆς ἐπὶ τὸ Χλίατ φε‐
5ρούσης ἥπτετο. παραβοηθήσων τοῖς προαποσταλεῖσι Σκύθαις καὶ Φράγγοις (ἀπήγγελτο γὰρ μετὰ πλήθους μυριάνδρου τοὺς ἐναντίους αὐτοῖς ἐπιφέρεσθαι), καὶ ἅμα συντηρήσων ἐκτὸς τοῦ ἄστεος τοὺς καρπούς, ἵνα μὴ διαρπαγέντες ὑπὸ τῶν ἔνδον Χλιατηνῶν καὶ συγκομισθέντες σπάνιν παράσχωσι τῶν στρατῷ
10μεταθεμένου τοῦ βασιλέως ἐκεῖσε καὶ χρονίζοντος ἐπὶ πολιορ‐ κίᾳ τοῦ ἄστεος, καὶ διπλοῦς τούτοις ὁ πόλεμος περιρρεῖ, τὸ μὲν ἐκ τῶν ἐναντίων τὸ δὲ ἀπὸ τοῦ λιμοῦ. τοῦτο γὰρ ὁ βα‐ σιλεὺς διασκοπήσας τὸν στρατὸν διεχώρισεν, ἐλπίζων ταχέως τὸ Μαντζικίερτ, ὅπερ καὶ γέγονε, παραστήσασθαι, δι’ ὀλίγου
15δὲ καταστῆσαι τὰ ἐπ’ αὐτῷ, καὶ οὕτως τοῖς οἰκείοις παλινο‐ στῆσαι, εἰ δέ τις καὶ πόλεμος αὐτοῖς ἐξ ἀπροόπτου συνεπι‐ στῇ, διὰ ταχυδρόμων μετακαλέσασθαι τοὺς οἰκείους, μεγάλῳ διαστήματι μὴ ἀπέχοντας. ἀπεκομίζετο γὰρ αὐτῷ παρὰ τῶν σκοπῶν πρὸς τὴν Περσίδα τὸν σουλτάνον ἐπείγεσθαι. καὶ
20κατὰ τοῦτον τὸν λόγον ἡ διαίρεσις αὐτῷ τοῦ στρατοῦ καὶ οὐκ ἄλογος γέγονε, καί γε ἦν οὐκ ἀπὸ λογισμοῦ στρατηγικοῦ ἐν‐ νόημα, εἰ μὴ πεπρωμένη τις, μᾶλλον δὲ θεῖος λόγος ἀπόρρη‐
τος, τὴν ἔκβασιν εἰς τὸ ἐναντίον ἐπέστησε, καὶ πρὸς τῷ τέλει150

151

τῶν ἔργων καὶ τῇ ἐκεῖθεν ἀπαναχωρήσει καὶ αὐθημερώσει προσμίξει τοῦ διαιρεθέντος στρατοῦ προκατέλαβεν ὁ σουλτά‐ νος ἀκηρυκτί, καὶ τὰ δοκηθέντα τελεσθῆναι διεκωλύθησαν. οἱ δὲ πολλοί, ἀγνοοῦντες τὸ τῆς διαιρέσεως αἴτιον, μῶμον
5ἐκείνῳ προσάπτουσιν ὡς οὐκ εἰς δέον ποιησαμένῳ τὸν τοῦ στρατοῦ διαμερισμόν, τῆς δὲ ὑπὲρ ἡμᾶς αἰτίας οὐδεμίαν ἔν‐ νοιαν κατὰ φρένα καὶ κατὰ θυμὸν ἐντιθέασι. Παραβαλὼν δ’ ὁ βασιλεὺς εἰς τὸ Μανζικίερτ τὴν μὲν παρεμβολὴν μετὰ τῆς ὅλης παρασκευῆς ἀγχοῦ που θεῖναι καὶ
10χάρακα θεῖναι κατὰ τὸ εἰθισμένον παρεκελεύσατο, αὐτὸς δὲ τὸ ἔκκριτον ἀναλαβὼν τοῦ στρατοῦ περιῆλθε τὸ ἄστυ, κατα‐ σκοπῶν ὅπῃ περ εὐχερὲς τὰς προσβολὰς κατὰ τοῦ τείχους ποιή‐ σασθαι καὶ τὰς ἑλεπόλεις προσαγαγεῖν. εἶχε γὰρ ταύτας ἐκ παρασκευῆς ξύλοις παντοίοις καὶ μεγίστοις κατωργανωμένας,
15καὶ φερομένας δι’ ἁμαξῶν τῶν χιλίων μὴ ἀποδεουσῶν. ἤλαυνε δὲ καὶ τῶν ἄλλων βοσκημάτων εἰς δαπάνην τοῦ στρατοῦ μυ‐ ριομέτρους ἀγέλας. τῶν δὲ πολεμίων ἔνδον ἀλαλαζόντων τὸ ἐνυάλιον καὶ τὰ ξίφη παραγυμνούντων καὶ ὅπλοις ἑκηβόλοις χρωμένων, μετὰ τῆς ἀσπίδος ὁ βασιλεὺς περιιππεύσας τὸ
20τεῖχος ἐπανῆλθεν εἰς τὴν παρεμβολήν. οἱ δὲ πεζοὶ τῶν Ἀρ‐ μενίων προσβαλόντες τῷ ἐκτὸς τῆς ἀκροπόλεως τείχει, καὶ
πολλὰς προσβολὰς ποιησάμενοι, αὐτοβοεὶ αἱροῦσιν αὐτό, τοῦ151

152

ἡλίου πρὸς δυσμὰς ἀποτρέχοντος. ἡσθέντος δὲ τοῦ βασιλέως τῷ γεγονότι, κατέλαβον ἀπὸ τῶν ἐναντίων καὶ πρέσβεις, συμ‐ παθείας τυχεῖν ἐξαιτούμενοι καὶ τῶν ἰδίων πραγμάτων συγ‐ χώρησιν, καὶ τοιαύταις ὁμολογίαις παραδοῦναι τὴν πόλιν τῷ
5βασιλεῖ. συνθέμενος δὲ πρὸς τοῦτο, καὶ τοὺς πρέσβεις δώ‐ ροις τιμήσας, ἀπέστειλε τὸν παραληψόμενον αὐτίκα τὸ κά‐ στρον. οἱ δ’ ἔνδον φρουρὰν ἐν τοιούτῳ καιρῷ εἰσδέξασθαι μὴ καταδεξάμενοι, ἵνα μὴ κακόν τι διὰ τῆς νυκτὸς τοῖς ἐναν‐ τίοις ἐπιτεχθῇ, ἔδοξαν ἠλογηκέναι καὶ καταψεύσασθαι τῶν
10σπονδῶν. διὰ τοῦτο καὶ ταχὺ σαλπίσας ὁ βασιλεὺς τὸ πο‐ λεμικόν, ἐξῆλθε πανστρατιᾷ τῆς παρεμβολῆς, καὶ τοῖς τείχεσι προσεπέλασε. καταπλαγέντες δὲ οἱ Τοῦρκοι καὶ πρὸς ἀπο‐ λογίας τραπόμενοι, καὶ πλείονα πίστιν τῆς ἑαυτῶν ἀπολυ‐ τρώσεως αἰτησάμενοι καὶ λαβόντες, ἐξίασι μὲν ἐκ τῆς πόλεως
15μετὰ τῆς οἰκείας ἀποσκευῆς, καὶ τῷ βασιλεῖ γονυκλινοῦσιν, οὐ κεναῖς δὲ χερσὶν ἀλλὰ πάντες ξιφήρεις, καὶ τῷ βασιλεῖ γυ‐ μνῷ πανοπλίας οἱ πλείονες προσεγγίζοντες· ὅτε δὴ αὐτὸς συμπαρὼν οὐκ ἐπῄνεσα τὴν τοῦ βασιλέως ἁπλότητα μέσον θα‐ νατώντων ἀνδρῶν καὶ τόλμῃ καὶ ἀπονοίᾳ συζώντων ἑαυτὸν
20ἀθωράκιστον καταμίξαντος. Ἕτερον δέ τι συνηνέχθη, ζῆλον μὲν τοῦ βασιλέως δι‐ καιοσύνης φαντάζον, ἄμετρον δὲ τὴν τιμωρίαν καὶ οὐκ εὐ‐
σεβῆ συντιθέμενον. ἐγκληθεὶς γάρ τις τῶν στρατιωτῶν ὡς152

153

ὀνίσκον Τουρκικὸν ὑφελόμενος, παρήχθη μὲν κατ’ ὄψιν τῷ βασιλεῖ δεδεμένος, τιμωρία δ’ ἐψηφίσθη τοῦ ἁμαρτήματος ὑπερφέρουσα· οὐ γὰρ ἐν χρήμασιν ἡ ζημία διώριστο ἀλλ’ ἐν ῥινὸς ἐκτομῇ. πολλὰ δὲ παρακαλέσαντος τοῦ ἀνθρώπου,
5καὶ πάντα τὰ ἑαυτοῦ προεμένου, καὶ προβαλλομένου μεσίτην τὴν πάνσεπτον εἰκόνα τῆς πανυμνήτου δεσποίνης θεοτόκου τῆς, Βλαχερνιτίσσης, ἥτις εἰώθει τοῖς πιστοῖς βασιλεῦσιν ἐν ἐν στρατείαις ὡς ἀπροσμάχητον ὅπλον συνεκστρατεύεσθαι, οὐκ εἰσῄει οἶκτος τῷ βασιλεῖ, ἀλλ’ οὐδ’ αἰδὼς τῆς ἐκ τοῦ θείου
10εἰκονίσματος ἀσυλίας· ὁρῶντος δ’ αὐτοῦ καὶ πάντων, καὶ αὐτῆς τῆς εἰκόνος βασταζομένης, ἀπετμήθη τὴν ῥῖνα ὁ δεί‐ λαιος, κράξας μέγα καὶ στενάξας τὸ βύθιον. τότε δὴ τότε μεγάλην ἡμῖν ἔσεσθαι τὴν ἐκ τοῦ θείου νέμεσιν προωττευ‐ σάμην αὐτός.
15 Ἀντεισαγαγὼν δὲ εἰς τὸ ἄστυ πλῆθος Ῥωμαϊκὸν καὶ στρατηγὸν ἐπιστήσας, ἐπανῆλθεν εἰς τὴν παρεμβολήν, παιά‐ νοις καὶ εὐφημίαις καὶ νικητικοῖς ἐπιφωνήμασι σεμνυνόμε‐ νος. τῇ δ’ ἐπαύριον μέλλοντος αὐτοῦ συνθήμασιν ἐγγράφοις καὶ δαπάνῃ τῶν ἔνδον κατοχυρῶσαι τὸ φρούριον καὶ αὐτίκα
20πρὸς τὸ Χλίατ ἀναδραμεῖν, φήμη τις ἐπεφοίτησε πολεμίους ποθὲν ἐπιτεθῆναι τοῖς εἰς τὴν λείαν ἐξιοῦσι στρατιωτῶν ὑπη‐ ρέταις προσαπαγγέλλουσα, καὶ διαταράττειν καὶ κατατρύχειν
αὐτούς. φθανούσης δὲ τὴν ἑτέραν ἑτέρας, ᾠήθη ὁ βασιλεὺς153

154

ἡγεμόνα τοῦ σουλτάνου τινὰ μετά τινος μερικῆς δυνάμεως ἐπιστῆναι καὶ διακλονεῖν τοὺς σποράδας τῆς Ῥωμαϊκῆς ὑπη‐ ρεσίας, καὶ ἀπέστειλεν ἐπὶ τῷ τούτους ἀποκρούσασθαι Νικη‐ φόρον μάγιστρον τὸν Βρυέννιον μετὰ τῆς ἀρκούσης δυνάμεως·
5ὃς καὶ κατὰ μέτωπον στὰς ἀκροβολισμούς τινας καὶ ἱππομα‐ χίας οὐκ ἀκριβεῖς (κατ’ ὀλίγους γὰρ ἀλλήλοις συνέπιπτον) ἐποιεῖτο. ἐν δὲ τῇ ἀστάτῳ ταύτῃ περιφορᾷ, τῶν Τούρκων ἑκηβόλων ὄντων, πολλοὶ τῶν Ῥωμαίων ἐτραυματίσθησαν, ἔπεσον δὲ καὶ ἕτεροι (ῥωμαλεώτεροι γὰρ τῶν ἄλλων, ὧν πεῖ‐
10ραν ἐλάβομεν, Τούρκων καὶ θρασύτερον προσρηγνύμενοι καὶ ἀγχεμάχοις τοῖς ἐπερχομένοις ἀντικαθίστανται), ἕως ὁ δηλω‐ θεὶς στρατηγὸς φόβῳ κατασεισθεὶς δύναμιν ἑτέραν παρὰ τοῦ βασιλέως ἐζήτησεν. ὁ δὲ καταγνοὺς αὐτοῦ δειλίαν (ἠγνόει γὰρ τὸ ἀληθὲς) προσέθετο μὲν οὐδέν, ἐκκλησίαν δὲ συστησά‐
15μενος ἐδημηγόρησε τὰ περὶ τοῦ πολέμου παρὰ τὸ εἰωθός, ἥψατο δὲ καὶ τραχυτέρων ῥημάτων. ἐν δὲ τῷ μέσῳ τὴν ἐπιφώνησιν ὁ ἱερεὺς τοῦ εὐαγγελίου ἐσήμανε. περὶ οὗ ἔθεντό τινες ἐν ταῖς καρδίαις ὡς ἔσται τὰ ἐπ’ αὐτῷ λαληθησόμενα τῶν ἐπικειμένων πραγμάτων ἐπίβασις. εἰ δὲ τούτων καὶ αὐ‐
20τὸς μέρος ἐγεγόνειν, οὐκ ἀναγκαῖον εἰπεῖν. εἶχε δὲ τὸ εὐαγ‐ γέλιον, ἵνα τἆλλα παρῶ, τὸ “εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώ‐ ξουσιν. εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρή‐
σουσιν. ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν, ὅτι οὐκ οἴδασι154

155

τὸν πέμψαντά με. ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ θεῷ.” εὐθὺς οὖν ἀγω‐ νιᾶν οἱ τοῦτο προσημηνάμενοι κατηρξάμεθα, καὶ ἀψευδὲς εἶναι τὸ λαληθὲν ἐπὶ τῆς σημειώσεως διεγνώκειμεν. ζέοντος
5δὲ τοῦ πολέμου ἐπαπέστειλεν ὁ βασιλεὺς καὶ τὸν μάγιστρον Βασιλάκην καὶ κατεπάνω Θεοδοσιουπόλεως μετὰ τινῶν ἐγχω‐ ρίων στρατιωτῶν, ὡς τῶν λοιπῶν ὄντων μετὰ τοῦ Τραχα‐ νειώτου εἰς τὸ Χλίατ. προστεθεὶς οὖν τῷ Βρυεννίῳ μέχρι τινὸς τοὺς ἀκροβολισμοὺς καὶ αὐτὸς ὑπεδέχετο. συνθεμένων
10δὲ τῶν στρατιωτῶν κατόπιν αὐτοῦ ἀκολουθεῖν, πρωταγωνιστεῖν αὐτὸς καθυπέσχετο, καὶ εὐθὺς ἐξορμήσας νῶτα δεδωκότων τῶν ἐναντίων ἐδίωκε. συνακολουθήσας δ’ αὐτῷ μετὰ τοῦ πλήθους ὁ Βρυέννιος, εἶτα τοὺς ῥυτῆρας ἐκ συνθήματος ἐν ἀγνοίᾳ τοῦ Βασιλακίου ἀνέχειν τοὺς ἀμφ’ αὐτὸν προτρεψά‐
15μενος, ἀφῆκεν αὐτὸν μετὰ τῶν πειθομένων τούτῳ καὶ μόνων ἀκρατῶς διώκειν ἐπὶ πολύ. ἐπεὶ δὲ τῷ χάρακι τῶν ἐναντίων προσέμιξε, διαπαρέντος τοῦ ἵππου προσέσχε τῇ γῇ, βάρος τῶν ὅπλων ἐπιφερόμενος· διὸ καὶ περιχυθέντες αὐτὸν οἱ πολέμιοι ζωγρίᾳ λαμβάνουσι.
20 Καταλαβούσης δὲ ταύτης τῆς ἀγγελίας τὸν βασιλέα καὶ τὸν στρατόν, δειλία καὶ κινδύνων ἐλπὶς τοῖς Ῥωμαίοις ἐπέ‐
σκηψεν, ἐπεὶ καὶ οἱ τραυματίαι φοράδην ἀγόμενοι καὶ ταῖς155

156

ἐκ τῶν πληγῶν ὀδύναις ἐπιστενάζοντες ἦσαν. ἀναγκασθεὶς δ’ ὁ βασιλεὺς ἐξῆλθε μετὰ τοῦ λοιποῦ πλήθους εἰς τὴν τῶν πραττομένων θέαν, καὶ ὥστε εἴ τις αὐτῷ ἐπίοι πόλεμος, ἀγω‐ νίσασθαι. μέχρι δ’ ἑσπέρας ἐπὶ τινῶν λόφων ἑστὼς ὑψη‐
5λῶν, ἐπείπερ οὐκ εἶδέ τινα τὸν ἀντικαταστησόμενον (οἱ γὰρ Τοῦρκοι πονηρίᾳ καὶ ἐπινοίᾳ βαθυτάτῃ συζῶντες διὰ μηχα‐ νῶν τὸ πᾶν κατορθοῦσι καὶ συστολῶν ἀπηγκωνισμένων), ὑπέ‐ στρεψεν εἰς τὴν παρεμβολήν, ἄρτι τοῦ ἡλίου τὸ ὑπὲρ γῆν ἡμισφαίριον ἀπολείποντος. οἱ δὲ Τοῦρκοι ὥσπερ ἀπὸ μηχα‐
10νῆς κατόπιν περιχυθέντες τοῖς ἐκτὸς τῆς παρεμβολῆς Σκύ‐ θαις καὶ τοῖς πωλοῦσι τὰ ὤνια ῥαγδαίως προσέβαλον, ὑλα‐ καῖς ἀσήμοις καὶ τόξου βολαῖς καὶ περιιππεύσεσι φόνον οὐ μικρὸν καὶ κίνδυνον αὐτοῖς ἐπιφέροντες· ὅθεν καὶ ἠναγκά‐ σθησαν οἱ τὴν ἔφοδον ὑφιστάμενοι ἐντὸς γενέσθαι τοῦ χάρα‐
15κος. ἀθρόοι τοίνυν ἄλλος κατ’ ἄλλον ὡς ἀπὸ διωγμοῦ τὴν εἴσοδον βιαζόμενοι, μεγάλης ταραχῆς τοὺς ἔνδον ἐπλήρωσαν, οἰομένους καὶ τοὺς ἐναντίους συνεισπεσεῖν, καὶ πᾶσαν ὁμοῦ τὴν παρεμβολὴν μετὰ τῆς ὅλης ἀποσκευῆς γενέσθαι ἁλώσιμον. νὺξ γὰρ ἀσέληνος ἦν, καὶ διάκρισις οὐκ ἦν τῶν φευγόντων
20ἢ τῶν διωκόντων, καὶ τίνες τῆς ἐναντίας μοίρας εἰσί· τὸ γὰρ τῶν Σκυθῶν μισθοφορικόν, ἐμφερὲς κατὰ πάντα τοῖς Τούρκοις ὄν, ἀμφίβολον ἐποίει τὸ νῦν ἐπικείμενον. τότε δὴ
τότε καὶ φόβος ἐξαίσιος καὶ λόγος ἀπαίσιος καὶ βοὴ συμμι‐156

157

γὴς καὶ ἄσημος κρότος καὶ πάντα μετὰ θορύβων καὶ κινδύ‐ νων ἐδείκνυτο· καὶ πᾶς τις θανεῖν ἐπεθύμει μᾶλλον ἢ τοι‐ οῦτον ἰδεῖν καιρόν. καὶ τὸ μὴ κατιδεῖν ὡς εὐτυχὲς ἐνομί‐ ζετο, καὶ τοὺς μὴ τοιοῦτον ἰδόντας ὡς εὐτυχεῖς ἐμακάριζεν.
5 Ἀλλ’ ἐν τούτῳ πάθους τῶν Ῥωμαίων ὄντων, οὐκ ἠδυνή‐ θησαν οἱ πολέμιοι ἐντὸς τοῦ χάρακος εἰσπεσεῖν, εὐλαβούμενοι καὶ οὗτοι τὸ ἀπρόσφορον τοῦ καιροῦ καὶ τὰς κοινὰς ἐννοίας εἰς ἑαυτοὺς ἐμπλέκοντες. οὐ μὴν γεγόνασιν ὀπισθόρμητοι, ἀλλὰ δι’ ὅλης νυκτὸς περιηχοῦντες ἦσαν ἐκτὸς δρόμοις καὶ
10περιδρόμοις τὴν Ῥωμαίων παρεμβολήν, τόξοις καὶ σκυλμοῖς βάλλοντες καὶ πανταχόθεν περιβομβοῦντες καὶ περιφοβοῦν‐ τες αὐτούς, ὡς ἅπαν διανυκτερεῦσαι ἠνεῳγμένοις καὶ ἀγρύπ‐ νοις τοῖς ὄμμασι· τίς γὰρ ἂν καὶ εἶχεν εἰς ὕπνον τραπῆναι, τοῦ κινδύνου τὴν ῥομφαίαν ἐσπασμένην μονονουχὶ προδεικ‐
15νύοντος. Οὐ μὴν ἀλλ’ οὐδ’ εἰς τὴν ἐπιοῦσαν ἡμέραν τῆς ἱππα‐ σίας καὶ τῆς εἰς μάχην προκλήσεως ἔληξαν οἱ πολέμιοι, ἀλλὰ καὶ τὸν ἔξωθεν παραρρέοντα ποταμὸν ὑφ’ ἑαυτοὺς ποιησάμε‐ νοι δίψει παραστήσασθαι τοὺς Ῥωμαίους ἐφιλονείκουν. ἐν
20ταύτῃ δὲ τῇ ἡμέρᾳ μοῖρά τις Σκυθική, ἔξαρχον ἔχουσα Τα‐ μίν τινα κατονομαζόμενον, τοῖς ἐναντίοις προσερρύη· ὅπερ
οὐκ εἰς μικρὰν ἀγωνίαν τοὺς Ῥωμαίους ἐνέβαλεν, ὑποπτεύον‐157

158

τας καὶ τοὺς λοιποὺς τοῦ ἔθνους, ὅτι τὸ ἀπὸ τοῦδε πολεμίοις ἐοικότες συνδιατρίβουσι τούτοις καὶ συνδιαγωνίζεσθαι μέλλου‐ σιν. ἐξιόντες δέ τινες τῶν πεζῶν μετὰ τόξων πολλοὺς τῶν Τούρκων ἀνεῖλον καὶ τῆς παρεμβολῆς ἐκστῆναι συνέπεισαν.
5ὁ δὲ βασιλεὺς ἤθελε μὲν ἀγχεμάχῳ πολέμῳ καὶ ἀντιθέτῳ παρεμβολῇ κρῖναι τὸ τέλος παραυτίκα τῆς μάχης, τοὺς δ’ ἀπόντας εἰς τὸ Χλίατ περιμένων στρατιώτας, πλῆθος ὄντας οὐκ εὐαρίθμητον καὶ συνήθως ἀεὶ προπολεμοῦντας καὶ ἠσκη‐ μένους μᾶλλον τὴν πυρρίχειον ὄρχησιν, τὸν ἀγῶνα τοῦτον
10ὑπερετίθετο. ὡς δ’ ἀπεγνώκει τὴν ἐκ τούτων βοήθειαν, καί τι διακωλῦσαι τούτους πρὸς τὴν ἄφιξιν ἰσχυρὸν ὑπελάμβα‐ νεν, ἐσκέψατο λοιπὸν εἰς τὴν ὑστεραίαν μετὰ τῶν συνόντων αὐτῷ προθύμως κατὰ τῶν ἐναντίων ἐπαγωνίσασθαι. εἶχε δ’ ὅμως τοῦτον καὶ αὖθις ἐλπίς, ὡς οὐδὲ κἂν εἰς τὴν αὔριον
15ὑστερήσωσιν· ἠγνόει γὰρ ὡς ὁ στρατηγὸς τούτων μαθὼν τὴν τοῦ σουλτάνου κατ’ αὐτοῦ τοῦ βασιλέως ἐπέλευσιν, ἄρας τοὺς ἀμφ’ αὐτὸν ἅπαντας, διὰ τῆς Μεσοποταμίας φυγὰς ἀγεννῶς εἰς τὴν Ῥωμαίων ἐνέβαλε, μηδένα λόγον τοῦ δεσπό‐ του μήτε μὴν τοῦ εἰκότος ὁ δείλαιος θέμενος.
20 Ὁ γοῦν βασιλεὺς κατὰ τὸ συγκείμενον τὴν εἰς τὸν πό‐ λεμον παρασκευὴν αὔριον ἐξαρτύσας τὰ κατ’ αὐτὸν διετίθετο, ἔτι τῆς βασιλέως σκηνῆς ἐντὸς καθιστάμενος, ὁπότε τὴν εἰς
τοὺς Σκύθας ὑποψίαν περιαιρῆσαι βουλόμενος αὐτὸς ἐγὼ ὅρκῳ158

159

κατασφαλίσασθαι τούτους τῷ βασιλεῖ συνεβούλευσα. καὶ δῆτα τὴν βουλὴν ἐπαποδεξάμενος τελεστὴν τοῦ ἔργου καὶ διοριστὴν αὐτίκα με προεβάλετο. οὐκοῦν καὶ κατὰ τὸ πάτριον αὐτοὺς καθορκώσας, ἦ μὴν ἀνεπιβούλευτον τηρῆσαι
5τὴν εἰς τὸν βασιλέα πίστιν καὶ τοὺς Ῥωμαίους, οὕτως αὐ‐ τοὺς ἀκριβεῖς τῶν σπονδῶν διατέθεικα φύλακας, καί γε τῶν κατὰ σκοπὸν οὐ διήμαρτον· οὐδεὶς γὰρ ἐκ τούτων οὐδ’ ἐν αὐτῷ τῷ πολέμῳ τοῖς πολεμίοις προσετέθη. Ἐν ὅσῳ δὲ τὰ τοιαῦτα ἐπράττετο, καὶ οἱ στρατιῶται
10κατὰ τάξεις καὶ λόχους ἐπὶ τῶν ἵππων ἐφίσταντο, πρέσβεις ἧκον ἐκ τοῦ σουλτάνου τὴν εἰρήνην ἀμφοτέροις ἐπικηρυκευό‐ μενοι. ὁ δὲ βασιλεὺς ἐδέξατο μὲν αὐτούς, καὶ λόγων αὐτοῖς κατὰ νόμον τῶν πρέσβεων μεταδέδωκεν, οὐ πάνυ δὲ τούτους φιλανθρώπως ἐδέξατο. ὅμως δ’ οὖν συνεπινεύσας καὶ τὸ
15προσκυνούμενον σημεῖον αὐτοῖς ἐπιδέδωκεν, ἵνα τῇ ἐπιδείξει τούτου ἀβλαβεῖς πρὸς αὐτὸν ἐπανέλθοιεν, κομίζοντες ἀγγελίας ἃς ἂν ἐκ τοῦ σουλτάνου διενωτίσοιντο. δεδήλωκε γάρ, τῷ ἀνελπίστῳ τοῦ μηνύματος ἐπαρθείς, ἵν’ ὁ σουλτάνος καταλι‐ πὼν τὸν τόπον τῆς παρεμβολῆς πορρωτέρω στρατοπεδεύση‐
20ται· αὐτὸς δὲ ὁ βασιλεὺς ἐν ἐκείνῳ τῷ τόπῳ, ὃς τὰς Τουρ‐ κικὰς εἶχε δυνάμεις πρότερον, ἐπιθήσει τὸν χάρακα, καὶ τη‐
νικαῦτα πρὸς συμβάσεις αὐτῷ παραγένηται. ἔλαθε δὲ τὴν159

160

νίκην διὰ τοῦ νικητικοῦ σημείου τοῖς ἐναντίοις παραπεμψά‐ μενος, καθὼς οἱ τὰ τοιαῦτα διακριβοῦντες συμβάλλουσιν· οὐ γὰρ ἔδει μάχης προκειμένης τοιοῦτον σύμβολον ἐξ ἑαυτοῦ πρὸς ἐναντίους μεταθεῖναι.
5 Τὸ δ’ ἀπὸ τοῦδε δυσάντητος ἡμῖν ὁ λόγος διὰ τὸ ἐργῶ‐ δες τῶν ἀτυχημάτων καὶ λίαν ἀπόφημον, καὶ τὴν εἰς τοὺς Ῥωμαίους ἐπισυμβᾶσαν χαλεπωτάτην δυσκληρίαν. Οὔπω τέλος ἔσχε οὐδ’ ἀναβολὴν ἡ τῶν πρέσβεων ἄφι‐ ξις, καί τινες τῶν ἐγγυτάτων τῷ βασιλεῖ πείθουσιν αὐτὸν
10ἀποβαλέσθαι τὴν εἰρήνην ὡς ψευδομένην τὸ ἔργον καὶ ἀπα‐ τῶσαν μᾶλλον ἢ τὸ συμφέρον ἐθέλουσαν. δεδιέναι γάρ φασι τὸν σουλτάνον διὰ τὸ μὴ ἀξιόλογον ἔχειν δύναμιν καὶ περι‐ μένειν τοὺς κατόπιν αὐτοῦ βαδίζοντας, καὶ τῷ προσχήματι τῆς εἰρήνης μετεωρίζειν τὸν χρόνον, ὡς ἂν ἐπικαταλάβοι τὸ
15ὑστεροῦν τῆς δυνάμεως. τοῦτο ῥηθὲν διανίστησι τὸν βασι‐ λέα πρὸς πόλεμον. καὶ οἱ μὲν Τοῦρκοι κατὰ σφᾶς αὐτοὺς τὰ τῆς εἰρήνης ἐπραγματεύοντο, ὁ δὲ βασιλεὺς σαλπίσας τὸ ἐνυά‐ λιον τὸν μόθον παραλόγως ἐκράτησε. καταλαβοῦσα δ’ ἡ φήμη τοὺς ἐναντιοὺς ἐξέπληξε. τέως δ’ οὖν καθοπλισάμενοι
20καὶ αὐτοὶ τὸ μὲν ἄχρηστον πλῆθος εἰς τοὐπίσω προήλαυνον, αὐτοὶ δὲ κατόπιν φαντασίαν ἐδίδουν πολεμικῆς ἀντιπαρατά‐
ξεως. τὸ δὲ πλεῖστον φυγή τις κατεῖχεν αὐτούς, συντεταγμένας160

161

ἰδόντας τὰς τῶν Ῥωμαίων φάλαγγας ἐν τάξει καὶ κόσμῳ καὶ πολεμικῷ παραστήματι. καὶ οἱ μὲν προῄεσαν εἰς τοὐ‐ πίσω, ὁ δὲ βασιλεὺς κατόπιν αὐτῶν πανστρατιᾷ ἐπεδίωκεν, ἕως ἄρα δείλη ὀψία κατέλαβεν. ἐπεὶ δ’ ὁ βασιλεὺς τοὺς
5ἀντιτεταγμένους καὶ ἀντιπολεμοῦντας οὐκ εἶχε, τὴν δὲ παρεμ‐ βολὴν ἐψιλωμένην στρατιωτῶν καὶ πεζοφυλάκων ἐγίνωσκε, διὰ τὸ μηδ’ εὐπορεῖν ἱκανοῦ πλήθους ὥστε καὶ παρατά‐ ξεις ἐνταῦθα καταλιπεῖν, ἤδη προεξαντληθέντων τῶν πλεί‐ στων, ὡς προδιείληπται, ἔγνω μὴ πλεῖον ἐπιτεῖναι τὴν δίω‐
10ξιν, ἵνα μὴ λόχον πεποιηκότες οἱ Τοῦρκοι ἀφυλάκτῳ ταύτῃ ἐπίθωνται, καὶ ἅμα διασκοπῶν ὡς εἰ πλεῖον ἐκμακρυν‐ θείη, καταλήψεται τοῦτον ἐν τῇ ἐπανόδῳ ἡ νύξ, καὶ τηνι‐ καῦτα οἱ Τοῦρκοι παλίντροπον θήσουσι τὴν φυγήν, ἑκη‐ βόλοι τυγχάνοντες. διὰ ταῦτα καὶ τὴν βασιλικὴν σημαίαν
15ἐπιστρέψας νόστου ἐπιμνησθῆναι διήγγελλεν. οἱ δὲ πόρρω τὰς φάλαγγας ἔχοντες στρατιῶται, τὴν ἐπιστροφὴν τῆς βασιλικῆς σημαίας ἰδόντες, ᾠήθησαν ἥττῃ τὸν βασιλέα περι‐ πεσεῖν. ὡς δ’ οἱ πολλοὶ πληροφοροῦσιν, ὅτι τῶν ἐφεδρευόν‐ των αὐτῷ τις, ἐξάδελφος ὢν τῷ τοῦ βασιλέως προγονῷ Μι‐
20χαήλ, προβεβουλευμένην ἔχων τὴν κατὰ τούτου ἐπιβουλήν, αὐ‐ τὸς τὸν τοιοῦτον λόγον τοῖς στρατιώταις διέσπειρε, καὶ ταχὺ τοὺς οἰκείους ἀναλαβὼν (ἐμπεπίστευτο γὰρ παρὰ τῆς τοῦ βα‐
σιλέως καλοκαγαθίας οὐ μικρόν τι μέρος λαοῦ) φυγὰς εἰς161

162

τὴν παρεμβολὴν ἐπανέδραμε. μιμησάμενοι δὲ τοῦτον οἱ πλη‐ σιέστεροι λόχοι εἷς καθ’ ἕνα τὴν φυγὴν ἀμαχητὶ διεδέξαντο, κἀκείνους ἕτεροι. καὶ οὕτως ὁ βασιλεὺς ἰδὼν τὸ παράλογον τῆς ἐξαγωνίου φυγῆς, ἔστη μετὰ τῶν περὶ αὐτόν, τὴν τῶν
5οἰκείων φυγήν, ὡς ἔθος, ἀνακαλούμενος. ἦν δὲ ὁ ἐπακούων οὐδείς. τῶν δ’ ἐναντίων οἱ ἐπὶ λόφων ἱστάμενοι, τὸ τῶν Ῥωμαίων ἰδόντες ἐξαίφνης ἀτύχημα, τῷ σουλτάνῳ καταγγέλ‐ λουσι τὸ γενόμενον, καὶ τὴν ἐπιστροφὴν αὐτῷ κατεπείγουσιν. εὐθὺς οὖν ἐπανελθόντος αὐτοῦ μάχη τις ἀθρόον τῷ βασιλεῖ
10προσρήγνυται· καὶ κελεύσας τοὺς ἀμφ’ αὐτὸν μὴ ἐνδοῦναι μηδὲ μαλακόν τι παθεῖν, ἠμύνατο μὲν ἐρρωμένως μέχρι πολ‐ λοῦ. ἐν δὲ τῷ μέσῳ τῆς τῶν ἄλλων φυγῆς περιαντλησάσης ἔξω τὸν χάρακα, συμμιγής τις ἦν ἐκ πάντων βοὴ καὶ ἄτακ‐ τος δρόμος, καὶ λόγος οὐδεὶς ἀπηγέλλετο καίριος, τῶν μὲν
15λεγόντων ἰσχυρῶς ἀντιπαρατάξασθαι τὸν βασιλέα μετὰ τῶν ὑπολελειμμένων αὐτῷ καὶ τοὺς βαρβάρους τρέψασθαι, τῶν δὲ σφαγὴν ἢ ἅλωσιν καταγγελλόντων αὐτοῦ, καὶ ἄλλων ἄλλα συνειρόντων καὶ παλίντροπον ἑκατέρου μέρους τὴν νίκην κα‐ ταλεγόντων, ἕως ἤρξαντο καὶ τῶν σὺν αὐτῷ Καππαδοκῶν
20πολλοὶ κατὰ μοίρας τινὰς ἐκεῖσε ἀποφοιτᾶν. εἰ δέ τι καὶ αὐτὸς τοῖς φεύγουσιν ἀντίξους γεγονὼς πολλοὺς ἠμυνάμην, τὴν ἀνάκλησιν ἐπιτρέπων τῆς ἥττης, ἕτεροι λεγέτωσαν. τὸ
δὲ μετὰ τοῦτο καὶ τῶν βασιλικῶν ἵππων πολλοὶ μετὰ τῶν162

163

ἵππων ἐπαναστρέφοντες μὴ ἰδεῖν τὸν βασιλέα, τί γέγονεν, ἐρω‐ τώμενοι ἀπεκρίναντο. καὶ ἦν σεισμὸς οἷος καὶ ὀδυρμὸς καὶ πόνος καὶ φόβος ἀκίχητος, καὶ ἡ κόνις αἰθέριος, καὶ τέλος οἱ Τοῦρκοι πανταχόθεν ἡμῖν περιρρέοντες. ὅθεν καὶ ὡς εἶχεν
5ἕκαστος ὁρμῆς ἢ σπουδῆς ἢ ἰσχύος, φυγῇ τὴν ἑαυτοῦ σωτηρίαν ἐπίστευσεν. οἱ δ’ ἐναντίοι κατόπιν διώκοντες οὓς μὲν ἀνεῖλον οὓς δὲ ζωγρίᾳ εἷλον, ἑτέρους δὲ συνεπάτουν. καὶ ἦν τὸ πρᾶγμα λίαν ἐπώδυνον καὶ πάντα θρῆνον ὑπερβάλλον καὶ κο‐ πετόν. τί γὰρ ἐλεεινότερον τοῦ στρατόπεδον ἅπαν βασιλικὸν
10φυγῇ καὶ ἥττῃ παρὰ βαρβάρων ἀπανθρώπων καὶ ἀποτόμων ἐλαύνεσθαι, καὶ τὸν βασιλέα βαρβαρικοῖς ὅπλοις ἀβοήθητον περιεστοιχίσθαι, καὶ τὰς βασιλείους σκηνὰς καὶ τὰς ἡγεμονι‐ κὰς ἅμα καὶ στρατιωτικὰς ὑπὸ τοιούτων ἀνδρῶν κυριεύεσθαι, καὶ ἅπαν ἀνάστατον τὸ Ῥωμαϊκὸν καθορᾶσθαι, καὶ βασιλείαν
15ἐν ἀκαρεῖ κατανοεῖν συμπεσοῦσαν. Καὶ τὰ μὲν τοῦ λοιποῦ πλήθους ἐν τούτοις· τὸν δὲ βασιλέα περιστοιχίσαντες οἱ πολέμιοι οὐκ εὐχείρωτον ἔσχον εὐθύς, ἀλλ’ ἅτε στρατιώτης καὶ πολεμικῆς ἐμπειρίας εἰδήμων καὶ κινδύνοις προσομιλήσας πολλοῖς, καρτερῶς ἠμύνατο τοὺς
20προσπίπτοντας, καὶ πολλοὺς ἀνελὼν τέλος ἐπλήγη φασγάνῳ τὴν χεῖρα, τοῦ τε ἵππου βέλεσι κατακοντισθέντος ἐκ ποδὸς μαχόμενος ἵστατο. καμὼν δ’ ὅμως πρὸς ἑσπέραν ἁλώσιμος
καὶ ὑπόσπονδος, φεῦ τοῦ πάθους, ἐγένετο. καὶ τῇ μὲν νυκτὶ163

164

ἐκείνῃ ἔτι, ἴσως τοῖς πολλοῖς, ἐπὶ γῆς ἀτίμως καὶ περιωδύ‐ νως κατέδραθε, μυρίοις πανταχόθεν καὶ ἀφορήτοις περικλυζό‐ μενος τοῖς ἐκ τῶν λογισμῶν καὶ τῶν κατ’ ὄψιν ἀνιαρῶν κύ‐ μασι· τῇ δ’ ἐπαύριον ἀγγελθείσης τῷ σουλτάνῳ καὶ τῆς τοῦ
5βασιλέως ἁλώσεως, χαρά τις ἄπλετος ὁμοῦ καὶ ἀπιστία κα‐ τέσχεν αὐτόν, οἰόμενον ὡς ἀληθῶς μέγα τι καὶ ὑπερμέγεθες εἶναι τὸ μετὰ τῆς ἥττης τοῦ βασιλέως καὶ αὐτὸν ἐκεῖνον δο‐ ρυάλωτον καὶ οἰκέτην λαβεῖν. οὕτως ἀνθρωπίνως καὶ νουνε‐ χῶς τὸ προτέρημα τῆς νίκης οἱ Τοῦρκοι ἐδέξαντο, μήτε με‐
10γαλαυχήσαντες οἷα φιλεῖ περὶ τὰς εὐτυχίας ὡς ἐπίπαν πε‐ ριπολεῖν, μήτε τῇ οἰκείᾳ δυνάμει τὸ γεγονὸς ἐπιτρέψαντες, ἀλλὰ τὸ πᾶν τῷ θεῷ ἀναφέροντες, ὡς μεῖζον ἢ κατὰ τὴν ἑαυτῶν ἰσχὺν ἀποτελέσαντες τρόπαιον. διὰ τοῦτο καὶ προ‐ σαχθέντος τῷ σουλτάνῳ τοῦ βασιλέως ἐν τῇ εὐτελεῖ καὶ
15στρατιωτικῇ ἀμπεχόνῃ, καὶ αὖθις διαπορῶν ἦν καὶ μαρτυρίαν περὶ τούτου ζητῶν. ὡς δ’ ἐπληροφορήθη παρά τε ἄλλων καὶ τῶν εἰς αὐτὸν ἀφικομένων ποτὲ πρέσβεων, τὸν τῶν Ῥω‐ μαίων βασιλέα τυγχάνειν τὸν παριστάμενον, εὐθὺς ἐξανέστη καὶ αὐτός, καὶ περιπτυξάμενος τοῦτον “μὴ δέδιθι” ἔφη, “ὦ
20βασιλεῦ, ἄλλ’ εὔελπις ἔσο πρὸ πάντων, ὡς οὐδενὶ προσομι‐ λήσεις κινδύνῳ σωματικῷ, τιμηθήσῃ δ’ ἀξίως τῆς τοῦ κρά‐ τους ὑπεροχῆς. ἄφρων γὰρ ἐκεῖνος ὁ μὴ τὰς ἀπροόπτους
τύχας ἐξ ἀντεπιφορᾶς εὐλαβούμενος.” ἐπιτάξας οὖν αὐτῷ164

165

σκηνὴν ἀποτευχθῆναι καὶ θεραπείαν ἁρμόζουσαν, σύνδειπνον αὐτὸν αὐτίκα καὶ ὁμοδίαιτον ἀπειργάσατο, μὴ παρὰ μέρος καθίσας αὐτόν, ἀλλὰ σύνθρονον ἐν εὐθύτητι τῆς ἐκκρίτου τά‐ ξεως καὶ ὁμόδοξον κατὰ τὴν τιμὴν ποιησάμενος. οὕτω δὶς
5τῆς ἡμέρας συνερχόμενος τούτῳ καὶ συλλαλῶν, καὶ πρὸς πα‐ ράκλησιν ἀνακτώμενος διὰ πολλῶν ἐπᾳσμάτων ἀναγόντων εἰς τὴν βιωτικὴν περιπέτειαν, μέχρις ἡμερῶν ὀκτὼ τῶν ὁμοίων αὐτῷ ἐκοινώνει καὶ λόγων καὶ ἁλῶν, μηδὲ μέχρι καὶ βραχυ‐ τάτου λόγου πρὸς τοῦτον ἐμπεπαρῳνηκώς, ἢ ὅσον δοκούντων
10τινῶν σφαλμάτων ἐν τῇ ἐλάσει τῆς στρατιᾶς ὑπομνήσας, ὁπότε καὶ ἡ τοῦ θεοῦ κρίσις μετὰ τῶν ἄλλων κἀνταῦθα δι‐ καία καὶ ἀρρεπὴς κατεφάνη. οὐ γὰρ οἱ ἄλλοι μόνον ἀλλὰ καὶ αὐτὸς ὁ ἁλωθεὶς βασιλεὺς ἄξιον εἶναι νικᾶν αὐτὸν ἀπε‐ φήνατο, εἰ νόμον μὴ ἔχων ἀγαπᾶν τοὺς ἐχθροὺς ἀνεπαισθή‐
15τως ποιεῖ τὸν θεῖον νόμον ἐκ φυσικῆς καὶ ἀγαθῆς διαθέσεως· οὐ γὰρ τοῖς ὑπερόπταις ὁ παντέφορος ὀφθαλμὸς ἀλλὰ τοῖς ταπεινοῖς καὶ συμπαθέσι τὸ κράτος χειροτονεῖ, ἐπεὶ μὴ ἔστι προσωποληψία, κατὰ τὸν θεῖον Παῦλον εἰπεῖν, παρὰ τῷ θεῷ. καὶ γὰρ ἔν τινι συλλόγῳ διερωτήσαντος τοῦ σουλτάνου τὸν
20βασιλέα “τί ἂν ἔδρασας εἰ οὕτως ἔσχες αὐτὸς ἐμὲ ὑποχείριον;” ἀνυποκρίτως καὶ ἀθωπεύτως ἐκεῖνος ἀπήγγειλεν “ὅτι πολλαῖς ταῖς πληγαῖς κατεδαπάνησά σου τὸ σῶμα γίνωσκε.” ὁ δὲ
“ἀλλ’ ἐγὼ” φησὶν “οὐ μιμήσομαί σου τὸ αὐστηρὸν καὶ ἀπό‐165

166

τομον.” διακαρτερήσαντες οὖν ἐν τούτοις ἀμφότεροι μέχρι τῶν δηλωθεισῶν ἡμερῶν, καὶ σπονδὰς ποιησάμενοι καὶ συνθήκας εἰρηνικάς, εἶτα καὶ κῆδος ἐπὶ τοῖς ἰδίοις παισὶ συστησάμενοι, μόνην δεξίωσιν ἁδρὰν τοῦ βασιλέως αὐτῷ προσομολογήσαντος
5ἐκεῖθεν ἀπ’ ἀλλήλων διεχωρίσθησαν, ἀπολύσαντος αὐτὸν τοῦ σουλτάνου σὺν πολλῇ τῇ περιπλοκῇ καὶ τῇ συντακτηρίῳ τιμῇ πρὸς τὴν οἰκείαν βασιλείαν, προσεπιδόντος δὲ καὶ τῶν Ῥω‐ μαίων ὁπόσους ᾐτήσατο, καὶ πρέσβεις ἐκ τῶν οἰκείων. Εἰς δὲ τὸ Μαντζικίερτ τὸ κάστρον φθάσαντες πολλοὶ
10τῶν Ῥωμαίων καταφυγεῖν κατεῖχον αὐτό. ὡς δ’ ὁ βασιλεὺς ἐπανῆλθε, δι’ ἄλλης ὁδοῦ ἀφέντες τοῦτο ἐκεῖνοι νυκτὸς ἐξέ‐ φυγον. ἀφ’ ὧν καί τινες πολεμίοις περιπεπτωκότες διεκιν‐ δύνευσαν· οἱ δ’ ἄλλοι πρὸς τὰ σφέτερα διεσώθησαν. ὁ δὲ βασιλεὺς κατηντηκὼς εἰς Θεοδοσιούπολιν μετὰ Τουρκικῆς τῆς
15στολῆς, καὶ ὑποδεχθεὶς φιλοτίμως, ἡμέρας τινὰς ἐκεῖσε διε‐ καρτέρησε, θεραπευόμενος μὲν τὴν χεῖρα, συνδιαναπαύων δὲ καὶ τὸ ἄλλο σῶμα καὶ ἀνακτώμενος, Ῥωμαϊκήν τε σκευὴν ἄρτι καινίζων, καὶ τὴν ἄλλην ἐκεῖσε κατασκευάζων ἐπίτευξιν διὰ τὸ μέλλειν εἰς τὰ πρόσω τῆς Ῥωμαίων χωρεῖν. ἄρας
20οὖν ἐκεῖθεν μετὰ βασιλικῆς τῆς σκευῆς τε καὶ προπομπῆς διῄει τὰς Ἰβηρικὰς κώμας, ὀλίγους πάνυ καταλαβὼν τῶν φυ‐ γάδων τῆς μάχης στρατιωτῶν, οὓς καὶ αὐτοὺς μετὰ τῶν συ‐
νελευθερωθέντων εἶχε μεθ’ ἑαυτοῦ. τὸ δ’ ἄλλο πλῆθος συνεί‐166

167

λεκτο παρὰ τῶν προσοίκων τῶν ἐκεῖσε κωμῶν τε καὶ πόλεων. συνῆσαν δὲ τούτῳ καὶ πρέσβεις παρὰ τοῦ σουλτάνου προσε‐ φοδιασθέντες αὐτῷ. Ταύτης οὖν τῆς φήμης αὐτήκοοι καὶ ἡμεῖς γεγονότες ἐν
5Τραπεζοῦντι (ἐκεῖσε γὰρ κατηνέχθημεν, διαπόντιον τὴν πορείαν ποιῆσαι σκεψάμενοι) ἀμήχανον ἅμα καὶ ἄπιστον τὸ πρᾶγμα ἡγούμεθα, καὶ διὰ τοῦτο τὴν διὰ θαλάσσης ὁδὸν ἠνύομεν ἀμετα‐ στρεπτί, πλοιάρια τῶν ἐγχωρίων ἱκανὰ μισθωσάμενοι. συνῆσαν γὰρ καὶ τῆς βασιλικῆς αὐλῆς ἄνδρες ἐκ τῶν πρώτων τῆς
10συγκλήτου βουλῆς, παραδόξως τὸν κίνδυνον συνδιαφυγόντες ἡμῖν. ἕτεροι δὲ κατεκόπησαν ἐν αὐτῷ τῷ πολέμῳ καὶ τῷ δρασμῷ, μεθ’ ὧν καὶ Λέων ἐκεῖνος ὁ ἐπὶ τῶν δεήσεων, ἀνὴρ λόγῳ καὶ γνώσει διαφανέστατος, καὶ ὁ μάγιστρος Εὐστράτιος, καὶ πρῶτος ἀσηκρῆτις ὁ Χοιροσφάκτης. ἑάλω δὲ καὶ ὁ πρω‐
15τοσβέστης Βασίλειος ὁ Μαλέσης, τὰ πρῶτα φέρων τῷ βασι‐ λεῖ, τὸ τοῦ λογοθέτου τῶν ὑδάτων ὀφφίκιον περιεζωσμένος, λόγῳ καὶ αὐτὸς καὶ πείρᾳ πολλῶν ὑπερκείμενος. Μέχρι μὲν οὖν τούτων ἀσύγχυτος ἡμῖν ὁ λόγος καὶ οἷον ἀπερικτύπητος καὶ ὁμαλώτερον βαίνων, κἂν εἰ καὶ προ‐
20σάντεις εἶχε καὶ οἰκτρὰς τὰς ἐπεξηγήσεις. τὸ δ’ ἀπὸ τοῦδε τίς ἂν κατὰ μέρος τὸ πλῆθος τῶν ἐπισυμβάντων χαλεπῶν
διηγήσαιτο; οὐ πρόσαντες ἡμῖν τὸ προκείμενον μόνον, ἀλλὰ167

168

καὶ λίαν ἀπρόσβατον διὰ τὴν τῶν γενομένων ἀπηνῆ σκυθρω‐ πότητα. Ἤλαυνε μὲν οὖν ὁ βασιλεὺς ἐξ ἑώας πρὸς τὴν ἑσπέραν μέχρι Κολωνείας αὐτῆς· ἐπὰν δὲ γένοιτο ἐντὸς τοῦ Μελισ‐
5σοπετρίου (κάστρον δὲ τοῦτο ἐπί τινος λόφου κείμενον), ἤρ‐ ξαντο τούτῳ προσομιλεῖν τὰ δεινά. ὁ γὰρ σύμβουλος αὐτῷ καὶ πρῶτα τῇ στρατηγίᾳ Παῦλος πρόεδρος, ὃν ἀπὸ τοῦ κα‐ τεπανικίου τῆς Ἐδέσσης μεταπεμψάμενος ὁ βασιλεὺς ἐν τῷ πρὸς Πέρσας ἐλαύνειν εὗρεν ἐν Θεοδοσιουπόλει σχεδιάζοντα
10τὴν ταύτης ἀρχὴν διὰ τὸ τὸν δοῦκα προαλωθῆναι μετὰ τοῦ βασιλέως, καὶ πάντα ἐδόκει αὐτῷ συναιρόμενον, νύκτωρ δια‐ δρὰς τὴν βασιλίδα κατέλαβε, μαθὼν τὰ γεγενημένα κατ’ αὐ‐ τὴν καὶ τὴν τῆς Αὐγούστης προαίρεσιν. αὕτη γὰρ ἀπογνοῦσα τὴν τοῦ βασιλέως ἀπόλυσιν μετεπέμψατο μὲν καὶ τὸν τοῦ πρώ‐
15του ἀνδρὸς καὶ βασιλέως ὁμαίμονα Ἰωάννην τὸν Καίσαρα μετὰ δύο αὐτοῦ υἱῶν, ὧν ὁ εἷς ὁ Ἀνδρόνικος νέηλυς ἦν ἐκ τῆς στρατιᾶς καταλαβὼν ἐν φυγῇ, διεπέμψατο δὲ καὶ δόγματα πρὸς πάσας τὰς ἐπαρχίας, μὴ ὅλως ἀπαντῆσαι τῷ Διογένῃ διαταττόμενα καὶ τὴν βασιλικὴν τούτῳ προσκύνησιν προσενεγκεῖν
20καὶ τιμήν. ἀλλὰ τοῦ Καίσαρος εἰσιόντος μετὰ τῶν δύο υἱέων καὶ τῇ βασιλίδι προσμίξαντος ἐν τῷ παλατίῳ, μεταστρέφεται κατ’ αὐτῆς ἡ βουλὴ τῆς τοῦ ἀνδρὸς ἀποκηρύξεως καὶ διώ‐ ξεως. διὸ καὶ τὸν μὲν πρῶτον υἱὸν αὐτῆς, ὃν ἐκ τῆς τοῦ
Δούκα συναφείας ἀπέτεκεν, αὐτοκράτορα καὶ δεσπότην φη‐168

169

μίζουσιν, ἐν τῷ τοῦ χρυσοτρικλίνου βασιλείῳ θρόνῳ καθιδρύ‐ σαντες αὐτόν, καὶ τὴν ἀρχὴν ἐγχειρίζουσι μόναρχον· τήν τε δέσποιναν καὶ μητέρα τούτου καθαιροῦσι μετὰ σφοδρᾶς τῆς ἐπιφορᾶς, εἶτα καὶ πλοίῳ παραδόντες ὑπερόριον τίθενται κατὰ
5τὸν ἑῶον πορθμόν, ὃν Στενὸν οἱ πολῖται κατονομάζουσιν ἐκ τῆς θέσεως, ἐγκαταστήσαντες ταύτην τῷ παρ’ αὐτῆς συστάντι φροντιστηρίῳ καὶ λεγομένῳ Πιπερούδη, μελαμφοροῦσαν ἐπα‐ ποδείξαντες καὶ κεκαρμένην τὰς τρίχας, καὶ τῷ τάγματι τῶν μοναζουσῶν καταζεύξαντες.
10 Ὁ δ’ οὖν Διογένης μέχρι τοῦ θέματος τῶν Ἀρμενια‐ κῶν προϊών, ἐπεὶ τὰ κατ’ αὐτὸν ἐπληροφορήθη, καὶ ὡς τοῖς πολίταις καὶ τοῖς ἀνακτόροις ἐπικεκήρυκται, φρούριόν τι κα‐ τασχὼν Δόκειαν κατονομαζόμενον ἐκεῖσε κατεστρατοπεδεύσατο. ὁ δὲ Καῖσαρ καὶ ὁ τὰ σκῆπτρα νέον ἐγχειρισθεὶς τούτου
15ἀνεψιός, μετὰ τὸ πάντα τὰ κατὰ τὴν βασιλεύουσαν διαθεῖναι κατὰ τὸ βεβουλευμένον αὐτοῖς, καὶ τοὺς μὲν τῆς συγκλήτου βουλῆς οἰκειώσασθαι καὶ τιμᾶν αὐτοὺς προκατάρξασθαι, πρὸς δὲ τοὺς τῆς ἀγορᾶς τὰ συνήθη δημηγορῆσαι καὶ ὡς τὴν πα‐ τρῴαν βασιλείαν ψήφῳ θεοῦ εἰς ἑαυτὸν ἀνεκτήσατο, καὶ ὑπο‐
20σχέσεσι φιλανθρώποις εὐέλπιδας τούτους ποιήσασθαι, στρα‐ τιὰν πέμψαι κατὰ τοῦ Διογένους ἐσκέψαντο. καὶ στρατηγὸν αὐτοκράτορα προχειρισάμενοι τῶν τοῦ Καίσαρος υἱῶν ἕνα, Κωνσταντῖνον ὀνόματι, τὸ ἀξίωμα πρωτοπρόεδρον, τοὺς πα‐
ρατυχόντας τῶν στρατιωτῶν αὐτῷ ἐγχειρίζουσι, καὶ ταχέως169

170

τῆς βασιλευούσης ἐκπέμπουσιν· ὃς καὶ ἄλλους τῶν ἐπαρ‐ χιῶν συλλεξάμενος, οὓς δὲ καὶ διὰ γραμμάτων βασιλικῶν ἑαυτῷ συστησάμενος, ἁδράν τινα δύναμιν ἔδοξε συναγηοχέ‐ ναι, καὶ πλησίον τοῦ κρησφυγέτου τῆς Δοκείας τὸν χάρακα
5ἔθετο. προσερρύησαν δὲ τῷ Διογένῃ τῶν Φράγγων οἱ πλείους, κἀκ τούτου ἔχειν τὸ ἰσχυρὸν προσεδόκα. ἔκτοτε οὖν παροδι‐ καὶ μάχαι τοῖς μέρεσι διερρήγνυντο· οὐδεμία δ’ αὐτοτελὴς τὴν ἔκβασιν ἔκρινε, συναπτομένων ἀλλήλοις κατ’ ἄνδρας καὶ αὖθις ἀπαλλαττομένων τῶν ἀντιθέτων στρατιωτῶν. ὡς δὲ
10πολλοὺς τῶν Καππαδοκῶν ὁ βασιλεὺς κηρύγμασί τε καὶ γράμ‐ μασι μετεπέμψατο, ὧν ἦρχε Θεόδωρος πρόεδρος ὁ Ἀλυάτης, ἀνὴρ γένους ἐπιφανοῦς τὰ πολεμικὰ καὶ θεαθῆναι θαυμα‐ σιώτατος, μεγέθει καὶ ὄγκῳ τῶν πολλῶν διαφέρων καὶ ἱκα‐ νῶς ἐν πολλοῖς στρατευσάμενος, ἔδοξεν ὁ Διογένης πολὺ τῶν
15ἐναντίων προέχειν, καὶ ταχὺ τοῦ τῆς Δοκείας ἄρας φρουρίου πρὸς τὴν τῶν Καππαδοκῶν ἤλαυνεν, ἐξ ἧς περ αὐτὸς τὴν γένεσιν ἔσχηκεν. ἀλλ’ οἱ τῆς μοίρας τοῦ τὴν βασιλείαν ἐν Κωνσταντινουπόλει κατέχοντος, παρὰ δόξαν προσθήκην δεξά‐ μενοι κατὰ τὴν νύκτα ἐκείνην, οὐ πολὺ τὸ ἔλαττον ἀπενέγκα‐
20σθαι διεγνώκεσαν. κατέλαβε γὰρ αὐτοὺς μεθ’ ἑτέρων ἐκ τῆς βασιλίδος ἀποσταλεὶς σύμμαχος ὁ Φράγγος ἐκεῖνος Κρισπῖ‐ νος, ὃν ὁ Διογένης μὲν ἐπ’ αἰτίαις ἀποστασίας καθελὼν ἐκ
τῆς στρατιᾶς ὑπερόριον εἰς Ἄβυδον ἐποιήσατο, ὁ δ’ ἀντιβα‐170

171

σιλεύσας ὕστερον Μιχαὴλ ἐκ τῆς ὑπερορίας μεταγαγὼν εὐερ‐ γεσίαις καὶ τιμαῖς κατελάμπρυνε καὶ πρὸς τὴν ἑαυτοῦ ἀνέρ‐ ρωσεν εὔνοιαν. οὗτος οὖν γενναιότατος κατὰ χεῖρα τελῶν, καὶ ἀλκιμώτατος, εἴπερ τις ἀνθρώπων, δοκῶν διὰ τὸ πεῖραν
5δοῦναι τῆς ἑαυτοῦ δοκιμότητος ἐκ τῶν φθασάντων αὐτοῦ ἀνδραγαθημάτων, πολλὴν ἐνέσταξε προθυμίαν τοῖς στρατιώ‐ ταις, ἐν ὥρᾳ καταλαβὼν πολεμικῆς ἐπιδόσεως. διὰ ταῦτά τοι καὶ ἄραντος ἐκ Δοκείας τοῦ Διογένους ἐπεφάνησαν καὶ οἱ τοῦ βασιλέως τὰς σημαίας ὑπερτεταμένας ἐκφέροντες. ἀλλ’
10ὁ Ἀλυάτης τούτων κατεπαρθείς, πολλοὺς τῶν στρατιωτῶν συναγηοχώς, πόλεμον τούτοις προσέμιξεν. ἐρρωμένως δὲ ἀντιταξαμένων αὐτῶν, καὶ μᾶλλον ἐπιφημισθέντος τοῦ Κρι‐ σπίνου παρεῖναι καὶ τοῖς Φράγγοις τῇ πατρίῳ διαλεχθέντος φωνῇ, πρὸς φυγὴν οἱ τοῦ Ἀλυάτου ἀτάκτως ὥρμησαν· ἀφ’
15ὧν τινὲς μὲν ἀκοντίοις ἀπέθανον, ἁλοὺς δ’ αὐτὸς τοὺς ὀφ‐ θαλμοὺς ἐξεκόπη, μετὰ σκηνικῶν σιδήρων περιωδύνως τὰς ὁράσεις ἀποβαλών. ὅπερ πολλὴν ἐνῆκε τοῖς στρατιώταις ἀνίαν διὰ τὸ τοῦ ἀνδρὸς ἐπίσημον κατὰ γένος καὶ γενναιό‐ τατον.
20 Περιώδυνος δ’ ὁ Διογένης ἐκ τῆς φήμης γενόμενος, ὅμως τὸ λοιπὸν ἄγων πλῆθος εἰς τὴν Καππαδοκῶν ἐνέβαλε γῆν· καὶ εἴς τε φρούριον ἀνιὼν Τυροποιὸν οὕτως ὀνομαζό‐ μενον, ἐπὶ λόφου κείμενον ὀχυροῦ, ἐκαραδόκει τὸ μέλλον,
πανταχόθεν ἐπικαλούμενος στρατιώτας εἰς τὴν ἑαυτοῦ ἀρω‐171

172

γήν. ἐπεὶ δὲ παρὰ τοῦ τὴν Βύζαντος βασιλεύοντος μετε‐ πέμφθη ὁ τῆς μεγάλης Ἀντιοχείας κατεπάνω, Χατατούριος ἐπονομαζόμενος, ἐξ Ἀρμενίων δ’ ἕλκων τὸ γένος, καὶ προσε‐ τάγη πόλεμον τῷ Διογένῃ ἐπενεγκεῖν, ἀφίκετο μὲν εἰς Τυρσ‐
5ποιὸν μετὰ πολλῆς τῆς δυνάμεως ἱππέων τε καὶ πεζῶν, κα‐ τοικτισάμενος δὲ τὸν Διογένην τῆς τύχης, καὶ ἅμα χάριτας τούτῳ προσομολογεῖν ἔχων ὡς παρ’ ἐκείνου τὴν ἀρχὴν τῆς Ἀντιοχείας λαβών, συνέθετο τούτῳ καὶ τῆς ἐκείνου μοίρας ἐγένετο, καί τινας τῶν στρατιωτῶν, οἷς ἐκ βασιλέως διώριστο
10συνάρασθαι τούτῳ τῶν κατὰ Διογένους μόθων, τῶν ἵππων ἀποστερήσας καὶ τῆς ἄλλης ἀποσκευῆς γυμνοὺς ἐκεῖθεν ἀπή‐ λασεν. εἶτα μικρόν τι διαλιπὼν σὺν τῷ βασιλεῖ καὶ τοῖς ἀμφ’ αὐτὸν στρατιώταις εἰς τὴν τῶν Κιλίκων χώραν διέζευ‐ ξεν, ὁμοῦ μὲν παραχειμασίαν ἐν αὐτῇ ποιησόμενος (παρή‐
15μειπτο γὰρ τὸ φθινόπωρον), ὁμοῦ δὲ δύναμιν ἑτέραν ἐν τῷ ἀσφαλεῖ συλλεξόμενος καὶ τοὺς ἀπὸ τοῦ σουλτάνου πεμφθη‐ σομένους μετὰ διορίαν τοιαύτην καταλαβεῖν. Ἔλαθον δὲ τὸ ἧττον αἱρετισάμενοι καὶ τὰ χείρω καθ’ ἑαυτῶν βουλευσάμενοι. τοῦ γὰρ τροπωσαμένου τὴν πρώτην
20τὸν Διογένην ἐν τῇ κατὰ τὸν Ἀλυάτην συμβολῇ τῇ βασιλίδι ἐπαναστρέψαντος, διεσκορπίσθη ἅπαν τὸ σὺν αὐτῷ στρατιω‐ τικὸν ὡς τοῦ χειμῶνος ἐγγίσαντος, καὶ ἦν εὐχερὲς τοῖς ἀμφὶ
τὸν Διογένην μετὰ τοσούτου πλήθους εἰς τὴν Ῥωμαίων ἐμβα‐172

173

λεῖν, ὅση κατὰ Πισιδίαν καὶ Ἰσαυρίαν καὶ αὐτὴν Λυκαονίαν, εἰς αὐτήν τε τῶν Παφλαγόνων καὶ Ὁνωριάδα, καὶ πάντας τῷ πλήθει βιάσασθαι γενέσθαι ὑφ’ ἑαυτόν, εἶτα καὶ εἰς Βιθυ‐ νίαν εἰσδῦναι, καὶ πᾶσαν ἄδειαν ἐμφράξαι τοῖς ἐκ τοῦ Βύ‐
5ζαντος στρατιώτας κατ’ αὐτοῦ συναγεῖραι καὶ πόλεμον ἐπε‐ γεῖραι τούτῳ ἄξιον λόγου καὶ πράγματος· οἱ γὰρ τῆς ἑσπέ‐ ρας στρατιῶται τὴν κατ’ αὐτοῦ ἐξομόσαντες ἀπιστίαν διὰ τὸ προκατασφαλισθῆναι ὅρκοις μὴ ἄν ποτε συμφρονῆσαι τοῖς κατ’ αὐτοῦ γενησομένοις ... νῦν δὲ μὴ καλῶς βουλευσά‐
10μενος κακοῖς ἀπλέτοις καὶ περιωδύνοις περιεπάρη πράγ‐ μασιν. ἐμβαλὼν γὰρ εἰς τὴν τῶν Κιλίκων χώραν, δυσδιοδεύ‐ τους αὐλῶνας ἔχουσαν ἐκ τῶν Ταύρου ὀρῶν, ἔμενε κατὰ χώ‐ ραν ὥσπερ ἑαυτὸν ἐγκαθείρξας ἐπὶ τῷ μένειν ἀπρόιτον, ἄδειαν δὲ τοῖς ἀντιτεταγμένοις παρέσχεν ἀδεῶς στρατιώτας ἀγείρειν
15καὶ τὸν πολεμικὸν ποιεῖσθαι κατάλογον. ἐκπεμφθεὶς γὰρ ὁ ἕτερος τῶν υἱέων τοῦ Καίσαρος Ἀνδρόνικος πρωτοπρόεδρος, καὶ προβληθεὶς δομέστικος τῆς ἀνατολῆς, ἐν παρασκευῇ πάν‐ τας τοὺς στρατιώτας πεποίηκε, σιτηρέσια διανείμας αὐτοῖς καὶ κατὰ μικρὸν ἅπαντας προοικειωσάμενος, συναιρομένου
20τοῦ Κρισπίνου. καὶ οὕτως μετὰ τὸ συστῆσαι τὴν ὅλην σύν‐ ταξιν τῶν δυνάμεων προῄει κατὰ τοῦ Διογένους ὡς τῆς Κι‐ λίκων ἐπιβησόμενος, καὶ τὴν συνήθη κλεισοῦραν τὴν τοῦ λε‐
γομένου καταλιπὼν Ποδαντοῦ διὰ τῆς τῶν Ἰσαύρων εἰς ταύ‐173

174

την ἐνέβαλεν, οὐ πάνυ τι ἀπεχούσης τῆς τῶν Ταρσῶν πό‐ λεως. δυσδιεξόδευτοι δ’ ὄντες καὶ τραχεῖς καὶ ἀνάντεις καὶ λίαν στενόποροι οἱ διατειχίζοντες τῶν ὀρῶν αὐχένες τὴν Κι‐ λικίαν οὐ μετρίαν ἐποίουν οὐδ’ εὔοδον τῷ στρατῷ τὴν εἰσέ‐
5λευσιν. ὅθεν καὶ εἴ τινες τῶν τοῦ Διογένους τὰς ἀκρωρείας κατεῖχον, καὶ μᾶλλον ἑκηβόλοι καὶ τοῖς ποσὶν ἐπιβαίνοντες, οὐκ ἂν ἠδυνήθη ποτὲ τὸ τοῦ Ἀνδρονίκου στρατόπεδον τὴν πορείαν διὰ τούτων ποιήσασθαι, εἰ μὴ καὶ μᾶλλον δέους ἐπειγομένου τοῖς στρατιώταις πρὸς φυγὴν ὥρμησαν. τούτου
10δὲ παραμεληθέντος εἰς κίνδυνον περιέστη τῷ Διογένῃ τὰ πρά‐ γματα. μετὰ γὰρ τὸ κατελθεῖν εἰς τὸ πεδίον τὸν σὺν τῷ Ἀν‐ δρονίκῳ στρατὸν ὁ Χατατούριος ἐπελθὼν πόλεμον τούτοις συνέρρηξεν. οὐ διὰ πολλῆς δὲ γενομένου τῆς ὥρας αὐτοῦ ὡς ἂν τῶν Ῥωμαϊκῶν δυνάμεων τῷ τε πλήθει καὶ τῇ ἀρετῇ
15ὑπερεχουσῶν, πεσὼν ἐκ τοῦ ἵππου ὁ Χατατούριος πεζὸς ἑάλω, καὶ τῷ στρατηγοῦντι παρέστη γυμνὸς καὶ ἐλεεινὸς τῇ πα‐ ρούσῃ τύχῃ καὶ τῇ ἐλπίδι τῶν μελλόντων κακῶν. τῶν δ’ ἄλλων συμφυγόντων εἰς τὸ τῆς Ἀδάνης κάστρον, ἐν ᾧ περ ὁ Διογένης ἐκάθητο, πολιορκία τὴν τοιαύτην πόλιν ἀκρι‐
20βῶς διεδέξατο· περικαθίσαντες γὰρ αὐτὴν οἱ μετὰ τοῦ Ἀνδρονίκου Ῥωμαῖοι σπάνει τῶν ἀναγκαίων τοὺς ἔνδον οὐκ εἰς μικρὰν τὴν ἀγωνίαν ἐνέβαλον. τέως δ’ οὖν περὶ σπον‐ δῶν διαλεχθέντων ἀλλήλοις, συνέδοξεν ἀποθέσθαι μὲν τὴν
βασιλείαν τὸν Διογένην, συναποθέσθαι δὲ καὶ τὴν τρίχα, καὶ174

175

οὕτω τὸν βίον ἕλκειν ἄχρι βιοτῆς ἁπάσης τοῖς μοναχοῖς συγ‐ καταλεγόμενον. Γέγονε τοῦτο, καὶ μετὰ μικρὸν ἐξῆλθε τοῦ κάστρου με‐ λανειμονῶν καὶ τὰ καθ’ ἑαυτὸν ὡς ἔσχεν ἀποκλαιόμενος, ὅτε
5καὶ πολλοῖς εἰσῄει δριμὺς καὶ ἀκάθεκτος ἐπὶ τοῖς ὁρωμένοις φόβος καὶ ἔλεος, λογιζομένοις τὸ ἄστατον τῶν πραγμάτων καὶ πρὸς ἐναντιότητα περιπετὲς καὶ ὀξύρροπον. ἦσαν γὰρ ἅπαντες οἱ τούτῳ πολλάκις συστρατευσάμενοι καὶ δορυφόρων τάξιν πληρώσαντες, καὶ τὸ κράτος αὐτῷ περιφημίζοντες ὄλ‐
10βιον, καὶ προσιτοὶ γενέσθαι τούτῳ δι’ εὐχῆς ὅτι μεγίστης ποιούμενοι, εἶτα καὶ συνεξελθόντες αὐτῷ ἐκ Συρίας καὶ τῇ Ἀδάνῃ ἐμβαλόντες, βασιλικῶς δουλικῶς προσεδρεύσαντες. ἀνα‐ πεμπαζόμενοι τοίνυν τήν τε προτέραν εὐτυχίαν καὶ τὴν πα‐ ροῦσαν ἀτυχίαν, ὅπως εἰς ἄκρον ἐναντιότητος ἥκασι, κατη‐
15φιῶντες ἦσαν καὶ ἀμηχανοῦσιν ἐῴκεσαν. νόστου δ’ ἐπιμνη‐ σθέντος τοῦ στρατηγοῦ, ἐπανήρχετο μὲν ἡ στρατιὰ τὴν ἐπ’ οἴκου ἐλαύνουσα, παρεπέμπετο δὲ καὶ ὁ Διογένης, εὐτελεῖ τῷ ὑποζυγίῳ καὶ μοναχικῷ καταστήματι δι’ ἐκείνων τῶν κω‐ μῶν καὶ τῶν χωρῶν πορευόμενος, δι’ ὧν τὸ πρόσθεν μετὰ
20βασιλικῆς τῆς δορυφορίας ἰσόθεος ἐγνωρίζετο. μέχρι δὲ τοῦ Κοτυαείου τὴν πορείαν ὀδυνηρῶς ποιησάμενος (καὶ γὰρ νο‐ σηλευόμενος ἦν ἀπὸ κοιλιακῆς διαθέσεως, ἥτις ἐκ κωνείου
τούτῳ κατασκευασθέντος παρὰ τῶν ἐναντίων ἐπιγενέσθαι ἐλέ‐175

176

γετο) κατεσχέθη παρὰ τῶν ἀγόντων αὐτόν, ἕως ἐκ βασιλέως πρόσταξίς τις ἐπιφοιτήσει τὸ ποιητέον περὶ αὐτοῦ ἐπιτάτ‐ τουσα. ἀλλ’ ἧκεν ἡμέραις ὕστερον ἡ πάντων ἀπηνεστέρα καὶ ἀποφημοτέρα κατὰ τοῦ τὰ τοιαῦτα δεδυστυχηκότος ἀπόφα‐
5σις, διοριζομένη τοὺς ὀφθαλμοὺς τούτου παραυτίκα διο‐ ρυγῆναι. Τί φῄς, ὦ βασιλεῦ καὶ οἱ σὺν σοὶ τὴν ἀνοσίαν βουλὴν κατασκευασάμενοι. ἀνδρὸς ὀφθαλμοὺς μηδὲν ἀδικήσαντος, ἀλλὰ τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ πάσης τῆς Ῥωμαίων εὐετη‐
10ρίας, καὶ τοῖς πολεμικωτάτοις ἔθνεσιν ἀντιταξαμένου μετὰ καρτεροῦ τοῦ συντάγματος, ἐξὸν ὂν αὐτῷ ἀκινδύνως τοῖς βασι‐ λείοις προσμένειν καὶ στρατιωτικοὺς πόνους καὶ φόβους ἀπο‐ τινάσσεσθαι; ἐκείνου οὗ καὶ τὴν ἀρετὴν πολέμιος αἰδεσθεὶς ἠσπάσατό τε γνησίως καὶ λόγων καὶ ἁλῶν ὡς ἀδελφῷ μετα‐
15δέδωκε, καὶ σύνθρονον τὸν αἰχμάλωτον ἐποιήσατο, καὶ ὡς ἀγαθὸς ἰατρὸς φάρμακον ἀκεσώδυνον τὰς τοιαύτας παρηγο‐ ρίας τῷ φλεγμαίνοντι τῆς λύπης ἐπέθηκεν, ὥστε δικαίως τὴν νίκην ὑπ’ ἀθλοθέτῃ θεῷ λαβεῖν ὁ σουλτάνος διαγινώσκεται, τοιοῦτος ἀποδειχθεὶς ἄνθρωπος, καὶ τοσοῦτον ὄγκον φρονή‐
20σεως καὶ ἀνεξικακίας ἐπιδειξάμενος. σὺ δὲ τί προστάττεις, ὦ βασιλεῦ; ἀποστερηθῆναι καὶ αὐτοῦ τοῦ φωτὸς καὶ τῆς δε‐ δομένης αὐτῷ θεόθεν τῶν ὁρωμένων κατανοήσεως τίνα τοῦ‐
τον; τὸν πατρὸς ἐπὶ σοὶ πρᾶξιν εἰληφότα καὶ νόμῳ καὶ πράγ‐176

177

ματι, τὸν ἀποβεβληκότα τὴν βασιλείαν καὶ σοὶ ταύτην προέ‐ μενον, τὸν ἐκ πορφυρίδος ῥακοδυτήσαντα, τὸν εἰς βίον μο‐ νήρη μεταλλαξάμενον καὶ τοῖς γηίνοις πᾶσιν ἀποταξάμενον, τὸν ἀσθενῆ καὶ παρειμένον καὶ ἀκεσωδύνου μᾶλλον θεραπείας
5καὶ ψυχαγωγίας ἐπιδεόμενον, τὸν ἀπειρηκότα τοῖς ὅλοις, ἀσθε‐ νοῦντα καὶ κακουχούμενον, τὸν ὡς κάλαμον συντετριμμένον καὶ ὄμβροις δακρύων ἐκτετηκότα τοὺς ὀφθαλμοὺς καὶ τὸ πρόσωπον. ἀλλ’ εἰ καὶ ταῦτα τοιαῦτα καὶ τοσαῦτα πρὸς πειθὼ παρακλήσεως, μᾶλλον δὲ πλείω τούτων, ὅσῳ καὶ τὸ
10ἀγγελικὸν σχῆμα σιωπηρῶς σοι παρίσταται πρὸς παράκλησιν, ἀλλὰ σὺ πάντως τῷ θυμῷ καὶ τῇ ἐπιθυμίᾳ τοῦ βασιλεύειν ἐπιμανῶς καὶ ἀκορέστως τὸ πλεῖον τῆς ῥοπῆς ἐπιδώσειας, μήτε τὸ σχῆμα αἰδούμενος μήτε τὴν μητρῴαν θηλήν, ἧς οἱ παῖδες ἐκείνου καὶ σοὶ ἀδελφοὶ κοινῶς μετεσχήκατε. ὄψεται
15δὲ πάντως καὶ σέ ποτε ὄμμα τιτανῶδες καὶ κρόνιον, καὶ τὰς τύχας σοι πρὸς τὴν ὁμοίαν παραστήσει κακότητα. Ἀλλὰ ταῦτα μὲν ὡς ἐν τῷ τραγῳδίας τρύφει διὰ τὸ πάθος παρεκβατικώτερον εἴρηται. ἐπιφοιτήσαντος δὲ τοῦ παγ‐ κακίστου τούτου καὶ ἀνοσίου προστάγματος, δεύτερος πάλιν
20ἀγὼν ὁ περὶ ψυχῆς καὶ φόβος οἷος καὶ κλόνος ἀπαραμύθη‐ τος τὸν ἐν τοσούτοις κατέλαβε δυστυχήμασι. διὸ καὶ λιταῖς τοῖς ποσὶ τῶν ἐκεῖσε ἀρχιερέων ἐκυλινδεῖτο, καὶ τὴν ἐκ τού‐
των βοήθειαν, ὅση τις ἡ ἰσχύς, μετὰ κατωδύνου καὶ ἀφορή‐177

178

του τῆς συντριβῆς ἐξεκαλεῖτο θερμῶς. παρῆσαν γὰρ ἐκεῖσε ὅ τε Καλχηδόνος ὁ Ἡρακλείας καὶ ὁ Κολωνείας, τὰς σπον‐ δὰς αὐτῷ συντελέσαντες. ὑπεμίμνησκε δὲ αὐτοὺς καὶ ὅρκων καὶ τῶν ἐκ τοῦ θείου νεμέσεων. οἱ δέ, καί περ βοηθῆσαι
5τούτῳ βουλόμενοι, ὅμως ἀσθενῶς ἔσχον ἀνδρῶν ἀπηνῶν ἅμα καὶ ὠμηστῶν ἀναρπασάντων αὐτὸν καὶ ὡς ἱερεῖον ἀγόντων ἐπὶ τὸ σφάγιον. καὶ εἰς τὸ κάστρον ἐγκλείσαντες, θαμὰ πρὸς πάν‐ τας ἐπιστρεφόμενον καὶ τὴν τῶν ἀρχιερέων κατόπιν παρρη‐ σίαν ἰδεῖν διηνεκῶς ἐπευχόμενον, οἰκίσκῳ τινὶ παραπέμπουσι,
10καί τινα Ἰουδαῖον ἀμαθῆ τὰ τοιαῦτα τὴν τῶν ὀφθαλμῶν αὐ‐ τοῦ διαχείρισιν ἐπιτρέπουσι. δήσαντες αὐτὸν ἐκ τεσσάρων, καὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πολλοὺς δι’ ἀσπίδος ἐπιστηρί‐ ξαντες, φέρουσι τὸν Ἰουδαῖον περιωδύνως ἄγαν καὶ ἀπηνῶς σιδήρῳ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐκταράττοντα, βρυχωμένου
15κάτωθεν καὶ ταύρειον μυκωμένου καὶ μηδένα τὸν οἰκτεί‐ ροντα ἔχοντος. οὐ μὴν ἅπαξ τοῦτο παθὼν ἀφείθη τῆς τι‐ μωρίας, ἀλλὰ τριχῇ τὸν σίδηρον τοῖς τούτου κατέβαψεν ὄμ‐ μασιν ὁ τῆς θεοκτόνου τυγχάνων σειρᾶς, ἕως καὶ πληροφο‐ ρίαν δι’ ὅρκου κείμενος ἔθετο πᾶσαν τὴν οἰκονομίαν ἐκχυθῆ‐
20ναι καὶ ἀπορρεῦσαι τῶν ἑαυτοῦ ὀφθαλμῶν. ἐγερθεὶς οὖν αἵματι διαβρόχους ἔχων τοὺς ὀφθαλμούς, θέαμα δ’ οἰκτρὸν καὶ ἐλεεινὸν καὶ θρῆνον ἐπιφέρον τοῖς ὁρῶσιν ἀκάθεκτον,
ἡμιθνὴς ἔκειτο, προκατειργασμένος μὲν καὶ τῇ νόσῳ, τότε δὲ178

179

τοῖς ὅλοις ἀπαγορεύων καὶ τῆς βασιλικῆς ἐκείνης λαμπρότη‐ τος καὶ τῆς μέχρις οὐρανοῦ φθανούσης δόξης, μᾶλλον δὲ τῆς ὑπὲρ τῶν Ῥωμαίων ἀνδραγαθίας τοιαῦτα κομισάμενος τὰ ἐπίχειρα. προαχθεὶς οὖν ἐν εὐτελεῖ τῷ ὑποζυγίῳ μέχρι
5τῆς Προποντίδος αὐτῆς, ὥσπερ πτῶμα σεσηπὸς εἵλκετο, τοὺς μὲν ὀφθαλμοὺς κατορωρυγμένους ἔχων, τὴν δὲ κεφαλὴν σὺν τοῖς προσώποις ἐξῳδηκυῖαν, καὶ σκώληκας ἐκεῖθεν δεικνὺς ἀποπίπτοντας. ἡμέρας δ’ ὀλίγας διαλιπὼν ἐπωδύνως τὸν βίον, καὶ πρὸ τῆς τελευτῆς ὀδωδώς, ἀπολείπει, τῇ νήσῳ
10τῇ Πρώτῃ τὸν χοῦν ἀποθέμενος κατὰ τὴν ταύτης ἀκρώ‐ ρειαν, ἔνθα νέον ἐκεῖνος ἐδείματο φροντιστήριον, κηδευθεὶς μὲν πολυτελῶς παρὰ τῆς πρὶν βασιλίδος καὶ ὁμευνέτιδος Εὐ‐ δοκίας, τῆς τοῦ κρατοῦντος μητρὸς (ἐκείνη γὰρ αἰτησαμένη τὸν υἱὸν τὴν νῆσον ταύτην καταλαβεῖν τούτῳ τὰ τῆς ὁσίας
15φιλοφρόνως ἐτέλεσε), μνήμην δὲ καταλιπὼν τοῖς μετέπειτα τῶν τοῦ Ἰὼβ ἐκείνου δυστυχημάτων ὑπερβαίνουσαν τὴν ἀκρόα‐ σιν. τοῦτο δὲ θαυμασιώτατον ἅμα καὶ γενναιότατον τοῖς πᾶσι διήγημα καταλέλοιπεν, ὅτι ἐπὶ τοῖς τηλικούτοις πειρασμοῖς καὶ ἀπαραμίλλοις κακοῖς οὐδὲν βλάσφημον ἢ μικρόψυχον
20ἀπεφθέγξατο, ἀλλ’ εὐχαριστῶν διετέλει καὶ χρόνων προσθή‐ κην ἐπιζητῶν ἐν κακοῖς, ἷνα εὐαρεστήσῃ, φησίν, τῷ ποιή‐ σαντι, τὸν τῆς ἀσκήσεως δρόμον διανύων ἐπιπονώτερον.
Ἀλλ’ ὁ μὲν ἐν τοσούτοις ἀνιαρῶς τὸ ζῆν καταστρέψας,179

180

πολλὴν τοῖς πειραζομένοις παρηγορίαν ἐνέσταξεν (ὅσῳ γὰρ ἄν τις καὶ πειρασθείη, οὐκ ἂν τοῖς τούτου κακοῖς παρισω‐ θείη ποτέ)· ὁ δὲ τὴν βασιλείαν διαδεξάμενος, ὁ τούτου προγονὸς Μιχαήλ, τὴν τῶν Ῥωμαίων ἀρχὴν περιεζωσμένος
5ἐπιεικής τις ἐδόκει, καὶ γέρων ἐν νέοις διὰ τὸ παρειμένον καὶ ἁπαλὸν ἐλογίζετο. προσελάβετο γὰρ τῶν κοινῶν πραγ‐ μάτων διοικητὴν ἄνδρα λόγῳ καὶ πράξει τῶν πολλῶν διαφέ‐ ροντα, καὶ γνώμης περιχαροῦς καὶ ἀρετῆς ἱκανῶς ἀντεχόμε‐ νον, καὶ πᾶσιν ἱλαρῶς προσφερόμενον, ἀρχιερέα μὲν τῆς ἐν
10Σίδῃ καθολικῆς ἐκκλησίας ὑπάρχοντα, τὴν πρώτην προεδρίαν τῶν πρωτοσυγκέλλων ἐπέχοντα, Ἰωάννην τοὔνομα, εὐνοῦχον δὲ τὴν κατάστασιν, ὑπὲρ εὐνοῦχον δὲ τὴν ἀγαθότητα καὶ τὴν πολιτείαν καὶ τὸ μειλίχιον καὶ σωστικὸν καὶ τὸ εὐπρόσιτον ἐνδεικνύμενον· ὅθεν καὶ τῇ τοῦ βασιλεύοντος ἁπλότητι καὶ
15ἀφελείᾳ τὰς οἰκείας προσθεὶς ἀρετὰς εὐχάριστον τοῦτον ἐποίει καὶ τοῖς ὑποτεταγμένοις εὐάρεστον, ὅσον γε ἥκει κατὰ τοὺς τότε καιρούς. ἀλλ’ ἔμελλε πάντως τῷ εὐγενεῖ τοῦ σίτου παραμιγῆναί τι καὶ ζιζάνιον, ἢ τῇ τῆς νυκτὸς ἐπιφοιτήσει τὴν ἡμέραν ἀναγκαίως ὑποχωρῆσαι. ἦν γάρ τις εὐνοῦχος
20ὀνόματι Νικηφόρος, ἐκ Βουκελλαρίων ἕλκων τὸ γένος, δεινὸς ἐπινοῆσαι καὶ ῥάψαι πράγματα καὶ πολλὴν τῇ καταστάσει τὴν τρικυμίαν ἐπενεγκεῖν, ὃς εἰς τάξιν τῶν σεκρετικῶν ὑποθέ‐
σεων τῷ πατρὶ τοῦ Μιχαὴλ ὑπηρετησάμενος Κωνσταντίνῳ τῷ180

181

Δούκᾳ, ἐπεὶ καὶ σκαιὸς ἐφάνη καὶ διαβολεὺς καὶ σοφιστὴς τῶν κακῶν ὡς καὶ κατὰ τῆς Αὐγούστης μοιχείας ἔγκλημα τῷ βασιλεῖ ὑποψιθυρίσαι φθόνῳ τοῦ συνεξυπηρετουμένου καὶ συνδιενεργοῦντος αὐτῷ Μιχαὴλ τοῦ Νικομήδου, τῆς μὲν βα‐
5σιλικῆς παραστάσεως ἀπεπέμφθῃ, δοὺξ δὲ τῆς κατὰ κοίλην Συρίαν Ἀντιοχείας ἀποδειχθεὶς οὐδὲ τοῖς ἐκεῖσε μέρεσιν ἀπράγμονα καὶ ἀστασίαστον τὴν διαγωγὴν καταλέλοιπε, προφά‐ σεις πολέμων ἐκ κατασκευὴς φρουρίων ἐπισυνείρων, καὶ δια‐ νιστῶν τοὺς Σαρακηνοὺς ἀντιπολίσματα συνιστᾶν εἰς τὴν τῆς
10ἄκρας ἐπίθεσιν. καὶ πολεμεῖν μὲν τούτοις ἢ καταπολεμεῖν μὴ δυνάμενος, ἀντιπολεμεῖν τοῖς Ῥωμαίοις καὶ ἀνθιστᾶν προσοίκους πόλεις τοῖς Ῥωμαϊκοῖς ὁρίοις ἠρέθιζεν· οὐ μὴν ἀλλ’ οὐδὲ τοῖς ἐγχωρίοις Ἀντιοχεῦσιν ἀνενόχλητον καὶ ἄλυ‐ πον τὴν διαγωγὴν συνετήρησε, ποτὲ μὲν τὰς κτήσεις αὐτῶν
15ἀφαιρούμενος, ποτὲ δὲ καταβαρύνων αὐτὰς ἀπαιτήσεσι παρα‐ λόγοις καὶ ἀπηνέσιν ἐπιφοραῖς. ὃς τῆς ἀρχῆς ταύτης παρα‐ λυθείς, καὶ μετὰ ταῦτα πάλιν, οἷα τὰ τοῦ κρατοῦντος τότε περιπετῆ καὶ ἀκυβέρνητα ἐφευρήματα, πεμφθεὶς εἰς δευτέ‐ ραν ἡγεμονίαν, οὐκ ἐλάττω τῶν προτέρων τὴν μοχθηρίαν
20εἰσήνεγκε. τοῦ δὲ βασιλεύοντος τεθνηκότος, καὶ τῆς Αὐγού‐ στης τὴν αὐτοκράτορα περιελομένης ἀρχήν, ἔσχε τις ἐναντία τύχη τὸν πονηρότατον τοῦτον καὶ ἀδικώτατον. βασιλικὸν γὰρ δόγμα καταλαβὸν αὐτὸν εἰς τὴν Ἀντιόχειαν τῇ τοῦ αἵματος
φρουρᾷ παραδέδωκε, καὶ ἦν ἔμφρουρος ἐπὶ χρόνον τινὰ κατ’181

182

ἐκεῖνον τὸν χῶρον ἐν ᾧ τὸ πρόσθεν περίδοξος ἐγνωρίζετο, τῆς προτέρας εὐετηρίας τοιαύτην δυσκληρίαν ἀνταλλαξάμενος. ἀναρρυσθεὶς δὲ τῇ τοῦ Διογένους ἀναγορεύσει καὶ εἰς νῆσον ἐξορισθείς, ὑποσχέσεσι δὲ χρημάτων δικαστὴς Πελοποννήσου
5καὶ Ἑλλάδος ἀποπεμφθείς, τὰ κατὰ τὴν ἐπαρχίαν ἐκείνην διοικούμενος ἦν. τοῦτον ἐπὶ κακῷ τῆς τῶν Ῥωμαίων ἀρχῆς μεταπεμψάμενος ὁ τὴν βασιλείαν ἐσχηκὼς Μιχαήλ, καὶ μετὰ μικρὸν εἰς τὴν τῶν κοινῶν πραγμάτων διοίκησιν προστησάμε‐ νος, καὶ λογοθέτην ἀποδείξας τοῦ δρόμου, ταῖς ἐκείνου μαγ‐
10γανείαις καὶ περινοίαις ἁλώσιμος γέγονεν, οἷα φρονήματος ἀμοιρῶν σταθηροῦ καὶ μειρακιωδῶν ἀθυρμάτων μὴ ἀποδέων. προσωπεῖον γὰρ εὐνοίας ὁ Νικηφύρος ἐπιδειξάμενος ἐξωθεῖ μὲν τὸν ἐπιεικέστατον ἄνδρα καὶ λογιώτατον μητροπολίτην τῆς Σί‐ δης τοῦ τὰ κοινὰ διοικεῖν, προφάσεις διὰ παρενθέτων προσώ‐
15πων κατ’ αὐτοῦ ἐσκαιωρηκώς, παραγκωνίζεται δὲ καὶ τὸν τοῦ βασιλεύοντος θεῖον τὸν Καίσαρα, καὶ τῷ βασιλεῖ περιφρο‐ νούμενον ἢ μᾶλλον εἰπεῖν ὕποπτον ἀπεργάζεται. καὶ ἁπλῶς πάντας τοὺς οἰκειοτάτους πολεμιωτάτους εἶναι συκοφαντήσας καὶ τῆς τοῦ βασιλέως ἀποστερήσας ἐγγύτητος, ὅλον εἰς ἑαυ‐
20τὸν ὑποποιεῖται τὸν μειρακίσκον ἄνακτα. καὶ τοῦτο ἦν βα‐ σιλικὸν ἐπίταγμα καὶ συντήρημα, ὅπερ τῷ κακίστῳ τούτῳ Νι‐ κηφόρῳ συνέδοξεν. ἐντεῦθεν κατηγορίαι καὶ ἀπαιτήσεις ἀθώων ἀνδρῶν καὶ ἀποτίσεις ἀχρεωστήτων, καὶ κρίσεις τῷ δημοσίῳ
τὸ πλέον ἢ τῷ δικαίῳ προσνέμουσαι, ἀφ’ ὧν δημεύσεις κα‐182

183

θολικαί τε καὶ μερικαί, κατηγορίαι συχναί, φισκοσυνηγορίαι πολλαί, καὶ θρῆνος τῶν πασχόντων καὶ σκυθρωπότης οὔτι μικρά. Ἀλλὰ τούτων οὕτω γινομένων καὶ κακῶς διαγινομένων
5θεήλατός τις ὀργὴ τὴν ἑώαν κατέλαβεν· οἱ γὰρ ἐκ Περσί‐ δος ἐπιφανέντες Τοῦρκοι τοῖς Ῥωμαϊκοῖς ἐπιστρατεύσαντες θέμασι, δεινῶς κατελυμαίνοντο καὶ κατῄκιζον ταῦτα ταῖς συνεχέσιν ἐπιδρομαῖς. σκεψάμενος δ’ ὁ βασιλεὺς στρατιὰν ἐλάσαι κατ’ αὐτῶν ἀξιόλογον, συναγείρει μὲν στρατόπεδον,
10νεώτερον δὲ τούτοις ἡγεμόνα προβάλλεται. συνίστησι δ’ αὐτῷ καί τινα Λατῖνον Ῥουσέλιον ἐπονομαζόμενον, Φράγγους αὐτῷ παραδοὺς τῶν τετρακοσίων οὐχ ἥττονας. ἐν δὲ τῷ Ἰκονίῳ γενομένου τοῦ στρατοπέδου, καὶ φιλονεικίας συνενεχθείσης τινός, ἀποστατεῖ τηνικαῦτα προφανῶς ὁ Ῥουσέλιος, καὶ τοὺς
15Φράγγους παραλαβὼν ἑτέραν ἐτράπετο, καὶ τὰ καθ’ ἑαυτὸν τῷ ἰδίῳ ἐπιτρέπει βουλήματι. ἀνελθὼν οὖν εἰς Μελιτηνὴν καὶ Τούρκοις τισὶ συντυχὼν ἀριστεύει κατ’ αὐτῶν, ἐξ ἐφό‐ δου τούτοις ἐπεισπεσών. τὸ δὲ λοιπὸν ἅπαν τῶν Ῥωμαίων στρατόπεδον τῇ Καισαρέων μητροπόλει παραβαλὸν ἐν ταύτῃ
20τὸν χάρακα τίθησι. σκεψάμενος δὲ ὁ τὴν ἡγεμονίαν τοῦ πο‐ λέμου ἐπέχων (Ἰσαάκιος ὁ Κομνηνὸς οὗτος ἦν) ἐξ ἐφόδου τοῖς ἐναντίοις Τούρκοις συμμῖξαι, προῄει μὲν τῆς νυκτὸς μετὰ μοί‐
ρας τινὸς τοῦ στρατοῦ, ἀποτυχὼν δὲ τῆς ἐπιβουλῆς τὸ ἐναν‐183

184

τίον πάχει τῆς ἰδίας βουλῆς, καὶ τοῖς ἐναντίοις παρεσκευασ‐ μένοις περιπεσὼν ἀπαράσκευος συρρήγνυσι μὲν ἀκούσιον πό‐ λεμον, ἡττᾶται δὲ περιγενομένων αὐτοῦ τῶν ἐναντίων τῷ πλήθει. αἰχμάλωτος δὲ γεγονὼς διὰ τὸ ἐρρωμένως ταῖς οἰκείαις χερσὶν
5ἀντιτάξασθαι καὶ μὴ δοῦναι νῶτα τοῖς πολεμίοις, συναποβάλ‐ λει μετὰ τῆς ἄλλης ἀποσκευῆς καὶ τὸν χάρακα, πολλῶν μὲν πεσόντων Ῥωμαίων καὶ ζωγρίᾳ ληφθέντων, πλειόνων δὲ φυγῇ τὴν ἰδίαν σωτηρίαν ἐνεγκαμένων. Ἀλλὰ τῆς φήμης ταύτης καταλαβούσης καὶ προσπεσού‐
10σης τῷ βασιλεῖ, ἔδοξε μὲν σκυθρωπόν τι παθεῖν, οὐ μὴν δὲ τῶν πολιτικῶν ἀδικημάτων ἀπέσχετο, ταῖς τοῦ Νικηφόρου κακαῖς ὑποθημοσύναις πειθόμενος, μηδὲ αὐτός, ὡς ἐφάνη, τὴν φύσιν ἔχων τοῖς συμβουλευομένοις ἀντίθετον. οἱ δὲ Τοῦρκοι τὴν ἰδίαν ἔκτοτε κατέτρεχον ἀδεῶς. ἁδροῦ δὲ χρυ‐
15σίου τὴν ἐλευθερίαν ἀνταλλαξαμένου τοῦ ἡγεμόνος, καὶ αὖ‐ θις κατὰ τῶν ἐναντίων στρατὸν εὐτρεπισθῆναι καὶ πεμφθῆ‐ ναι διεγινώσκετο. καὶ προχειρίζεται στρατηγὸς αὐτοκράτωρ ὁ Καῖσαρ Ἰωάννης, ὁ τοῦ βασιλεύοντος Μιχαὴλ πατράδελ‐ φος. ὃς διαπεραιωθεὶς καὶ μέχρι τοῦ Δορυλαίου πανστρα‐
20τιᾷ διελθών, κἀκεῖσε τὴν στρατοπεδείαν καταστησάμενος, ἄρας ἐκεῖθεν προσωτέρω ἐπεπορεύετο· καὶ μέχρι τῆς γεφύρας τῆς τοῦ Ζόμπου καλουμένης, ἥτις τὸν Σαγγάρην ποταμὸν ἐπικαθημένη τὴν τῶν ἀνατολικῶν καὶ Καππαδοκῶν ἐπιζευγ‐
νύει ἐπαρχίαν, γενόμενος, πρὸ τοῦ ταύτην περαιωθῆναι τὸν184

185

Ῥουσέλιον ἐμεμαθήκει πρὸς τὴν ἀντιπέραν στρατοπεδεύσασ‐ θαι, τὴν ἐκ τῆς τῶν Ἀρμενιακῶν ἄραντα μετὰ πολλῆς καὶ ἀγρύπνου τῆς ἱππασίας καὶ ἐπιτάσεως. πέμψας δὲ ὁ Καῖ‐ σαρ περὶ συνθηκῶν αὐτῷ καὶ εἰρήνης, ὡς εἰκός, διελέξατο.
5οὐκ ἐν ἴσῳ δὲ τῷ τῆς τύχης ἀποτελέσματί τε καὶ συγκυρή‐ ματι τὴν πρεσβείαν εἰσήνεγκεν, οὐδ’ ἐπὶ φιλοτίμοις ἐπαγγε‐ λίαις καὶ δωρεαῖς, ἀλλ’ ἐπὶ ταπεινώσει καὶ συμβουλῇ τάχα τοῦ μὴ ἀπηνῶς καὶ χαλεπῶς διαχειρισθῆναι. ὁ δὲ Ῥουσέ‐ λιος ἅμα μὲν ταῖς ἰδίαις χερσὶ θαρρῶν, ἅμα δὲ καὶ πολε‐
10μικοῦ φρονήματος καὶ γενναιότητος πνέων, οὐκ ἐδέξατο τὴν πρεσβείαν ὡς ἀτιμάζουσαν αὐτοῦ τὴν ἰσχὺν καὶ ἀπειλοῦσαν καὶ οὐχὶ δεξιουμένην αὐτὸν ὑποσχέσεσι. καὶ διὰ τοῦτο πό‐ λεμος ἀμφοῖν ἐπεκηρυκεύθη τοῖς μέρεσιν. ἐπεχείρει μὲν οὖν ὁ Καῖσαρ διὰ τῆς γεφύρας περαιωθῆναι κατ’ αὐτοῦ· συνε‐
15βούλευε δ’ ὁ συστράτηγος (ἦν δ’ οὗτος Νικηφόρος κουροπα‐ λάτης ὁ Βοτανειάτης, ἀνὴρ ἐξ ἐνδόξων γενόμενος καὶ προγο‐ νικὴν ἔχων τὴν στρατιωτικὴν γενναιότητα, καὶ κατὰ χεῖρα καὶ φρένα πάντων ὑπερφέρων καὶ ὑπερκείμενος, καὶ γένους λαμπρότητι καὶ περιουσίας ὀλβιότητι κατὰ πᾶσαν ἀνατολὴν
20τυγχάνων ἐπισημότατος) μὴ διαβῆναι τὸν ποταμόν, ἀλλὰ περιμεῖναι καὶ τὸ λοιπὸν τοῦ στρατοῦ, καὶ ἢ καταμαλάξαι τὸν βάρβαρον ὑποσχέσεσιν ἐκ τῆς ὑπερθέσεως, ἢ περαιούμε‐ νον ἐκ τῆς γεφύρας δέξασθαι ἀπαράσκευον, ἢ μετὰ τὴν ἐπι‐
δημίαν τοῦ ἐπιλοίπου στρατεύματος μετὰ πλείονος τούτῳ τῆς185

186

παρασκευῆς ἐπελθεῖν. ὁ δὲ παρακούσας τῆς ἀρίστης ταυτησὶ συμβουλῆς, καὶ τὸν ποταμὸν διαβὰς ἐπιπόνως διὰ τὸ τῆς γεφύρας εὐόλισθον, πολέμῳ παραυτίκα τεθορυβημένος προ‐ σέπταισε, καὶ τὰς παρατάξεις ἀντιτάξας τοῖς ἐναντίοις καὶ
5δόξας αὐτοὺς καταπονῆσαι καὶ τρέψαι, μάχῃ καρτερωτέρᾳ παρὰ δόξαν ἐνέπεσεν· ὁ γὰρ Ῥουσέλιος μετὰ τῶν ἐπιλέκτων αὐτῷ ἐπελθὼν κατὰ κράτος τοῦτον νικᾷ καὶ ταῖς ἰδίαις χερ‐ σὶν αἰχμάλωτον τίθησι. τὸ δὲ λοιπὸν τοῦ στρατοῦ διασκε‐ δασθὲν πρὸς φυγὴν αἰσχρῶς ὥρμησε. καὶ οὕτω τῶν ἀγώ‐
10νων ἐκράτησεν ὁ Ῥουσέλιος, τοῦ δηλωθέντος συστρατήγου ἀτρέστῳ καὶ ἀκαταπλήκτῳ φρονήματι μετὰ τῶν ἀμφ’ αὐτὸν ἐπανελθόντος εἰς τὴν ἰδίαν κατοικίαν καὶ ἔπαυλιν. Τί δὲ τὸ ἀπὸ τοῦδε; γέγονε μὲν ὁ Ῥουσέλιος μέγας καὶ περιώνυμος λίαν τῷ μεγέθει τοῦ κατορθώματος, χωρῶν
15δὲ κατευθὺ τοῦ Βυζαντίου τὸν Καίσαρα σιδηροδέσμιον εἶχε καὶ πολλοῖς ἀνιαροῖς περιέβαλεν. ὡς δὲ προσηγγέλη τὸ τοι‐ οῦτον ἀτύχημα τῷ τε κρατοῦντι καὶ τῷ δήμῳ παντί, πολλή τις ἐνέσκηψε μέριμνα πᾶσι, τὴν τοῦ Φράγγου ἐπιδημίαν ὑπό‐ πτιον ἐξ ἐπιβουλῆς ἔνδον οἰομένου τοῦ βασιλεύοντος. διὸ καὶ
20καθίσας εἰς τὸν βασίλειον δίφρον, τοιάδε πρὸς τοὺς παρόν‐ τας μετὰ πολλῆς τῆς κατηφείας ἐδημηγόρησεν. “ἄνδρες πο‐ λῖται καὶ ὅσοι τῆς συγκλήτου βουλῆς, σκυθρωπὴν ἀγγελίαν,
καὶ οἵαν οὐδεὶς ὑπέμεινεν ἕτερος, ἄρτι καταλαβοῦσαν ἐνωτι‐186

187

σάμενος μικροῦ δέω θανεῖν. ἐγὼ γάρ εἰμι ἐκεῖνος ὁ Ἰωνᾶς. λοιπὸν ἄρατέ με καὶ βάλετε εἰς τὴν θάλασσαν· διὰ γὰρ τὰς ἐμὰς πράξεις τὰ τοιαῦτα σκυθρωπὰ καὶ χαλεπὰ συναν‐ τήματα τοῖς Ῥωμαίοις ἐπισυμβαίνουσιν.” καὶ ὁ μὲν λόγος
5μετάνοιαν τῶν κακῶς πραττομένων ᾐνίττετο, τὸ δ’ ἔργον οὐκ ἦν, καὶ ἡ διόρθωσις ἐδείκνυτο οὐδαμοῦ· ἦν γὰρ ἐκεῖνος ὁ ταῖς κακίσταις ὑποθημοσύναις ὡς ἀκυβέρνητος καταδουλού‐ μενος ἑαυτόν. τέως δ’ οὖν προϊόντος τοῦ Ῥουσελίου πρεσ‐ βεῖαί τινες ἐκ βασιλέως πεμφθεῖσαι τούτῳ συνήντησαν, ἀξίωμα
10κουροπαλατικὸν ὑπισχνούμεναι καὶ δωρεὰς φιλοτίμους, εἰ τὴν ἀποστασίαν ἀφεὶς ὑπόσπονδος τῷ βασιλεῖ γένηται. ὃ δὲ μη‐ δενὸς τῶν λεγομένων ἀνήκοος γεγονώς, τῆς πρὸς τὴν βασι‐ λεύουσαν πορείας σπουδαιότερον εἴχετο. εἶχε γὰρ μεθ’ ἑαυ‐ τοῦ αἰχμάλωτον, ἐν τῇ τοῦ Καίσαρος τροπῇ τοῦτον προσει‐
15ληφώς, Βασίλειον σβέστην τὸν Μαλέσην, ἐκ τῆς τῶν Περσῶν αἰχμαλωσίας οὐκ ἐκ πολλοῦ ἐπανιόντα, τῷ Καίσαρι δὲ προσ‐ ληφθέντα καὶ οἰκειωθέντα διὰ τὸ περιφανὲς τῆς τούτου φρο‐ νήσεως καὶ γνώσεως. ἀλλ’ εἰ καὶ δορυάλωτον τοῦτον ὁ Ῥου‐ σέλιος ἔλαβεν, ὅμως ἐν τιμῇ μεγίστῃ εἶχε, καὶ ὡς ἔμπρακτον
20ἄνδρα καὶ λογικώτατον, καὶ πεῖραν αὑτοῦ δεδωκότα διὰ τῶν προτέρων ἐπιστρατεύσεων, ἐν μοίρᾳ τῶν συμβούλων ἐτίθετο, μᾶλλον δὲ πρώτιστον εἶχε, καὶ ὡς γλώσσῃ καὶ χειρὶ τῷ τοι‐ ούτῳ ἐν τοῖς πολιτικοῖς ἐκέχρητο πράγμασιν. οὗτος τὰ πολλὰ
μὲν ἑλέσθαι τὴν εἰρήνην τῷ Ῥουσελίῳ ὑπετίθει· εἰ δὲ καὶ187

188

μισῶν τὴν τυραννίδα τοῦ Μιχαὴλ ὡς καὶ πολλὴν παρ’ αὐτοῦ δεξάμενος τὴν καταφοράν, καθότι αἰχμάλωτος ὢν ἀντὶ ἐλέους βασιλικοῦ δήμευσιν ὑπέστη δωρεὰν καὶ τῶν ἰδίων τέκνων ἀπάνθρωπον γύμνωσιν, οἷα τὰ τῶν κρατούντων τότε παρα‐
5νομώτατα κολαστήρια, ὑπεσκέλιζε τὴν τῆς εἰρήνης ἀπό‐ βασιν, ἵνα τοὺς ἀλιτηρίους ἀμύνηται, αὐτὸς μὲν οὐκ οἶδα, λέγουσι δὲ οἱ πολλοί· ὁ δ’ ἄνθρωπος φίλος ἐμοὶ γνησιώ‐ τατος ὢν ἐξώμνυτο τὴν τοιαύτην ὑπόθεσιν. εἰ δὲ καὶ τυ‐ ραννοκτόνος ἐπεθύμει γενέσθαι, γενναιότητος τοῦτο πάντως
10τεκμήριον. Ἐν τῷ μέσῳ δὲ τὴν ὁδοιπορίαν τοῦ Ῥουσελίου διηνυ‐ κότος, καὶ τὰς σκηνὰς ἐν Χρυσοπόλει θεμένου καταντικρὺ τοῦ τῆς βασιλίδος πορθμοῦ, φόβος ἔσχε τὸν βασιλέα, καὶ ἡ τοῦ Βύζαντος τῇδε κἀκεῖσε διεκυμαίνετο· τῶν ἁπανταχῇ γὰρ
15Φράγγων συναθροισθέντων καὶ συνελθόντων αὐτῷ, στρατὸς ἀξιόλογος τὸ τούτου στρατόπεδον ἐγνωρίζετο· ἐγγὺς γὰρ τῶν τρισχιλίων ἦσαν οἱ συνδραμόντες Φράγγοι αὐτῷ. ἡμέρας δέ τινας ἐν Χρυσοπόλει διακαρτερήσας, ἐν σιδηροπέδαις ἔχων τὸν Καίσαρα, πῦρ ἐνῆκε ταῖς ἐν Χρυσοπόλει τυγχανούσαις
20οἰκίαις· καὶ ἡ φλὸξ ἀρθεῖσα πολλὴν ἀνήγειρε τὴν βοὴν καὶ τὸν κωκυτὸν τοῖς ἀνθρώποις, ὡς ἂν τοῦ ἀνέμου μεταρριπί‐
ζοντος αὐτὴν καὶ καταπληκτικὴν ἀφιέναι φωνὴν μονονουχὶ188

189

τὴν τῶν πυρπολουμένων ὕλην παρασκευάζοντος. καταμαλά‐ ξαι δὲ βουληθεὶς ὁ βασιλεὺς τὴν τοῦ βαρβάρου θρασύτητα, πέμπει τούτῳ τὴν ἰδίαν γυναῖκα μετὰ τῶν παίδων αὐτοῦ. μεταπέμπεται δὲ καὶ τοὺς Τούρκους λαθραίως, ἤδη τῇ Ῥω‐
5μαίων προσβαλόντας ἐπικρατείᾳ, καὶ πολλαῖς ὑποσχέσεσι πεί‐ θει τῷ Ῥουσελίῳ ἀνταγωνίσασθαι. ὁ δὲ Ῥουσέλιος ἄρας ἐκ Χρυσοπόλεως εἰς τὴν Νικομήδειαν σπουδαίως ὑπανεχώρησε. βουλεύεται τοίνυν τοὺς στρατιώτας τῶν Ῥωμαίων ὑποποιή‐ σασθαι καὶ εἰς πλῆθος μέγα τὸν οἰκεῖον ἀγεῖραι στρατόν.
10καὶ διὰ τοῦτο τῶν δεσμῶν ἀπολύσας τὸν Καίσαρα, καὶ φι‐ λανθρώποις δεξιώσεσι τὰς πρώην κακώσεις παρὰ πᾶσαν θε‐ ραπεύσας ἐλπίδα, βασιλέα Ῥωμαίων τοῦτον ἀνίστησιν, εὐφη‐ μίαις καὶ παρασήμοις βασιλικοῖς τὸ κράτος αὐτῷ μεγαλο‐ πρεπῶς συγκαταστησάμενος. ἐπεὶ δὲ μετὰ τὴν ἀναγόρευσιν
15τούτου ἀγγελία τις τῶν Τούρκων αὐτοῖς ἐπῆλθε, πανστρατιᾷ τὸν λεγόμενον Σόφωνα τὸ ὄρος ὑπερβάντες ἀγχοῦ τοῦ φρου‐ ρίου τῆς Μεταβολῆς τὴν παρεμβολὴν ἐποιήσαντο. τῶν δὲ σκοπῶν ἀπαγγειλάντων ὥς τινες πολέμιοι, οὐ πλείους τῶν πέντε ἢ ἓξ χιλιάδων, αὐτοῖς ἐπεφάνησαν, εὐθὺς ὁ Ῥουσέλιος
20τὸ ἐνυάλιον ἀλαλάξαι προσέταττε, καὶ τὸ στρατιωτικὸν ἅπαν ἐξώπλιζε πρὸς τὸν πόλεμον. ἦσαν δὲ πάντες οἱ τούτῳ συ‐ στρατευόμενοι Φράγγοι ἑπτακόσιοι καὶ δισχίλιοι· οὐδεὶς γὰρ
ἔτι τῶν Ῥωμαίων αὐτοῖς προσερρύη διὰ τὸ τὴν φήμην τῆς189

190

ἀναγορεύσεως τοῦ Καίσαρος ἔτι μὴ πλατυνθῆναι καὶ ἀκου‐ σθῆναι τοῖς Ῥωμαίοις· ὡς δὲ ἀνέστελλον αὐτοῦ τὴν ὁρμὴν ὅ τε Καῖσαρ καί τινες τῶν ἐξοχωτέρων ἐφ’ ᾧ καθαρῶς ἐπι‐ γνῶναι τὸ πλῆθος τῶν ἐναντίων, “οὐκ ἀνεκτόν” εἶπε “τῷ
5Ῥουσελίῳ ἐστὶ τὸ πρὸς ἓξ χιλιάδας Τούρκων ἀμφιγνωμονεῖν καὶ τὸν πόλεμον ἀναβάλλεσθαι.” ὅθεν καὶ ταχὺ τὰς τάξεις καταστησάμενος ὥρημσεν ἐπ’ αὐτούς. σὺν πολλῇ δὲ ῥύμῃ καὶ βοῇ τῶν Φράγγων κατὰ τῶν ἐναντίων καταπληκτικῶς ἐπεληλυθότων, ἐδέξαντο μὲν οἱ Τοῦρκοι τούτους ἐπιόντας
10ἀντικαταστῆναι βουλόμενοι, μὴ ἐνεγκόντες δὲ τὸ σφοδρὸν καὶ ἀνύποιστον τῆς ἐπιφορᾶς, οἳ μὲν ἔπεσον μαχαίρας ἔργον γε‐ νόμενοι, μηδενὸς τῶν Φράγγων κενὴν ἐσχηκότος τὴν χεῖρα σφαγῆς, οἱ δ’ ἄλλοι πρὸς φυγὴν ὥρμησαν. κατόπιν δὲ διω‐ κόντων τῶν Φράγγων ἕτεροι πάλιν φονείᾳ χειρὶ παρεδίδοντο.
15ἀλλὰ τῆς διώξεως ἐπὶ πολὺ γενομένης προῆλθον μὲν οἱ Τοῦρ‐ κοι τὴν φυγὴν ἐπιτείνοντες, ἀκρατεῖ δὲ ῥυτῆρι τοὺς Φράγ‐ γους παρασκευάζων ὁ Ῥουσέλιος φέρεσθαι τόπον οὐκ ὀλίγον παρήμειψε. πολλὰς δὲ ἀκρωρείας ἀνιών τε καὶ κατιών, ἔλαθε τοὺς πλείστους τῶν στρατιωτῶν ὀπίσω παραλιπών. καὶ μετ’
20ὀλίγων ἀπολειφθεὶς σὺν τῷ Καίσαρι, ἐν ἵπποις κεκμηκόσι τῷ συνεχεῖ τῆς διώξεως, εἶδε τὸ στῖφος τῶν Τούρκων ἀπειρο‐ πληθὲς καὶ θαλάσσης ἀπλέτου μιμούμενον κύματα· ἦσαν γὰρ ὑπὲρ τὰς ἑκατὸν χιλιάδας οἱ βάρβαροι. ὡς δὲ καὶ αὐτὸς
ἐθεάθη, καὶ διέκρινε καθ’ ἑαυτὸν μὴ ἀκίνδυνον εἶναι τὴν εἰς190

191

τοὐπίσω φυγὴν ἅτε τῶν ἵππων αὐτοῦ κεκμηκότων καὶ τῶν ἐναντίων τῇ ἀπονοστήσει θάρσος λαβεῖν δυναμένων, μάχην καθ’ ἑαυτὸν συρράξαι διέγνωκεν. ὡς δὲ προέγνων οἱ πολέμιοι τὴν τῶν ἰδίων κατακοπήν, ἐν φόβῳ καὶ κυδοιμῷ γεγονότες
5μικροῦ ἐδέησαν αὐτοὶ τὴν φυγὴν προλαβεῖν, εἰ μή τινες τῶν Φράγγων τῶν ἵππων καταβάντες ἐψυχαγώγουν αὐτούς, τῇδε κἀκεῖσε σχολαίῳ ποδὶ παρασύροντες. κατανοήσαντες δὲ τού‐ τους ἀπειρηκότας τῷ κόπῳ ἔστησαν ἐπὶ τὸ αὐτό. τοῦ δὲ Ῥου‐ σελίου μετὰ τῶν ἀμφ’ αὐτὸν τὰ δόρατα τούτοις μετὰ σφο‐
10δρᾶς τῆς ῥύμης ἐπιστηρίξαντος, ἀντέσχον μὲν οἱ Τοῦρκοι, ἔπεσον δὲ καὶ τότε τούτων συχνοί. περικυκλώσαντες δὲ ὀλί‐ γους ὄντας τοὺς ἀμφὶ τὸν Ῥουσέλιον τοσοῦτοι καὶ τηλικοῦ‐ τοι τὸ πλῆθος ὄντες οἱ Τοῦρκοι, βέλεσι συχνοτάτοις αὐτοὺς κατετίτρωσκον, τοῖς ἑκηβόλοις τόξοις ἀεὶ κεχρημένοι. καὶ
15τοὺς ἵππους ἐκ τούτων ἀσυμφανῶς κατασφάττοντες, καὶ διὰ πολλῶν χειρῶν καὶ βελῶν τούτους ἐν κύκλῳ περισχόντες ἀδι‐ εξοδεύτῳ καὶ παναλκεῖ, πεζοὺς τῇ τῶν ἵππων σφαγῇ κατε‐ στήσαντο. καὶ οὕτω πολλοὶ μὲν τῶν Φράγγων μετὰ Τούρ‐ κων πλειόνων τηνικαῦτα θανόντες κατέπεσον, ἥλω δὲ ζωγρίᾳ
20ὅ τε Καῖσαρ καὶ ὁ Ῥουσέλιος. οἱ δ’ ὑπολειφθέντες τῶν Φράγ‐ γων εἰς τὸ τῆς Μεταβολῆς φρούριον συμφυγόντες, ἔνθα περ ἡ γυνὴ τοῦ Ῥουσελίου ἐτύγχανε, δι’ ἀκριβείας ἐποιοῦντο τὴν τούτου φυλακὴν καὶ συντήρησιν. οἱ δὲ Τοῦρκοι τὸν Ῥουσέ‐
λιον ἐν ποδοκάκῃ βαλόντες ἰσχυροτάτῃ ἀσφαλῶς συνετήρουν,191

192

τὸν δὲ Καίσαρα διὰ τιμῆς ἄγοντες ἄνετον εἶχον καὶ τοῖς οἰ‐ κείοις ἀμφίοις ἐπίτιμον. ὅμως δ’ οὖν ἀμφοτέρους χρυσίνων ἱκανῶν ἀνταλλάττεσθαι διεμήνυον. Ἀγγελθείσης δὲ τῆς τούτων τροπῆς καὶ ἁλώσεως τῷ
5κρατοῦντι, ἐκκλησιάσας οὗτος ἐπὶ παλατίου πάσῃ τῇ γερουσίᾳ ἔκπυστον καὶ φανερὸν ἐποίησε τὸ συμβάν. τοῦ δὲ τιμήματος τῶν ἑαλωκότων ἐπιζητουμένου παρὰ τῶν Τούρκων, ἔσπευδεν ὁ βασιλεὺς δι’ ἐξωνήσεως τούτους χειρώσασθαι. ἐπικατέλαβε γὰρ καὶ ὁ τὰ πρῶτα φέρων παρὰ τῷ Καίσαρι ὡς παιδείας
10λόγων καὶ πολυπειρίας ἀντεχόμενος, Βασίλειος πρωτοσβέστης ὁ Μαλέσης, ἐλευθερωθεὶς μὲν ἐκ τῶν Τούρκων τιμῆς ἁδρᾶς πρὸ καιροῦ, προσληφθεὶς δὲ τῷ Καίσαρι στρατηγῷ τοῦ πο‐ λέμου ἔναγχος ἀποδεδειγμένῳ, συμβουλεύων τῷ βασιλεῖ τα‐ χέως πρίασθαι τούτους, ἵνα μὴ οἱ Τοῦρκοι, ὡς ἔστι βεβου‐
15λευμένον αὐτοῖς, βασιλέα Ῥωμαίων τὸν Καίσαρα προχειρί‐ σωνται, καὶ διὰ τοῦτο μεγάλης ὠφελείας παρὰ τῶν Ῥωμαϊ‐ κῶν πόλεων καὶ κωμῶν καὶ δυναστῶν ἀμαχητὶ ἐπιτεύξωνται· τοῦτο γάρ, φησίν, ἐμεμαθήκει μελετῶντας αὐτούς. οὕτω δὲ συμβουλεύσας καλῶς οὐδὲν τῆς τοιαύτης ἀπώνατο συμβουλῆς,
20εἰ μὴ καὶ μᾶλλον ἀδίκως ὑπερορίαν κατεκρίθη καὶ δήμευσιν, οἷα τὰ τοῦ δεινοῦ καὶ πονηροῦ πολεμήτορος. ἁδρὰν οὖν καὶ βαρυτάλαντον χρυσίου ποσότητα συστήσας ὁ βασιλεύων τοὺς
ἐξωνησομένους αὐτοὺς ἀπέστειλεν. ἐπεὶ δὲ ἡ τοῦ Ῥουσελίου192

193

γυνὴ τῷ κάστρῳ τῆς Μεταβολῆς ἐμφιλοχωροῦσα, καὶ πλού‐ του ἱκανῶς ἔχουσα, προεξωνήσατο τὸν ἴδιον ἄνδρα καὶ ἀμ‐ φοτέρων τῶν ἐχθρῶν ἐλυτρώσατο, τούτου μὲν οἱ πεμφθέν‐ τες ἐκ βασιλέως ἀπέτυχον, τὸν δὲ Καίσαρα μόνον ἐξωνησά‐
5μενοι ἐπανῆγον εἰς τὴν βασιλίδα τῶν πόλεων. ἐν δὲ τῇ Προ‐ ποντίδι γενομένων αὐτῶν εὐλαβηθεὶς ὁ Καῖσαρ ἴσως, ἵνα μὴ ὡς ἀποστάτης καταγνωσθῇ καὶ ὕποπτος τὸ ἀπὸ τοῦδε τυγ‐ χάνῃ καὶ περιεσκεμμένος ἢ καὶ ἀπόβλητος, οὐκ ἔκρινε μετὰ κοσμικῆς τῆς περιβολῆς ἐπιστῆναι τῷ ἀνεψιῷ καὶ βασιλεῖ,
10ἀλλὰ τὴν κοσμικὴν ἀποβαλόμενος τρίχα, μεταθέμενος εἰς τοὺς μοναχούς, οὕτως ἐν εὐτελεῖ τῷ σχήματι τοῖς βασιλείοις ἐνέ‐ μιξεν. ὁπότε καὶ τοῖς εὐσυνέτοις ἀνδράσι θάμβος ἐπῄει καὶ ἔκπληξις· περὶ γὰρ τῶν ἀφρονούντων καὶ τὰ τοιαῦτα μὴ διακρινόντων λόγος οὐδείς.
15 Ἐπῄει οὖν θάμβος τοῖς ὅπως οἱ Ῥωμαίων ἀρχηγοὶ μετὰ τοσαύτης περιφανείας καὶ λαμπρότητος κατὰ τῶν ὁμοφύλων ἐπιστρατεύοντες, οὕτως ἀτίμως καὶ γοερῶς καὶ μετὰ τοιαύ‐ της εὐτελείας καὶ δυσθυμίας πεποίηνται τὴν ἐπάνοδον, ἀντὶ τοῦ πρὶν τελουμένου τοῖς πάλαι Ῥωμαίοις λαμπροῦ καὶ στε‐
20φανηφόρου θριάμβου καταγέλαστον κατάγοντες καὶ πανευτε‐ λέστατον θέατρον, τὴν ἧτταν οὐ τῶν συστρατιωτῶν μόνον ἀλλὰ καὶ τὴν ἑαυτῶν κακοπάθειαν καὶ σκληροτυχίαν ὀδυνη‐
ρῶς θριαμβεύοντες. τί τούτου γένοιτ’ ἂν διαδηλότερον θεο‐193

194

βλαβείας ὑπόδειγμα; ὅθεν καὶ θαυμάζειν μοι ἔπεισι πῶς οἱ Ῥωμαίων βασιλεῖς τοὺς εἰδότας ἔχοντες πολλῶν ἱστοριῶν καὶ πράξεων ἐπιγνώσεις καὶ τύχας λαμπρὰς καὶ ταπεινὰς γινομέ‐ νας ἐξ αἰτιῶν προφανεστάτων, ὧν μὲν ἐκ θείου χόλου τοῖς
5ἁμαρτανομένοις σφοδρῶς ἐπαναπτομένου, ὧν δὲ ἀπὸ βουλευ‐ μάτων γλίσχρων καὶ ἀγεννῶν καὶ ἀνοικείων τοῖς πράγμασιν, οὐδένα λόγον αὐτῶν πεποίηνται, οὐδ’ ἀξιοῦσι τὰς αἰτίας μαν‐ θάνειν ἐξ ὧν τὰ τοιαῦτα δυστυχήματα τῇ Ῥωμαίων ἡγεμο‐ νίᾳ προσπίπτουσιν· ἀλλ’ ἔξω πάσης βουλῆς θεοφιλοῦς καὶ θερα‐
10πείας τοῦ θείου καὶ τῆς τῶν πατρίων νόμων ἐπανορθώσεως καθιστάμενοι, ἀβούλως καὶ προπετῶς εἰς πολέμους μεγάλους καὶ κινδύνους, μὴ πρότερον τὸν θεὸν ἱλεωσάμενοι, τὰς Ῥωμαϊκὰς δυνάμεις εἰσάγουσι, καὶ πάσχοντες κακῶς καὶ ἡττώμενοι ἀπη‐ νῶς αἴσθησιν οὐ λαμβάνουσι τῆς ἐκ τοῦ θείου νεμέσεως. ἀλλ’
15οἱ πάλαι Ῥωμαῖοι οὐχ οὕτω ποιοῦντες, τὰς φοβερὰς ἐκείνας καὶ μάχας καὶ στρατηγίας κατώρθουν, ἀλλὰ καίπερ τὴν ἐκ τοῦ θεοῦ λόγου καὶ τῆς ἐκ τῆς ἀρρήτου καὶ ὑπερφυοῦς σαρ‐ κώσεως αὐτοῦ καὶ κατὰ τόνδε τὸν κόσμον συναναστροφῆς νο‐ μοθεσίαν μηκέτι λαβόντες ἐπὶ τὸ σέβειν τὰ θεῖα καὶ ἀρετῆς
20ἀντιποιεῖσθαι καὶ τοὺς τῆς ἀγαθοεργίας νόμους καὶ εὐσεβείας καὶ καθαρότητος ἐκθύμως τηρεῖν, ὅμως τῇ φυσικῇ μεγαλο‐ φροσύνῃ πρὸς τὰς τούτων παρατηρήσεις νουνεχῶς ἐπαιδεύ‐
οντο, καὶ εἴπερ ποτὲ συνέβη τῇ Ῥώμῃ εἴτε ἥττης δυσκλήρημα194

195

εἴτε σημεῖον οὐκ ἀγαθὸν ἐπεφάνη, πολλὴν ἐποιοῦντο τὴν ἔρευ‐ ναν καὶ τὴν ζήτησιν, μή πού τι τῶν δεόντων καὶ ἁρμοζόντων παρελείφθη, ἢ παρθένος ἐκ τῶν φυλαττουσῶν τὸ ἀθάνατον πῦρ τὴν παρθενίαν ἐκλάπη, ἢ παρανομίας ἐπράχθη ὀνείδισμα,
5καὶ χόλος ἐντεῦθεν θεῖος τοῖς Ῥωμαίοις ἐπαπειλεῖ. καὶ διε‐ ρευνώμενοι πολλάκις εὕρισκον τὰς τῶν ἀτοπημάτων αἰτίας· καὶ διορθούμενοι ταύτας, καὶ τὸ θεῖον ἐξευμενίσασθαι πλη‐ ροφορηθέντες, μετὰ τοιαύτης παρασκευῆς καὶ θάρσους εἰς τοὺς πολέμους ἐχώρουν, καὶ κατώρθουν αὐτούς, ἐπὶ μεγάλοις
10τροπαίοις τὰς νίκας ἐπαίροντες. ἐπεὶ καὶ τοῦτο τοῖς στρατηγοῖς διὰ σπουδῆς καὶ φροντίδος ἐχίνετο, τὸ καθαρμὸν ποιεῖσθαι τῇ στρατιᾷ παντὸς ἀδικήματος καὶ ῥυπάσματος, καὶ μετὰ τὸ καθῆραι ταύτην τὸ προκινδυνεύειν τῆς πατρίδος ἄμεινον εἶ‐ ναι διελογίζοντο. τοῖς δὲ νῦν Ῥωμαίοις οὐδὲν τούτων διὰ
15φροντίδος ἐστίν, ἀλλ’ οἱ μὲν ἀρχηγοὶ τούτων καὶ βασιλεῖς προφάσει δημοσιακῆς ὠφελείας τὰ χείριστα καὶ θεομισῆ καὶ παράνομα διαπράττονται, ὁ δὲ τοῦ στρατοῦ προηγούμενος μὴ προσανέχων τῷ πολέμῳ, μηδὲ τῇ πατρίδι νέμειν τὰ ὅσια προαιρούμενος, καὶ τὴν ἐκ τῆς νίκης δόξαν περιφρονῶν, πρὸς
20τὸ κερδαίνειν ὅλον ἑαυτὸν ἐπιτείνει, καὶ τὴν στρατηγίαν ἐμ‐ πορίαν κέρδους, οὐκ εὐπραγίαν τοῦ ἰδίου ἔθνους οὐδ’ εὐδο‐ ξίαν πεποίηται. τὸ δὲ λοιπὸν πλῆθος, ἐκ τῶν ἡγεμόνων τὰς
ἀφορμὰς λαμβάνον, τὰς ἀδικίας ἀκαθέκτους ... καὶ ἀναι‐195

196

σχύντος ὁρμαῖς τοὺς ὁμοφύλους κακῶς καὶ ἀπανθρώπως με‐ τέρχονται, ἁρπάζοντες καὶ βιαζόμενοι τὰ τούτοις προσόντα, καὶ τὰ τῶν πολεμίων δρῶντες ἐν τῇ ἰδίᾳ κατοικίᾳ καὶ χώρᾳ, καὶ μηδεμιᾶς κακοποιίας ἢ λαφυραγωγίας παραχωροῦντες
5τοῖς λεγομένοις πολεμίοις. ἀφ’ ὧν αἱ παλαμναιόταται τού‐ τοις ἀραὶ παρὰ τῶν ὁμογενῶν ἐπιφέρονται, ὡς τῆς ἥττης αὐ‐ τῶν ἄνεσιν παρεχομένης πάσαις ταῖς τῶν Ῥωμαίων κώμαις καὶ χώραις καὶ πόλεσι τοιούτων πράξεων δρωμένων. καὶ πάλιν τεθαύμακα, τίνι θαρροῦντες οἱ τῶν Ῥωμαίων προεστῶ‐
10τες πρὸς ἀντιπαρατάξεις καὶ πολέμους, ἐν οἷς ἀγωνοθέτης ἀρ‐ ρεπὴς καθέστηκεν ὁ θεός, τοὺς ἀμφ’ αὐτὸν ἐξοπλίζουσιν. ἢ πάντως οἰόμενοι λήσειν τὸν ἀνύστακτον ὀφθαλμὸν καὶ κλέψαι τὴν νίκην, ὥς τινος οἰκοδεσπότου μὴ ἐπαγρυπνοῦντος τοῖς ἰδίοις οὐσίδιον. λανθάνουσι δὲ οὐ μόνον τῶν ἐπὶ ταῖς μά‐
15χαις ἐλπίδων ἀποτυγχάνοντες, ἀλλὰ καὶ τὸν βίον δυσκλεῶς καταστρέφοντες καὶ τοῖς ἐξ ἀδικίας συμποριζομένοις προσαπο‐ βάλλοντες καὶ τὰ ἐκ δικαίων πόρων τῷ δημοσίῳ περιερχόμενα. ἔγωγε οὖν ἐν πολλοῖς συνεκστρατευσάμενος, κἀν τοῖς βασιλείοις συνεχῶς συναναστρεφόμενος, οὐδέπω ἔγνων ἐν πᾶσι βουλὴν θεῷ
20ἀρέσκουσαν, οὐδ’ ἐπὶ στρατιωτικοῖς ἢ πολιτικοῖς πράγμασι σκέ‐ ψεως προβαινούσης ἢ διαγνώσεως εὐλάβειαν προεπιμιχθεῖσαν τοῦ μή πώς ποτε παράνομόν τι συναναφαίνεται τῇ βουλῇ καὶ θεῷ ἀποτρόπαιον· ἀλλὰ τὸ πᾶν εἰς τὸ κέρδος τοῦ βουλεύ‐
ματος καταντᾷ, κἂν ἱερὰ βεβηλῶνται, κἂν ἄνθρωποι βλάπτων‐196

197

ται· κἀκεῖνο προέχουσιν ἐν τοῖς βασιλείοις εἰς τὰς προφά‐ σεις τοῦ ἀδίκου καὶ θεομισοῦς κέρδους, ἐκ πονηρίας συλλέ‐ γοντες. ἀλλ’ οὐδ’ ἐν πολλοῖς τούτων ὁ θεὸς ἡγεῖται τοῦ προ‐ βουλεύματος, καὶ μνήμη τούτου συνανακέκραται. διὰ ταῦτα
5τὴν τῶν γινομένων ἐν τοῖς Ῥωμαίοις καταστροφὴν ἐς αὐτὴν ἀναφέρω τὴν ἐκ τοῦ θείου νέμεσιν καὶ τὴν ἐκ τῆς ἀδεκάστου γνώμης ἀπόφασιν, ὅτι τοῖς ἔθνεσι τιμᾶσθαι τὸ δίκαιον λέγε‐ ται, καὶ συντηρεῖσθαι τὰ πάτρια νόμιμα τούτοις ἀπαρεγχεί‐ ρητα, καὶ πᾶσαν τὴν εὐτυχίαν ἐκ τοῦ δημιουργοῦ καταπτᾶ‐
10σαν αὐτοῖς συνεχῶς ἐπιλέγουσιν, ἅπερ κοινὰ πᾶσι τοῖς ἀν‐ θρώποις εἰσὶ προτερήματα καὶ παρὰ πάσης ἀπαιτοῦνται θρη‐ σκείας. ἡ γὰρ ἀληθὴς καὶ ἀμώμητος πίστις ἡμῶν τῶν Χρι‐ στιανῶν, ἐπεὶ τῶν ἀρετῶν τυγχάνομεν ἔκπτωτοι, κατάγνωσις μᾶλλόν ἐστι καὶ κατάκρισις, καθὼς καὶ τῷ θείῳ νόμῳ τῶν
15ἐντολῶν δοκεῖ, φάσκοντι “ὁ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὐ‐ τοῦ καὶ μὴ ποιῶν δαρήσεται πολλάς.” Καὶ μή μοί τις ἐπιτιμήσῃ τῆς τοιαύτης τῶν ἡμετέρων καταδρομῆς. οὐ γὰρ ἐπὶ λοιδορίᾳ τούτων ἁπλῶς καὶ ἀτιμίᾳ ψευδόμενος γέγραφα, ἀλλ’ ἐπὶ ἐλέγχῳ τῶν κακῶς πραττομέ‐
20νων, μή πού ποτε ἄρα αἰδὼς καὶ φόβος ἐπέλθῃ τοῦ θείου τοὺς ἡγεμόνας καὶ στρατηγοὺς καὶ αὐτοὺς τοὺς ὑπηκόους αὐτῶν, καὶ μεταβαλόντες ἐπὶ τὰ κρείττονα τῆς ἄνθωεν εὐμε‐
νείας καὶ ἀντιλήψεως τύχωσι, καὶ τὰς οἰκτρὰς ἐπανορθώσον‐197

198

ται τύχας. περιέσχον γὰρ ἡμᾶς ὠδῖνες θανάτου, κατά τε πᾶσαν ἑώαν καὶ τὴν ἑσπέραν τῶν Γοτθικῶν καὶ μιαρωτάτων ἐπικρατησάντων ἐθνῶν, καὶ κατατρυφησάντων τῆς ἡμῶν εὐη‐ θείας ἢ ἀμελείας, ἢ τό γε ἀληθέστερον εἰπεῖν, θεοβλαβείας
5καὶ μανίας, ὅτι κατ’ ἀλλήλων λυττῶντες καὶ ἀκρατῶς τοῖς ὁμοφύλοις μαχόμενοι καὶ θανάτου καταφρονοῦντες, ἐν τοῖς ἀλλοφύλοις πολέμοις δειλοὶ καὶ ἀνάλκιδες καὶ πρὸ πολέμου νῶτα διδοῦντες φαινόμεθα. Ἀλλὰ ταῦτα μὲν ἱκανὰ πρὸς ἄνδρας πολλὰ καὶ ἐξ ὀλί‐
10γων δυναμένους νοεῖν καὶ προνοεῖν τοῦ συμφέροντος. εἰ‐ σελθόντος δὲ τοῦ Καίσαρος καὶ παραστάντος τῷ βασιλεῖ ἔμεινε μὲν ἡσυχία τοῖς βασιλείοις, καὶ ἔδοξεν ὁ κρατῶν ἤδη κατωρθωκέναι τὸ πᾶν, πλὴν ὅσον ἀπέτυχε τὸ μὴ τὸν Ῥου‐ σέλιον ἐν χερσὶ λαβεῖν καὶ ἀμύνασθαι. τὴν γὰρ τῶν Τούρ‐
15κων κατὰ τῶν Ῥωμαίων ἐπιστρατείαν, καὶ τὸ σφάττεσθαι τοσοῦτον γένος Χριστιανῶν, καὶ δῃοῦσθαι κώμας καὶ χώρας, καὶ ἄρδην ἀνάστατον τὴν ἑώαν ὁρᾶσθαι, πῇ μὲν σφαζομέ‐ νων ἀναριθμήτων ἀνθρώπων πῇ δὲ αἰχμαλωτιζομένων, ἐν δευτέρῳ ἐτίθετο. ὁ δέ γε Ῥουσέλιος, εἰ καὶ οἱ Τοῦρκοι διε‐
20σπασμένοι πρὸς πάντα τὰ Ῥωμαϊκὰ ἐτύγχανον θέματα, ἀλλ’ αὐτὸς ἄρας ἐκ τοῦ τῆς Μεταβολῆς φρουρίου μετὰ τῶν ὑπο‐ λειφθέντων Φράγγων στρατιωτῶν καὶ τῆς συνεύνου καὶ τῶν
τέκνων καὶ τῶν ὑπαρχόντων αὐτῷ διὰ μέσης τῆς χώρας ἀτρέ‐198

199

στως ἐβάδιζε, καὶ τὸ θέμα τῶν Ἀρμενιακῶν καταλαβὼν τοῖς προτέροις αὐτοῦ κάστροις καὶ αὖθις ἀποκατέστη, καὶ οὕτως ἐκδρομὰς κατὰ τῶν Τούρκων ποιούμενος ἀπεῖρξεν αὐτοὺς τοῦ τῷ τοιούτῳ θέματι προσβάλλειν καὶ πολεμικοῖς περιβάλλειν
5κακοῖς. ὁ δὲ βασιλεὺς θυμομαχῶν κατ’ αὐτοῦ ἐξ ὑποβολῆς τοῦ προρρηθέντος εὐνούχου τοῦ Νικηφόρου, προῃρεῖτο μᾶλλον τοὺς Τούρκους τὰ Ῥωμαίων ἔχειν καὶ ἄγειν πράγματα ἢ τὸν Λατῖνον τοῦτον ἐν ἑνὶ τόπῳ χωρεῖσθαι καὶ ἀπείργειν τὰς ἐκείνων ἐπιδρομάς. διὰ τοῦτο καὶ πολλὰς μηχανὰς καὶ
10συνθήματα καὶ ὑποσχέσεις τοῖς Τούρκοις δούς, εἰ τοῦτον ποιήσοιντο αὐτῷ ὑποχείριον, ἐξαπέστειλε τῶν ἐν ὑπεροχαῖς ἀξιωμάτων ἕνα, στρατιώτην μὲν ὄντα, νέον δὲ τὴν ἡλικίαν καὶ φρονήσεως καὶ ἀνδρίας οὐδενὸς ἀποδέοντα, Ἀλέξιον πρόε‐ δρον τὸν Κομνηνόν· ὃς ἐν τῷ ἄστει τῆς Ἀμασείας γενόμε‐
15νος ἐκαραδόκει τὸ μέλλον. ὁ δὲ Ῥουσέλιος φιλίας καὶ συν‐ θήκας μετὰ τοῦ τῶν Τούρκων ἐξάρχοντος ποιησάμενος, συ‐ νῆλθε τούτοις πολλάκις ἐψιλωμένος στρατιωτῶν. ἐν μιᾷ δὲ σύνδειπνος τούτοις ὑπάρχων ἐπιβουλὴν ὑπέστη δεινήν· οἱ γὰρ Τοῦρκοι πᾶσαν φιλίαν προδιδόντες χρημάτων, κατέσχον
20αὐτὸν καὶ δεσμώτην ἀπέδειξαν, παράγγελμα νόμιμον ἔχοντες τὸ τοὺς Ῥωμαίους ἀπατᾶν καὶ σφάττειν καὶ προδιδόναι καὶ μὴ δεδιέναι ὅρκον, ὅσον τὸ κατ’ αὐτούς. καὶ ὃ μὲν κατείχετο
δεσμώτης αὐτοῖς, ὁ δὲ πρόεδρος Ἀλέξιος ἐπραγματεύετο διὰ199

200

δώρων τὴν τούτου κατάσχεσιν καὶ ἀπόληψιν, ἐν τῷ μέσῳ τοῦ βασιλέως οἰομένου εἰρηνεύειν τὰ πράγματα· τὴν γὰρ τῶν Τούρκων ἀπηνῆ ἐπικράτειαν εἰς οὐδὲν ἐλογίζετο δι’ ἀναλ‐ γησίαν καὶ μῖσος τὸ πρὸς Ῥωμαίους, ὡς ἔοικεν.
5 Ἐν ᾧ καὶ δικάζοντα πολλάκις, ὡς εἴωθεν, ἀσυμβάτους δίκας καὶ ἀπροσφυεῖς βασιλεῖ, καὶ ἀνευλόγως καταδικάζοντα τοὺς ἀνθρώπους ὑποθήκαις τῶν συνηγορούντων τοῖς χείροσι, φῆμαι καταλαμβάνουσαι, τοὺς Τούρκους λέγουσαι περὶ Χαλ‐ κηδόνα καὶ Χρυσόπολιν κατατρέχειν, ἄρτι πρῶτον τῇ τοιαύτῃ
10πλησιοχώρῳ ἐπιφοιτήσαντας γῇ, οὐδεμίαν ταραχὴν ἐνεποίουν καὶ σύγχυσιν, ἀλλ’ ὡς ἀλλοτρίας χώρας πασχούσης αὐτὸς ἄφροντις ἔμενεν. οὕτως οὖν αὐτοῦ ἔχοντος, ὁ τὰ πρῶτα παρ’ αὐτοῦ φέρων Νικηφόρος ὁ λογοθέτης τοῦ δρόμου, τὴν εἰς τὸν βασιλέα εὔνοιαν πολλαχόθεν ἐπισεμνύνειν ἑαυτῷ σο‐
15φιζόμενος, ἔπραττε μὲν ὅσα τούτῳ βουλομένῳ ἐνῆν, ἀπετεί‐ χιζε δὲ τῆς τοῦ βασιλέως ἀγάπης τήν τε μητέρα καὶ τοὺς ὁμαίμονας καὶ τοὺς λοιποὺς συγγενεῖς ὡς βασιλειῶντας δῆθεν καὶ τὸ συνοῖσον αὐτῷ μὴ θέλοντας, καὶ ὅτι αὐτὸς μόνος τὸ συμφέρον αὐτῷ διασπουδάζων καθέστηκε. διὸ δὴ καὶ μεγάλα
20παρὰ τῷ βασιλεῖ δυνηθεὶς αὐτὸς ἦν ὁ τὸ πᾶν διεξάγων τῆς βασιλείας, καὶ τῷ βασιλεῖ ἐπιτρέπων τὸ πραχθησόμενον, καὶ
τὰς τιμὰς καὶ προνοίας οἷς ἐβούλετο χαριζόμενος διὰ λημ‐200

201

μάτων οὐχὶ μικρῶν. ἦν γὰρ μετὰ τῶν ἄλλων κακῶν καὶ περὶ φιλοχρηματίαν δαιμονίως σπουδάζων, καὶ κτήσεων ἀκινήτων χανδὸν ποιούμενος τὴν ἐπίκτησιν. ὧν ἀκορέστως ἐχόμενος κέν‐ τρον καὶ ταμεῖον τῆς τῶν λοιπῶν αὐτοῦ κτήσεων ἐπισυναθροί‐
5σεως τὴν τοῦ Ἑβδόμου μονήν. ταύτην γὰρ λαβὼν κατὰ δωρεάν, παρεσκεύαζε τὸν βασιλέα πολλὰ τῶν κτημάτων αὐτῷ προσκυ‐ ροῦν ὁσημέραι καὶ προσόδους ἀφθόρους περιποιεῖν, ὡς αὐ‐ τοῦ τάχα διαγωνιζομένου ποιῆσαι τοῦτο μετὰ παρέλευσιν τῷ βασιλεῖ πολύολβον ἐνδιαίτημα, σκεπτόμενος ἐκ μοχθηρίας οἰ‐
10κειοῦσθαι καὶ παρακερδαίνειν τὰ νῦν προσφερόμενα καὶ τῷ ὀνόματι τῆς μονῆς πλοῦτον ἐπικτᾶσθαι ὑπερφυῆ, τοῦ δὲ μέλ‐ λοντος εἶναι τὸν λόγον ἀπόρρητον. ἐν τούτοις δὲ πᾶσιν οὐ‐ δένα κόρον λαμβάνων, καίτοι καὶ παρὰ πάντων τῶν ἐν τέλει καὶ τῶν στρατιωτῶν καὶ τελωνῶν καὶ πρακτόρων δωροδοκού‐
15μενος καὶ κτήσεων εἰδικῶν καὶ οἴκων ἐν περιλήψει με‐ γάλων καὶ πολλῶν καθιστάμενος, οὐδὲ τοῦ κερδαίνειν καὶ ἐκ συκοφαντημάτων ἀπείχετο, οὐδὲ τοῦ ἐπιβουλεύειν τῇ εὐθηνίᾳ καὶ τὴν κοσμικὴν ἀδημονίαν καὶ ἔνδειαν οἰκείαν ποιεῖσθαι φιλοκερδείας ὑπόθεσιν. τῷ τοι καὶ μαθὼν ὡς ἐν
20τῷ κάστρῳ τῇ Ῥαιδεστῷ κατάγουσιν ἅμαξαι τὸν σῖτον πολ‐ λαί, καὶ διαπιπράσκουσι διασκεδαννύμεναι εἴς τε τὰ τῶν μονα‐ στηρίων ξενοδοχεῖα καὶ κατατόπια καὶ αὐτῆς τῆς μεγάλης ἐκ‐
κλησίας καὶ πολλῶν ἐγχωρίων, καὶ ἄνετον ποιοῦνται τὴν πρᾶ‐201

202

σιν πρὸς τὸν βουλόμενον καὶ ἀκώλυτον, καὶ οὕτως ὁδεύει διὰ πάντων τὸ ἀγαθὸν τῆς εὐθηνίας, φθονήσας τῆς εὐετηρίας τῷ κόσμῳ φούνδακα ἐκτὸς τοῦ ἄστεος ὁ παγκάκιστος ἐποικοδομεῖ, κἀν τούτῳ συναθροίζεσθαι τὰς ἁμάξας ἐπισκήπτει, βασιλικῷ
5γράμματι τοῦτο διορισάμενος· καὶ μονοπώλιον τίθησιν εἰς τὸ ἀναγκαιότατον χρῆμα, τὸν σῖτον, μηδενὸς δυναμένου εἰ μὴ ἀπὸ τοῦ φούνδακος ἐξωνήσασθαι, φούνδακος τοῦ δολίου καὶ δαιμονιώδους πράγματος καὶ ὀνόματος. ἐξ οὗ γὰρ ἐκεῖνος ἐπάγη, ἡ εὐθηνία τῶν πόλεων ᾤχετο, καὶ ἡ τοῦ θείου ὀργὴ
10τὰ ὑπὸ Ῥωμαίους μειζόνως κατέλαβεν. οὐ γάρ, ὥσπερ τὸ πρότερον ἦν, ὁ βουλόμενος ἐξωνεῖτο τὸν σῖτον καὶ μετὰ τοῦ πωλοῦντος συνήλλαττε, καὶ εἴ περ μὴ ἐν τῷδε τῷ κατατοπίῳ ἠρέσκετο, μετέβαινεν εἰς τὸ ἄλλο καὶ αὖθις εἰς ἕτερον, καὶ ἀπὸ τῶν ἁμαξῶν ἡ πρᾶσις ἐγίνετο· ἀλλ’ εἰσερχόμενα τὰ
15γεώργια ἐν τῇ τοῦ φούνδακος εἱρκτῇ σιτώνας εἶχον ἐνοίκους τοῦ φούνδακος καὶ σιτοκαπήλους πολλούς, καὶ οὗτοι προαρ‐ πάζοντες τὸν σῖτον ἐξωνοῦντο καὶ ἀπετίθουν, καὶ διηγωνίζοντο κερδαίνειν ἐπὶ τῷ νομίσματι νομίσματα τρία. ἠγόραζε δὲ ἀπὸ τῶν ἁμαξῶν οὐδείς, οὔτε ναυτικὸς εἰσάγων αὐτὸν εἰς τὴν
20βασιλεύουσαν οὔτε ἀστικὸς οὔτε ἄγροικος οὔτε ἄλλος οὐ‐ δείς· ἀλλ’ ἀπὸ τῶν σιτοκαπήλων τοῦ φούνδακος ἡ πρᾶσις προέβαινεν, ὡς ἐκεῖνοι ἐβούλοντο καὶ ὁ προκαθήμενος αὐτῶν
λυμεὼν φουνδακάριος, ὃς καινοτομῶν τοὺς τὸν σῖτον καταβι‐202

203

βάζοντας, καὶ σῖτον ἐκ τούτων κακῶς ἀφαιρούμενος, καὶ βα‐ ρείας ἀπαιτήσεις ὑπὲρ τῶν τοπιατικῶν εἰσπραττόμενος, ἠνάγ‐ καζε τὴν πρᾶσιν διὰ τὸ καινοτομεῖσθαι πολυειδῶς ἐνδεεστέ‐ ραν ποιεῖν. καὶ οὕτως τρεφομένου τοῦ φούνδακος εἰς ἀδι‐
5κίαν ἀπαραμύθητον ἐξέπιπτε τὰ τῆς προτέρας εὐθηνίας τῇ πολιτείᾳ, καὶ περιέστη ἀπὸ δέκα καὶ ὀκτὼ μοδίων εἰς ἕνα μό‐ διον τοῦ νομίσματος ἡ τοῦ σίτου πρᾶσις. ἐκομμερκεύοντο γὰρ ἔκτοτε, φεῦ τῆς πλεονεξίας, οὐ μόνον αἱ πυροφόροι ἅμα‐ ξαι, ἀλλὰ καὶ τὰ λοιπὰ ὤνια, ὅσα πλησίον ἐκείνου παρώ‐
10δευον. ἀπείργοντο δὲ καὶ οἱ τῆς περιχώρου ἐκείνου καὶ οἱ τῆς Ῥαιδεστοῦ ἔποικοι πωλεῖν τὰ ἴδια γεώργια ἐν ταῖς ἑστί‐ αις αὐτῶν. ἀφῃροῦντο δὲ καὶ οἱ μέδιμνοι, καὶ μόνος ὁ φοῦν‐ δαξ τῶν μεδίμνων ὑπῆρχε κύριος. ὅπερ οὐδέποτε γέγονεν, οὐδ’ ὁ ἥλιος εἶδε τοιοῦτον ἀδίκημα. εἰ γὰρ προσηγγέλη τις
15πωλήσας οἴκαδε σῖτον ἐξ ὧν ἐγεώργησεν, ὡς φονεὺς ἢ βια‐ στὴς ἢ ἄτοπόν τι ἕτερον πεπραχὼς ἐδημεύετο καὶ ἡρπάζετο παρὰ τοῦ ἐπιστατοῦντος τῷ φούνδακι. παρῆσαν γὰρ τῷ φουνδακαρίῳ ἐκ πάσης ἰδέας κακούργων ἄχρι τῶν ἑκατὸν τα‐ ξιῶται ταττόμενοι παρ’ αὐτοῦ, καὶ τοὺς ἐλεεινοὺς ἐμπόρους
20καὶ γεωργοὺς πολλοῖς ἀνιαροῖς περιέβαλλον· καὶ οὐδεὶς ἦν ὁ ἀντιστῆναι τούτοις δυνάμενος τῷ τε πλήθει δυσκαταγωνί‐ στοις οὖσι καὶ τῇ δυναστείᾳ τοῦ λογοθέτου τὸ θράσος ἀκά‐
θεκτον ἔχουσι. καὶ ὃ μὲν ξʹ λιτρῶν τὸν φούνδακα μισθωσά‐203

204

μενος ἐνηβρύνετο τῷ ἐξ αὐτοῦ πορισμῷ· ἡ δ’ ἔνδεια τοὺς πάντας ἐπίεζεν, οὐ μόνον τοῦ σίτου ἀλλὰ καὶ τῶν ἄλλων εἰδῶν. ἐκείνου γὰρ στενοχωρουμένου ἀνάγκη καὶ τὰ λοιπὰ στενοχωρεῖ‐ σθαι, ὅτι δι’ αὐτοῦ τῶν ἄλλων ὠνίων ἡ ἐπίκτησις ἢ περιποίη‐
5σις γίνεται, καὶ οἱ μισθαρνοῦντες βαρυτέρους τοὺς μισθοὺς διὰ τὸ ἐνδεὲς τῆς τροφῆς ἀπαιτοῦσι. καὶ οἱ μὲν ἀξιολογώτεροι τῶν ἀνθρώπων καὶ οἱ τῷ φούνδακι πλησιάζοντες ἐγίνωσκον τὴν αὐτοῦ χαλεπότητα, καὶ ὅθεν τῷ κόσμῳ τὸ δεινὸν τῆς ἐν‐ δείας ἀηδῶς ἐπεπόλασε· τὸ δ’ ἄδικον κέρδος, ὡς φάρμακον
10μέλιτι κατεσκευασμένον τε καὶ κλεπτόμενον, τοὺς κρατοῦντας ἀπειροκάλως κατέθελγε, μέχρις ἂν σὺν τῷ κέρδει τούτου καὶ τὴν οὐσίαν πᾶσαν καὶ τὴν σωτηρίαν ἀπέβαλον. Ἐν τούτοις οὖν τῶν βασιλικῶν φροντισμάτων ὑπόντων, μᾶλλον δὲ τῶν τοῦ Νικηφόρου δεινῶν βουλευμάτων συναγο‐
15μένων, ἤρξατο μὲν ὑπορρεῖν ὁ σῖτος καὶ καταλήγειν τὰ τῆς εὐθηνίας εἰς ἔνδειαν, ηὔξανε δὲ ὁ τῶν πολλῶν γογγυσμός, καὶ μᾶλλον τῶν ἀκριβῶς ἐπισταμένων τὸ ἄτοπον, καὶ ὅσοι τῶν γινομένων κακῶν ἐγγυτέρω καθίστατο. ἐθρυλλεῖτο δὲ καὶ τὸ παρὰ τὸν Ἴστρον κατοικοῦν μιξοβάρβαρον. παράκεινται
20γὰρ τῇ ὄχθῃ τούτου πολλαὶ καὶ μεγάλαι πόλεις, ἐκ πάσης γλώσσης συνηγμένον ἔχουσαι πλῆθος, καὶ ὁπλιτικὸν οὐ μι‐
κρὸν ἀποτρέφουσαι. πρὸς αἷς οἱ περαιωθέντες Σκύθαι τὸ204

205

πρότερον τὸν Σκυθικὸν ἐπιφέρουσι βίον. παρ’ ὧν καταληι‐ ζόμεναι, καὶ τὰς ἐκ τῶν βασιλικῶν ταμείων ἀποστελλομένας ἐτησίως φιλοτιμίας σπουδῇ τοῦ Νικηφόρου περιεκόπτοντο. καὶ κατὰ τοῦτό τινες τῶν τοιούτων πόλεων εἰς ἀποστασίαν ἀπέ‐
5βλεψαν καὶ εἰς τὸ ἔθνος τῶν Πατζινάκων παρήγγελλον. σκε‐ ψάμενοι δ’ οἱ περὶ τὸν βασιλέα σατράπην στεῖλαι τῶν οἰκειο‐ τάτων αὐτῷ, ἔγνωσαν κατεπάνω τῆς Δρίστρας χειροτονῆσαι Νέστορά τινα τῷ τῶν βεσταρχῶν μὲν ἀξιώματι τετιμημένον, ἀπὸ Ἰλλυριῶν δὲ τὸ γένος ἕλκοντα καὶ δοῦλον πατρῷον γε‐
10γονότα τοῦ βασιλεύοντος. ὃν καὶ τῇ τοσαύτῃ τιμήσας ὁ τη‐ νικαῦτα κρατῶν ἀρχῇ, ἐξαπέστειλε μετὰ τινῶν Δριστρηνῶν ὑπισχνουμένων τῷ βασιλεῖ τὴν εἰς τοῦτον τοῦ κάστρου μετά‐ θεσιν. ἀπελθὼν δὲ, καί τινα χρόνον διηνυκώς, εὕρισκε μὲν τοὺς ἐγχωρίους μικρόν τι ἢ οὐδὲν τὴν τοῦ βασιλέως τῶν Ῥω‐
15μαίων κυριότητα ἐπιστρεφομένους, εἰς δὲ τὸν ἐξάρχοντα τού‐ των (Τατρὺς αὐτῷ ἡ προσηγορία) τὴν ἐξουσίαν τῆς ἄκρας ὁλοσχερῶς ἀναφέροντας. εἴτε δὲ φόβῳ τούτων ὁ Νέστωρ κατασεισθείς, εἴτε τῷ ὁμοτίμῳ τοῦ γένους τῆς ἐκείνων ἐρασ‐ θεὶς προαιρέσεως, εἴτ’ ἐκ τῆς καταλαβούσης αὐτὸν φήμης δη‐
20χθεὶς τὴν ψυχήν, ἥτις ἦν ὡς τὴν οἰκίαν αὐτοῦ καὶ τὴν οὐσίαν τῷ δημοσίῳ ἐγγράφουσι προφάσει τοῦ μὴ καταναλῶσαι τὸ δοθὲν αὐτῷ χρυσίον ἐκ τῶν βασιλικῶν θησαυρῶν εἰς δέον (καὶ γὰρ
δυσμενῶς ἔχων πρὸς αὐτὸν ὁ Νικηφόρος ἔπραττε τοῦτο κα‐205

206

κῶς, τῷ φθόνῳ καὶ τῇ κακοηθείᾳ μὴ προτιμᾶν τὸ συμφέρον εἰδώς, καὶ τιμωρῶν ἐπισφαλῶς τὸν ἀκρίτην, ἐν οὕτω συγχύ‐ σει τῶν πραγμάτων ὑπαρχόντων, καὶ πρὸ τοῦ δοῦναι λόγον τῆς διοικήσεως), τῆς αὐτῆς ἐκείνοις βουλῆς καὶ γνώμης ἐπὶ
5συνθήκαις καὶ ὅρκοις κοινωνὸς ἐχρημάτισε, καὶ πρὸς τὰς ὁμολογίας ταύτας καὶ τὸ τῶν Πατζινάκων ἔθνος συναρμοσά‐ μενος πολεμεῖν τοῖς Ῥωμαίοις μετ’ αὐτῶν ἀσπόνδῳ τῇ μάχῃ συνέθετο. συγκινήσεως οὖν γενομένης τοιαύτης, τὰ περὶ τὸν πόλεμον καὶ τὴν τῆς Ῥωμαϊκῆς χώρας ἐπιδρομὴν αὐτοῖς
10ἐξηρτύετο. Ἐν δὲ τῷ μέσῳ τοῦ Ῥουσελίου τοῖς Τούρκοις κατεχο‐ μένου, πολλὴν ὁ πρόεδρος Ἀλέξιος ἐποιήσατο τὴν σπουδήν, τῷ κάστρῳ τῆς Ἀμασείας ἐνδιατρίβων, ὑπὸ τὴν ἰδίαν χεῖρα τοῦτον ποιήσασθαι. καὶ μέντοι καὶ ταλάντων ἱκανῶν τιμη‐
15σαμένων τῶν Τούρκων τὸν Ῥουσέλιον, τῇ καταβολῇ τῶν ἀπαι‐ τουμένων ὤνιον αὐτὸν ἀπειργάσατο καὶ ὑπὸ τὴν ἰδίαν ὑπη‐ γάγετο χεῖρα, καὶ σιδηροδέσμιον ἀποδείξας διὰ πολλῆς εἶχε καὶ ἀγρύπνου τῆς φυλακῆς. εἶτα πέμψας γράμμα πρὸς τὸν βασιλέα, καὶ παρ’ ἐκείνου πάλιν δεξάμενος, διὰ τῆς Ποντι‐
20κῆς θαλάσσης ἐπεπορεύθη, καὶ τοῦτον εἰς τὴν βασιλεύουσαν μετὰ τῆς αὐτῆς ποδακάκης εἰσήγαγεν. ὁ δὲ βασιλεὺς μὴ προθέμενος εἰς ὄψιν ἑαυτοῦ καὶ θέαν τοῦτον ἐλθεῖν, καί τι
καὶ βουλεύσασθαι βασιλικῆς ἀνεξικακίας καὶ μεγαλοφροσύνης206

207

ἐπάξιον, καὶ προθεῖναι κατ’ αὐτοῦ δικαστήριον, καὶ μετὰ διάγνωσιν καταδίκῃ μὲν θανατηφόρῳ τοῦτον ὑποβαλεῖν, ἀν‐ τιστῆσαι δὲ τῷ δικαίῳ χόλῳ τὸ ἠπιώτατον καὶ φιλάνθρωπον, καὶ οὕτω φυλάξαι τῇ Ῥωμαίων ἀρχῇ τηλικοῦτον στρατιώτην
5καὶ στρατηγόν, δυνάμενον ἐν τοῖς φλεγμαίνουσι κακοῖς τῆς ἑώας ἰάσασθαι πολλὰ τῶν αὐτῆς συντριμμάτων, ὥστε χάρι‐ τας ὁμολογήσαντα τῆς σωτηρίας τῷ βασιλεῖ καὶ ἀνυπερβλή‐ τους εὐχαριστίας πεποιηκότα (ὅπερ πάντως ἀνάγκη τούτῳ ποιῆσαι ἦν, λογικῷ τε ὄντι καὶ φρονήσεως οὐκ ἀμοιροῦντι
10στερρᾶς) λαβεῖν τὴν ἡγεμονίαν τοῦ πολέμου καὶ τῆς πιεζού‐ σης ἐπιδρομῆς ἐλευθερῶσαι τὰ ἑῶα, ὅσον γε ἥκει κατ’ ἀν‐ θρωπίνην ἔννοιαν ἐκ τῆς τῶν προτέρων αὐτοῦ κατορθωμάτων καὶ τολμημάτων κατανοήσεως, —μὴ πεποιηκὼς οὖν οὕτως ὁ βασιλεύς, ἀλλὰ τῷ θυμῷ τὸ πλεῖον ἀπονείμας τοῦ πράγ‐
15ματος, ἔλαθε μεγίστης ἰσχύος καὶ εὐπραγίας ἀποστερήσας τὴν Ῥωμαίων ἀρχήν, ὡς καὶ μετὰ ταῦτα τὰ πράγματα παρε‐ στήσαντο. παραδοὺς αὐτὸν τοῖς βασανισταῖς, ξεσμοῖς ἀνη‐ κέστοις διὰ βουνεύρων, ὥς τινα δοῦλον δραπέτην, αὐτὸν κα‐ θυπέβαλε, καὶ εἰς ἕνα τῶν πύργων κατακλείσας, ζοφώδη καὶ
20ἀφιλάνθρωπον, ἀτημέλητον εἶχε καὶ σχοίνοις σιδηροῖς δέσμιον. Ἔφθη οὖν ὁ Νέστωρ τὴν μελετωμένην ἐκπληρώσας βουλήν, καὶ μετὰ τῶν Πατζινάκων εἰς τὴν Μακεδονικὴν ἐμ‐
βαλών, καὶ ταύτην κακῶς ἄγαν καὶ ἀπηνῶς διαθείς· οὐδὲ207

208

γὰρ εἰς πόλεμον ἀντεπεξελθεῖν αὐτῷ οἱ ἐν Ἀδριανουπόλει συλλεγέντες στρατιῶται ἐτόλμησαν. οὕτως Θρᾷκάς τε ... καὶ μετὰ πλήθους ἀξιολόγου τῆς Βύζαντος ἐγγὺς ἐστρατοπε‐ δεύσαντο. τὸ δ’ ἄλλο πλῆθος ἐπαφῆκε τὰς λοιπὰς πόλεις
5καὶ χώρας ἀποκείρειν τε καὶ δῃοῦν. θέρους δὲ ὥρας ἐνιστα‐ μένης καὶ τῶν καρπῶν ἠρτημένων, οὐ μικρά τις τῶν ἀναγ‐ καίων σπάνις κατεῖχε τὴν βασιλεύουσαν καὶ τὰς λοιπὰς ἑσπε‐ ρίας πόλεις, ὡς καὶ αὐτοῖς τοῖς κτήνεσι τὰς τροφὰς ἐπιλεί‐ πειν, καὶ πανταχόθεν ἐπιστυγνάζειν τοῖς ὅλοις τὸ ἄπορον·
10οὔτε γὰρ ἀξιόλογος στρατιὰ τῇ βασιλίδι παρῆν, τοὺς πολε‐ μίους δυναμένη ἀπώσασθαι, οὔτ’ ἄλλη τις μηχανὴ εὐέλπιδας τοὺς πολίτας ἐποίει πρὸς τὴν τοῦ ἔθνους ἀπαλλαγήν. ἀλλ’ οὐδ’ ὁ βασιλεὺς λόγῳ καὶ φρονήσει καὶ πολυπειρίᾳ διαφέρων ἦν, ὥστε διὰ τῆς οἰκείας ὀξύτητος λύσιν εὑρεῖν τινὰ τοῦ δεινοῦ.
15μία δὲ πᾶσιν ἐδόκει τῶν τοσούτων κακῶν ἀπαλλαγή, ἡ τοῦ ἀπὸ λογοθετῶν Νικηφόρου πρὸς τοὺς πολεμίους ἔκδοσις. τοῦ‐ τον γὰρ ἰσχυρῶς ἐπεζήτει λαβεῖν καὶ κολάσαι ὡς τῶν ὅλων δυσχερῶν αἴτιον, καὶ αὐτίκα τῆς βασιλευούσης ἀπαναστῆναι καὶ δοῦναι τὴν προτέραν ἄδειαν τοῖς Ῥωμαίοις καὶ κατακλη‐
20ρῶσαι τὰ ἑαυτῶν. ἀλλ’ ὁ βασιλεὺς πάντα προέσθαι καὶ πα‐ θεῖν ἕτοιμος ἦν ἢ τὸ ζητούμενον ἐκ μέσου ποιήσασθαι. καὶ τοῦτο γὰρ ἐζητεῖτο καὶ ἐζυγομαχεῖτο τοῖς πλείοσιν, ὥστε κἂν
μὴ ἔκδοτος τοῖς ἐναντίοις δοθῇ παραλυθῆναι τέως αὐτὸν τῆς208

209

τοῦ λογοθέτου ἀρχῆς καὶ ἰδιωτεῦσαι καὶ οἴκαδε καταστῆναι ὡς ἄπρακτον πάντῃ καὶ πᾶσιν ἀπόβλητον, ἵνα καὶ τοῦτο ἀρ‐ κοῦν ἡγησάμενοι πρὸς τιμωρίαν αὐτοῦ οἱ πολέμιοι τῆς στρα‐ τοπεδείας ἀπόσχωνται. ἐπεὶ δὲ οὐδ’ εἰς τοῦτο κατανεύων ὁ
5βασιλεὺς ἐτύγχανεν, οὐδ’ ἑνὸς ἀνδρὸς ἀπραξίας σωτηρίαν τοῦ γένους παντὸς τῶν Ῥωμαίων ἀνταλλάξασθαι πρόθυμος ἦν, βοηθεῖ τούτοις ἄνωθεν ἡ θείᾳ ἀντίληψις ταῖς ἀκλινέσι πρεσ‐ βείαις τῆς παναχράντου δεσποίνης ἡμῶν θεοτόκου. οἱ γὰρ ἀποσταλέντες πρέσβεις παρὰ τῶν Πατζινάκων ἀναπεμφθέντες
10πάλιν εἰς αὐτοὺς ὑπωπτεύθησαν ἔκ τινος ἀπροόπτου αἰτίας ὡς λάθρᾳ διαχειρίσασθαι μέλλοντες τὸν πρωτοσύμβουλον αὐ‐ τῶν καὶ συστράτηγον Νέστορα· καὶ φοβηθεὶς ἐκεῖνος τὸν ἀπὸ μηχανῆς κίνδυνον, ταχέως ἐκεῖθεν ἀναστήσας τὴν στρα‐ τιὰν ὀπισθόρμητος ἤλαυνε. καὶ διελθὼν τὴν Μακεδονικήν,
15καὶ τοῖς ἄλλοις Πατζινάκοις συμμίξας, οἳ τὴν χώραν πᾶσαν κατέτρεχον καὶ κατεληίζοντο, οὕτως εἰς τὰ περὶ τὸν Ἴστρον χωρία καὶ τὰς ἐπαύλεις ἀνέδραμε, πολλὴν ἐπαγόμενος λείαν ἀνθρώπων τε καὶ κτηνῶν καὶ τῆς ἄλλης ἀποσκευῆς. ἐκείνου δὲ ταχέως ἀναχωρήσαντος ἀνακωχὴν τὰ πράγματα ἔλαβον,
20καὶ τῶν γεωργημάτων καὶ τῶν ἄλλων χορτασμάτων ἀδεῶς ἐποίουν οἱ πρὸς ταῦτα τεταγμένοι τὴν εἴσοδον, καὶ τὴν ἀπαλ‐ λαγὴν οἱ πλεῖστοι θαυμασίως ἑώρταζον, τῷ θεῷ καὶ τῇ τού‐
του πανυπερτίμῳ μητρὶ τὰ χαριστήρια νέμοντες.209

210

Μοῖρα δέ τις τῶν ἑσπερίων στρατευμάτων ἐξ Ἀδρια‐ νουπόλεως ἄρασα τῷ βασιλεῖ προσελήλυθεν, εἰπεῖν τε καὶ ἀκοῦσαι παρ’ αὐτοῦ σπεύδουσα τὴν τῶν ἐπιζητουμένων αὐ‐ τοῖς ἀπόκρισιν· ἐπενεκάλουν γὰρ στέρησιν τῶν στρατιωτι‐
5κῶν ὀψωνίων καὶ κακοπαθείας τινὰς ἐξ ἀπρονοησίας τῶν κρατούντων καὶ ἀπληστίας. οἱ δὲ περὶ τὸν βασιλέα ἀδίκως αὐτοὺς μετελθόντες στρατιωτικόν τι πλῆθος εἰς ἐνέδραν αὐτῶν προητοίμασαν, καὶ ὅτε τούτους ἔγνων τῶν ἵππων καταβάντας ἐπὶ τῷ ποιῆσαι τὴν ἔγκλησιν, κατ’ αὐτῶν ἀφῆκαν τοὺς ἐφεδρεύ‐
10οντας· καὶ οἳ περιχυθέντες τοὺς ὁμοφύλους σφοδρῶς καὶ πο‐ λεμίως κατῄκιζον, οἳ μὲν ῥάβδοις σιδηραῖς αὐτοὺς κατατείνον‐ τες, οἳ δὲ ξίφεσι τελείοις ἀναιροῦντές τινας, οἳ δὲ τὰς σκηνὰς αὐτῶν διαρπάζοντες καὶ τοὺς ἵππους συναφαρπάζοντες. τού‐ του δὲ γενομένου πολὺς ἔλεος ἐπῆλθε τοῖς Βυζαντίοις ὑπὲρ τῶν
15ἀναιτίως παθόντων στρατιωτῶν, καὶ κατέγνων τοῦ βασιλέως καὶ τῶν περὶ αὐτὸν οὐκ ἐλαχίστην τὴν ἄνοιαν, ὥστε καὶ αὐ‐ τὸν ἐκεῖνον μετάμελον δέξασθαι καὶ ἀνασῶσαι τούτοις τινὰ τῶν διαρπαγέντων, μὴ μέντοι δέ τι πρᾶξαι τὴν τοιαύτην πα‐ ροινίαν καὶ βλάβην ἀνακαλούμενον, μήτε φιλοτιμίαν τινὰ
20τοῖς στρατιώταις ἀποδοῦναι. ἀλλ’ οἵ γε πρὸς τὰ οἰκεῖα λύ‐ πης οὐ μικρᾶς ἀνάμεστοι ἐπαναστραφέντες οὐκ ἤθελον ἐπὶ τοῦ αὐτοῦ μένειν, ἀλλὰ τοὺς πολεμιωτάτους ἀμύνασθαι διε‐
σκέπτοντο.210

211

Ἐν τούτῳ δὲ τῷ ἔτει καὶ τέρατά τινα κατεφάνησαν εἰς τὴν Βύζαντος. τρίπους τε γὰρ ὄρνις ἐγεννήθη, καὶ παιδίον ἐτέχθη κατὰ μέτωπον ἔχον τὸν ὀφθαλμόν, καὶ τοῦτον ἕνα καὶ μόνον, τραγοσκελὲς δὲ τοὺς πόδας· καὶ προτεθὲν ἐν τῇ
5τῆς διακονίσσης δημοσίᾳ παρόδῳ κλαυθμὸν ἠφίει παιδικῷ προσεοικότα. δύο δὲ τῶν ἀθανάτων στρατιωτῶν πλησίον τοῦ δυτικοῦ τῆς πόλεως τείχους ἐν δημοσίῳ τόπῳ κεραυνόβλητοι γεγόνασιν. οὐ μὴν δὲ ἀλλὰ καὶ ἐν οὐρανῷ κομῆταί τινες παρετείνοντο.
10 Ἐπεὶ δὲ καὶ τὴν ἑώαν οἱ ἐκεῖσε καταναλίσκοντες ἦσαν βάρβαροι καὶ πορθοῦντες καὶ καταβάλλοντες, πλῆθος ἐκεῖθεν ὁσημέραι τῇ βασιλίδι προσέφευγεν, ὅ τε λιμὸς ἐστενοχώρει πάντας, τῇ ἐνδείᾳ τῶν ἀναγκαίων καταπιέζων αὐτούς. ἐπι‐ γενομένου δὲ καὶ χειμῶνος, ἐπεί περ ὁ βασιλεὺς ἀφιλότιμος
15ὢν καὶ σφόδρα φειδωλίας ἐχόμενος οὐδὲν ἐκ τῶν βασιλικῶν θησαυρῶν ἢ τῆς ἄλλης προνοίας εἰσῆγεν ἢ τοῖς ἐν τέλει ἢ τοῖς δημοτικοῖς παραμύθιον, καὶ ἕκαστος περὶ ἑαυτοῦ στυγνά‐ ζων οὐδὲ χεῖρα πλουσίαν εἶχε πρὸς τὸ τοῖς δεομένοις ἐπαρκεῖν καὶ παρέχειν τὰ τῆς ζωῆς ἐφόδια (διὰ γὰρ τούτων τοῖς πενε‐
20στέροις ὡς ἐπίπαν τὰ χρειώδη προσάγονται), πολὺς καὶ ἀμύ‐ θητος θάνατος οὐ τῶν ξένων μόνον ἀλλὰ καὶ τῶν τῆς πόλεως δήμων καθ’ ἑκάστην ἐγίνετο, ὡς καὶ τοὺς νεκροὺς αὐτῶν σωρη‐
δὸν ἔν τε τοῖς λεγομένοις ἐμβόλοις καὶ τοῖς ὑπαίθροις ἀνα‐211

212

κεῖσθαι, καὶ φοράδην κομίζεσθαι πολλάκις ἐν μιᾷ καὶ τῇ αὐτῇ κλίνῃ πέντε καὶ ἓξ νεκροὺς ἀτημελήτους, καὶ πανταχό‐ θεν ἐπιρρέειν τὰ σκυθρωπά, καὶ πάσης κατηφείας πληροῦ‐ σθαι τὴν βασιλεύουσαν. τῶν δὲ καθημερινῶν καὶ παρανό‐
5μων κριμάτων οὐδεμία τις ἀναστολὴ τοῖς κρατοῦσιν ἐγίνετο· ἀλλ’ ὥσπερ μηδενὸς τὸ παράπαν ἐνοχλοῦντος τοῖς Ῥωμαίοις ἀλλοφύλου πολέμου ἢ θείας ὀργῆς, ἢ τοὺς ἀνθρώπους κατα‐ τρεχούσης ἐνδείας καὶ βίας βιωτικῆς, οὕτως ἀδεῶς ἔπραττον τὰ θεομισῆ καὶ τυραννικά. καὶ πᾶν προβούλευμα βασιλικὸν
10εἰς τὸ τοὺς οἰκείους ἀδικεῖν καὶ κατασοφίζεσθαι καὶ θηρεύειν τοὺς βίους αὐτῶν καὶ τὴν ἀφορμὴν τῆς ζωῆς κατεγίνετο. Τί οὖν τὸ ἐντεῦθεν; ἤσχαλλον πάντες καὶ ἐδυσχέραι‐ νον καὶ διηνεκῶς ἐποτνιῶντο πρὸς τὸν θεόν, ἐπιβλέψαι πρὸς τὴν αὐτοῦ κληρονομίαν διὰ παντὸς ἱκετεύοντες, καὶ
15προχειρίσασθαι ἄνδρα ἅμα μὲν καὶ τοὺς τυράννους αὐτοὺς δυνάμενον καθελεῖν, ἅμα δὲ καὶ τὰς τύχας τῶν Ῥωμαίων πρὸς τὸ εὐθυμότερον ἐπαναγαγεῖν φρονήσει καὶ γενναιό‐ τητι καὶ φιλοτίμῳ καὶ φιλοίκτῳ ψυχῇ. καὶ μέντοι καὶ τε‐ τυχήκασιν οὐκ εἰς μακρὰν τῶν κατὰ σκοπόν. προσδεξάμε‐
20νος γὰρ τὴν αἴτησιν αὐτῶν ὁ ἐν ἐλέει ἀμέτρητος κύριος ἀνίστησιν ἄνδρα κρείττονα τῆς εὐχῆς τῶν φοβουμένων αὐ‐ τόν, καὶ τοσοῦτον εἰς ἀρετὴν καὶ μεγαλοφροσύνην καὶ γενναιό‐
τητα καὶ στρατιωτικὴν μεγαλοδοξότητα ὅσον ὁ πρώην βασι‐212

213

λεύων εἰς κακίαν καὶ μικρολογίαν καὶ ἀγενῆ πολιτείαν διεγι‐ νώσκετο. ἦν δὲ οὗτος, ὁ τὸ κράτος δηλονότι ἐκ τοῦ ἐπου‐ ρανίου βασιλέως μνηστευθεὶς καὶ ἄξιος αὐτῷ λογισθείς, Νι‐ κηφόρος κουροπαλάτης ὁ Βοτανειάτης, ὃν πολλαχοῦ τῆς γρα‐
5φῆς ὡς τρισαριστέα καὶ δοκιμώτατον διελάβομεν. οὗτος γὰρ εὐγενὴς τῶν ἀφ’ ἡλίου ἀνατολῶν καθεστώς, καὶ τῆς τῶν ἀνα‐ τολικῶν ἐπαρχίας τυγχάνων πρώτιστος πλούτῳ καὶ γένει καὶ παλαιῶν ἔργων καὶ νέων λαμπρότητι, καὶ τὴν στρατηγίαν ἔχων τοῦ αὐτοῦ θέματος, περίλυπος ἦν ταῦτα ὁρῶν· οὐ γὰρ
10ἔφερε, φύσιν ἔχων εὐσεβῆ καὶ φιλόθεον, ζῆν καὶ τοιαῦτα κα‐ θορᾶν ἀνοσίως πραττόμενα, καὶ πᾶσαν τὴν ἑώαν τοῖς πολε‐ μίοις ἀνάστατον. καὶ αὐτὴν τὴν μεγάλην Κωνσταντινούπολιν πολεμουμένην τοῖς τῶν κρατούντων ἀκρατῶς ἀδικήμασι, καὶ τὴν ἑσπερίαν γῆν κατακειρομένην τοῖς ἔθνεσιν καὶ τοῖς βλαπ‐
15τικοῖς ἐννοήμασιν. ἀλλ’ ἀναφέρων εἰς τὴν τοῦ γένους ἐπι‐ σημότητα, καὶ διανοούμενος ἀκριβῶς ὡς πολλῶν καὶ μεγάλων ἀριστευμάτων καὶ βοηθημάτων ἡ Ῥωμαίων ἀπέλαυσε γῆ παρὰ τῶν προγόνων αὐτοῦ κατὰ διαφόρους καιροὺς καὶ χρόνους, καὶ δεύτερος φανῆναι τούτων ἀνάξιον λογισάμενος, εἰ μὴ βοη‐
20θήσαι τοῖς κάμνουσιν ὀρθοδόξοις, δι’ οὓς Χριστὸς ὁ θεὸς ἡμῶν τὸ οἰκεῖον αἷμα ἐξέχεε, ζηλωτὴς διαπυρώτατος γίνεται, καὶ τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῆς τοῦ Χριστοῦ ποίμνης
καὶ τοῦ ἁγίου ἔθνους αὐτοῦ. καὶ τῆς Τούρκων ἔτι ζεούσης213

214

ἐπιφορᾶς, καὶ πολέμων πανταχόθεν ἀναρριπιζομένων σφο‐ δρῶς, εὐθαρσῶς καὶ γενναίως ἀνθίσταται τούτοις αὐτὸς καὶ ἀνθοπλίζεται κραταιῶς, οὐχ ὅπλοις καὶ πλήθει θαρρήσας στρατιωτῶν (ἦσαν γὰρ προκατειργασμένοι πάντες καὶ κατα‐
5βεβλημένοι ταῖς συνεχέσιν ἐπιδρομαῖς καὶ σφαγαῖς καὶ ἥτ‐ ταις, οἳ δὲ καὶ δεδιότες ἔτι καὶ τούτῳ μὴ συνερχόμενοι), ἀλλὰ τῷ θείῳ σθένει πᾶσαν ἀναθεὶς τὴν ἐλπίδα, καὶ τῷ δι‐ καίῳ ζήλῳ τὴν δεξιὰν ὁπλίσας, κατὰ πασῶν τῶν ἀντικειμένων δυνάμεων παρρησιάζεται τὴν ἀλήθειαν καὶ κατ’ αὐτοῦ τοῦ
10κρατοῦντος, οὐχ ὡς βασιλικῶς διαγινομένου περὶ τὰ πράγ‐ ματα, ἀλλ’ ὡς τυραννικῶς καὶ ἀθέσμως καὶ ἀπρονοήτως χρω‐ μένου τῇ διοικήσει τῶν ὅλων, καὶ εἰς κακὸν βάραθρον συνω‐ θοῦντος τοὺς Αὐσόνας. ἐπεὶ γὰρ γράφων τὸ δέον πολλάκις, καὶ συμβουλεύων τῷ βασιλεῖ μεταβαλεῖν πρὸς τὸ βέλτιον, καὶ
15δικαιοσύνης ὅπλοις καὶ στρατιωτικοῖς μηχανήμασι καὶ δορά‐ των προβλήμασι καταστρατηγῆσαι τῶν ἐναντίων, οὐ μόνον οὐκ εἶχε τοῦτον καταπειθῆ καὶ ὁμόδοξον, ἀλλὰ καὶ δυσμενῶς πρὸς αὐτὸν διακείμενον καὶ μισοῦντα τοῦτον διὰ τὴν εὐσχή‐ μονα συμβουλήν, αὐτὸς τοὺς τηλικούτους ἀγῶνας καὶ τὰ κατὰ
20τῶν ἀλλοφύλων παλαίσματα καὶ τὴν ὑπὲρ τῶν Χριστιανῶν φροντίδα μόνος ὑπέρχεταί τε καὶ ἀναδύεται, καὶ μέσον θεοῦ καὶ ἀνθρώπων τὴν ἀγαθὴν προαίρεσιν καὶ τὸν ἐμφωλεύοντα
τούτῳ σκοπὸν εὐσεβῆ προβαλλόμενος ἄρχεται τοῦ τῶν Ῥω‐214

215

μαίων ἐκθύμως ἀντιλαμβάνεσθαι, πόρρω θέμενος τὴν τοῦ βα‐ σιλέως βαθεῖαν ταύτην ἀπόνοιαν. οἱ δὲ συνελθόντες αὐτῷ μὴ θαρρεῖν αὐτῷ παρεγγυησάμενοι, εἰ μὴ καὶ τῶν παρασή‐ μων τῆς βασιλείας ἐπενδύσηται τὴν λαμπρότητα, ποιεῖται καὶ
5τοῦτο τῆς αὐτοῦ μεγαλοφροσύνης καὶ κοινωφελοῦς ὑπακοῆς ὑπόδειγμα κράτιστον, καὶ περιβάλλεται μὲν χλαμύδα καὶ βύσ‐ σον καὶ ἁλουργίδα, τὴν δ’ εὐφημίαν τοῦ κράτους παρὰ πάν‐ των εἰσδέχεται, δευτέραν ἄγοντος τοῦ ἰουλίου μηνὸς τῆς αʹ ἰνδικτίωνος, ὁπόταν ὁ ἑωσφόρος ἥλιος τὸν ἰσημερινὸν κύκλον
10ἐλαύνων καθαρώτερον ἅμα καὶ λαμπρότερον τὸν περίγειον κόσμον ἐργάζεται, καὶ τοῖς ἀνθρώποις τὴν ἡμέραν μεγίστην καὶ χαρίεσσαν καὶ ὑπερβλύζουσαν τοῖς ἀγαθοῖς ἀποδείκνυσι, καὶ κόσμον ὅλον χαρίτων ἀρρήτων ἐμπίπλησιν. Ἄρχεται τοιγαροῦν τῶν κοσμικῶν ἔργων ὁ νέος οὗτος
15δεσπότης καὶ βασιλεύς. καὶ πρῶτον μὲν καταπλήττει τοὺς Οὔννους ἅπαντας, ὅσοι τὴν ἑώαν κατέτρεχον, καὶ θάμβους καὶ ἀπορίας πληροῖ. καὶ ἤρξατο συρρεῖν ἐπ’ αὐτὸν πλεῖστον ὅσον Τουρκικὸν πλῆθος ἐν δουλικῷ τῷ φρονήματι· παρῆσαν γὰρ τούτῳ αὐτόμολοι, τήν τε δουλείαν ὁμολογοῦντες, καὶ τὴν
20πρὸς αὐτὸν ὁμιλίαν καὶ τὴν αὐτοῦ θέαν εὐεργεσίαν μεγίστην εἶναι κατατιθέμενοι. ἦν γὰρ θεαθῆναι μὲν φοβερώτατος ὁμοῦ καὶ ἡδύτατος τῷ τε καταπληκτικῷ τοῦ μεγέθους καὶ τῇ ἐπι‐
φανείᾳ τῆς ῥώμης καὶ τῷ τῆς ὄψεως χαροπῷ καὶ ἀστραπη‐215

216

βόλῳ. διαλάμπουσαν γὰρ ἔχων τὴν ὄψιν ἀκράτοις τοῖς ἐρυ‐ θήμασι, τοὺς ὀφθαλμοὺς ἐδείκνυ χαρίτων μεστούς, τὸ μέλαν ἄκρατον ἔξωθεν ἐπιτρέχον ὑποδεικνύοντας καὶ κάλλος ἄρρητον ἔνδοθεν ἀποστίλβοντας, τήν τε ὀφρὺν ὑπεραιρομένην δίκην
5ἀψῖδος ἐν ὁμοίᾳ καὶ ἀψευδούσῃ βαφῇ, καὶ τὸ μέτωπον φεγ‐ γοβόλοις προσεοικὸς ταῖς μαρμαρυγαῖς, καὶ τὴν ἄλλην τοῦ προσώπου κατάστασιν ἀναλογοῦσαν τῷ κάλλει καὶ δεύτερον ἥλιον χειροτονοῦσαν ἐπίγειον. καὶ θεαθῆναι μὲν τοιοῦτος ἦν, καὶ κρείττων ἤπερ ἐκπέφρασται· ὁμιλῆσαι δὲ τοσοῦτον χα‐
10ρίεις καὶ εὔθυμος καὶ περιδέξιος ἐς τὰ μάλιστα ὡς Σειρῆ‐ νας μιμεῖσθαι τοὺς φθόγγους αὐτοῦ, πάντας ἕλκοντας πρὸς ἀκρόασιν, καὶ τῶν οἴκοι ποιοῦντας ἐπιλανθάνεσθαι καὶ μόνῳ προσανέχειν αὐτῷ. οὕτως ἐκ πρώτης ἐντεύξεως ἅπασι σχε‐ δὸν πόθος τοῦ βασιλέως ἐνέσκηψεν, οὐ μόνον Ῥωμαίοις ἀλλὰ
15καὶ αὐτοῖς τοῖς ἐναντίοις καὶ μαχιμωτάτοις ἀνδράσι, καὶ ὧν ἡ πρᾶξις τῶν ἀγριωτάτων θηρίων οὐκ ἀποδεῖ· αἰδεῖται γάρ, φησίν, ἀρετὴν καὶ πολέμιος. οἳ δὲ οὐκ αἰδῶ μόνον ἔσχον, ἀλλὰ καὶ φόβον καὶ πόθον τῆς τοῦ βασιλεύοντος θεοειδοῦς ἀναβάσεως.
20 Ἀλλ’ ὁ μὲν περὶ τοῦ κράτους αὐτοῦ λόγος ἀναμεινάτω μικρόν· ἐπεὶ δὲ περὶ τῆς τοῦ γένους αὐτοῦ μεγαλειότητος ἐπεμνήσθημεν, βραχύ τι περὶ τούτου διαλεξώμεθα, ἵνα γνῶσι
πάντες οἵων αὐτῷ τῶν προγόνων ὄντων εἰς περιφάνειαν ἀν‐216

217

δραγαθίας καὶ δόξης ὅσον οὗτος ὑπερηκόντισεν, ὡς μήτε τοῦ‐ τον ἄξιον εἶναι προγόνους ἑτέρους ἔχειν ἢ ἐκείνους μόνους, μήτ’ ἐκείνους ἀπόγονον ἕτερον ἢ τὸν νῦν εὐφημούμενον. ὅπερ δὴ καλῶς ποιοῦν καὶ συνέδραμεν.
5 Ἡ μὲν οὖν τοῦ γένους αὐτοῦ ἀνωτάτω καὶ πρώτη σειρὰ ἐκ τῶν Φωκάδων ἐκείνων ὥρμηται, Φωκάδων ὧν κλέος εὐρὺ κατὰ πᾶσαν γῆν τε καὶ θάλασσαν. οὗτοι γὰρ ὑπερφυῶς τῶν ἄλλων τὸ κράτος ἐν βασιλείοις ἐκέκτηντο, στρατηγίαις τε καὶ δημαγωγίαις καὶ ἀνδρείῳ βραχίονι καὶ γένους ἐπισημότητι
10πάντας ἐπιεικῶς ὑπεραίροντες· ἐνενήκοντα γὰρ καὶ δύο γε‐ νεὰς εὐημεροῦντες κατὰ τὸ συνεχὲς κατὰ πάντων εἶχον τὰ νικητήρια, μηδενὸς ἀνθαμιλληθῆναι δυναμένου καὶ συγκριθῆ‐ ναι τῷ γένει τῶν Φωκάδων ὑπὲρ ἀνδρίας ἢ ἀνδραγαθίας τι‐ νὸς ἢ ὑπατείας μεγίστης καὶ στρατηγίας ἐπιφανοῦς. εἰ δέ
15τις ἀναδράμοι πρὸς τὴν τῶν ἐνενήκοντα καὶ δύο γενεῶν ἀρ‐ χὴν καὶ ἀκρότητα (μέχρι γὰρ τοῦ τῆς ἀοιδίμου λήξεως βα‐ σιλέως κυρίου Νικηφόρου τοῦ Φωκᾶ τὸ ποσὸν τῶν τοιούτων συνεψηφίζετο γενεῶν), εὑρήσει κατηγμένους αὐτοὺς ἀπὸ τοῦ τρισμάκαρος καὶ μεγάλου Κωνσταντίνου, τοῦ πάντων βασι‐
20λέων ὑπέρτερον ἐσχηκότος κράτος ἐν ὑπεροχαῖς ἀγωνισμάτων πολεμικῶν καὶ τοῦ ὑπὲρ τῆς εὐσεβείας ζήλου, ὡς καὶ ἰσαπό‐ στολον λογισθῆναι καὶ τῆς Χριστιανῶν ἀμωμήτου πίστεως
κρηπῖδα τελεσθῆναι καὶ πρόβολον. οὗτος γὰρ ἀπὸ τῆς πρεσ‐217

218

βυτέρας Ῥώμης μεταθεὶς τὴν βασιλείαν εἰς τὸ Βυζάντιον, ἀφ’ ὅτου τὸν Μαξέντιον περὶ τὰς κάτω Γαλλίας κατετροπώ‐ σατο, τῇ ἐπιδείξει τοῦ σταυρικοῦ σημείου τὴν νίκην ἄνω‐ θεν μνηστευθείς, τοὺς ἀξιολόγους τῶν εὐπατριδῶν καὶ τιμίων
5ἐν ταύτῃ τῇ νέᾳ Ῥώμῃ μεθ’ ἑαυτοῦ παραλαβὼν μετῴκισέ τε καὶ συμπολίτας ἑαυτοῦ ἀπειργάσατο, λαμπρὰς οἰκίας τούτοις ἐπιδειμάμενος κατὰ τὴν ἐμφέρειαν τῶν ἐν τῇ παλαιᾷ Ῥώμῃ πολυτελῶς κατεσκευασμένων οἴκων. ἐκ τούτων οὖν, ὡς ὁ λό‐ γος αἱρεῖ καὶ ἡ τοῦ γένους ἀναφορὰ περιάγει, οἱ Φωκάδες
10αὐτοὶ καταγόμενοι τήν τε περιφάνειαν ἄνωθεν ἔσχον καὶ τὸ τῆς ἀνδρίας ἀλκιμώτατον καὶ ἀνύποιστον, ἐκ τῶν ὀνομαστῶν ἐκείνων Φαβίων, ὥς που διὰ βίβλου τινὸς παλαιᾶς ἐχειραγω‐ γήθην ποτέ, τὴν ἀρχὴν τοῦ γένους ἐφέλκοντες. οὗτοι δὲ οἱ Φάβιοι ἐν τῇ παλαιᾷ Ῥώμῃ τὰς πρώτας ἔσχον ἀρχὰς καὶ τι‐
15μάς, καὶ ῥίζα πάντων τῶν εὐγενῶν καὶ κατὰ χεῖρα καρτερῶν ἐγνωρίζοντο· καὶ οὐδεὶς τούτων ἐσφάλη ποτὲ περὶ πελέμους καὶ κινδύνους ἀγωνιζόμενος. ἀλλὰ τὸ εὐγενὲς καὶ ἐπίδοξον οὐκ ἐν τῇ τοῦ γένους εἶχον ἐπισημότητι μόνῃ, ἀλλὰ κἀν τῇ τῶν πράξεων διέφερον λαμπρότητι, καὶ πολλῶν ἀναγκῶν καὶ
20κινδύνων ἀφύκτων σχεδὸν τὴν Ῥώμην διὰ τῆς οἰκείας ἀρε‐ τῆς καὶ μεγαλοφροσύνης καὶ ἀνδρίας ἐρρύσαντο. ἐκ τούτων οἱ Σκηπίωνες, καὶ ὁ Ἀφρικανὸς Σκηπίων ὁ τὸν ἀκαταμάχη‐
τον ἐκεῖνον Ἀννίβαν, τὸν καὶ αὐτὴν τὴν Ῥώμην πολιορκῆσαι218

219

μέλλοντα, περιφανῶς τροπωσάμενος, καὶ τὴν πόλιν ἐκείνου τὴν Καρχηδόνα, μεγάλην καὶ πολυάνθρωπον καὶ ἀνθρώποις νομιζομένην ἀνάλωτον, ἄρδην καταστρεψάμενος, ἥτις καὶ Ἀφ‐ ρικὴ κατωνόμασται. ὃς τῆς τοιαύτης πόλεως καταστρεφομέ‐
5νης παρὰ τῶν ἀμφ’ αὐτὸν οὐ μόνον μὴ ἐπαρθῆναι τῇ νίκῃ λέγεται, ἀλλὰ καὶ δακρύων πληρῶσαι τοὺς ὀφθαλμούς, ἐνθυ‐ μηθέντος τὸ Ὁμηρικὸν ἐκεῖνο ἔπος καὶ γλώσσῃ περιλαλεῖν, τὸ “ἔσσεται ἦμαρ ὅταν ποτ’ ὀλώλῃ Ἴλιος ἱρή” καὶ τὰ ἑξῆς· καὶ διερωτώμενος τοῦ χάριν τοῦτο λαλεῖ, ἀπεκρίνατο ὡς ἔσται
10καιρός ποτε ὅταν ἴσως καὶ ἡ πατρὶς ἡμῶν πολιορκίας περι‐ πέσῃ δεινοῖς. οὕτως οἱ παλαιοὶ στρατηγοὶ τὰς τοῦ μέλλοντος εὐλαβοῦντο τύχας, καὶ τοσαύτην φροντίδα ὑπὲρ τῆς σφῶν πατρίδος ἐτίθεντο. ἐκ τούτων, τῶν Φαβίων φημί, καὶ ὁ Ἀσιατικὸς Σκηπίων ἀνέθηλεν, ἐπεὶ καὶ ἀδελφὸς τοῦ Ἀφρικα‐
15νοῦ ἦν ἐκλήθη δὲ Ἀσιατικός, ὅτι περ εἰς τὴν Ἀσίαν ἐκ τῆς Εὐρώπης διαπεραιωθεὶς μετὰ δυνάμεως μετρίας Ῥωμαϊκῆς Ἀντίοχον ἐκεῖνον τὸν ἐπικληθέντα ἐπιφανῆ μυριάνδροις στρα‐ τιαῖς γεγαυρωμένον, γενναίως κατηγωνίσατο, καὶ τῆς Ἀσίας πάσης ῥωμαλέως κατεκυρίευσε, καὶ ὑπόσπονδον τοῦτον τοῖς
20Ῥωμαίοις πεποίηκε, καὶ θρίαμβον ἐν τῇ Ῥώμῃ κατήνεγκεν ἐπινίκιον. ἐκ τούτων ὁ Αἰμίλιος Παῦλος, ὃς τὸν Μακεδόνων βασιλέα Περσέα καλούμενον, ἀπόγονον δὲ τοῦ μεγάλου Ἀλε‐ ξάνδρου τυγχάνοντα, πολέμῳ νικήσας δι’ ἡμερῶν εἴκοσι τοῖς
Ῥωμαίοις ὑποχείριον σὺν γυναιξὶ καὶ τέκνοις ἀπέδειξε, καὶ219

220

τὸν Περσικὸν πλοῦτον ἐντεῦθεν συναγαγὼν οὐδὲ μέχρι καὶ ἐκπώματος χρυσοῦ ἢ ἀργυροῦ εἰς τὸν ἴδιον βίον εἰσήγαγεν, ἀλλὰ πάντα τῇ πόλει καὶ τῷ φίσκῳ προσήνεγκε, δι’ ἁμαξῶν δισχιλίων τὰ λάφυρα πάντα τοῖς πολίταις καθυποδείξας καὶ
5διὰ τῆς ἀγορᾶς προεκκομίσας εἰς τὸ δημόσιον, καὶ τοῦτο μό‐ νον κερδήσας τῶν τοιούτων τροπαίων, τὸ μετὰ δίφρου βασι‐ λικοῦ κατὰ τὸ εἰθισμένον λαμπρῶς θριαμβεῦσαι, προπορευο‐ μένων αὐτοῦ τῶν τοσούτων λαφύρων, καὶ προσεχῶς τοῦ ἅρ‐ ματος τῶν τε ἄλλων ἐκκρίτων Μακεδόνων καὶ τοῦ αἰχμαλω‐
10τισθέντος βασιλέως αὐτοῦ δὴ τοῦ Περσέως μετὰ τέκνων καὶ γυναικός. οὐ γὰρ πρὸς ἀργύριον καὶ πλούτου ἐπίκτησιν οἱ εὐγε‐ νέστατοι Ῥωμαῖοι τὸ κατ’ ἐκεῖνο καιροῦ ἠγωνίζοντο, ἀλλὰ δι’ εὔκλειαν μόνην καὶ ἀνδρείας ἐπίδειξιν καὶ τῆς ἰδίας πατρίδος σωτηρίαν τε καὶ λαμπρότητα.
15 Τοιούτους κλάδους ἡ τῶν Φαβίων ῥίζα περιφανεῖς ἀνα‐ δεδωκυῖα, χρόνοις ὕστερον οὐκ ὀλίγοις καὶ τοὺς Φωκάδας ἡμῖν ἐπιδέδωκεν, ὥσπερ μεταφυτευθέντας ἐξ ἑτέρας γῆς εἰς ἑτέραν ἐπίτοκον ἄρουραν. ἡ γὰρ διὰ πάντων ἀκρότης καὶ τὸ τῶν πράξεων συμφυὲς καὶ ὁμόζηλον καὶ ἡ τῶν ὀνομάτων πα‐
20ρίσωσις ἀπαράγραπτον αὐτοῖς μαρτυρίαν τοῦ γένους καὶ ἀναμ‐ φίβολον δείκνυσιν. Εἰ δὲ καὶ Ἰβηρικὴν συμφυΐαν ἐξ ἑνὸς μέρους τοῖς Φωκάσι παρομαρτεῖν λέγεται, καὶ τοῦτο μᾶλλον πιστότερον τὸν λόγον
ἡμῶν διατίθησιν. οἱ γὰρ Ἴβηρες ἐκ τῆς Κελτικῆς ἀνεφάνη‐220

221

σαν γῆς. ἣ γὰρ Ἰβηρία κυρίως καὶ αὐτὴ ἡ Κελτιβηρία πρὸς τὰ δυσμικὰ μέρη τῆς Ῥώμης διάκεινται, πρὸς τὸν ἑσπέριον ὠκεανόν, ἥτις νῦν Ἱσπανία κατωνομάζεται. τῆς Ῥώμης γὰρ ὑπὲρ τὴν Ἰταλίαν κειμένης τὰ μὲν πρὸς ἥλιον ἀνίσχοντα μέρη
5ἄνω Γαλλίαι διονομάζονται, τὰ δὲ πρὸς ἥλιον δύνοντα μέχρις Ἄλπεων ὀρῶν κάτω, ὅπου νῦν ἡ Νεμιτζία γνωρίζεται, τὸν ἴδιον ἄρχοντα ῥῆγα κατονομάζουσα. τὰ δὲ πρὸς ἐγκάρσια μέρη τῶν Ἄλπεων ὡς πρὸς νότον ἄχρι τοῦ ἑσπερίον ὠκεα‐ νοῦ Ἰβηρία καὶ Κελτιβηρία ἐλέγοντο, τῶν εἰσρεόντων ἐκεῖσε
10ποταμῶν τῇ χώρᾳ χαρισαμένων τουτὶ τὸ ὄνομα. ἐκεῖθεν γὰρ τὸν μὲν βουλόμενον τὴν μὲν παρακειμένην ἀκτὴν παραπλεῖ‐ σαι πρὸς τὰς κάτω Γαλλίας ὁ τῶν Ἡρακλείων στηλῶν πορθ‐ μὸς ἐκδέχεται, τὸν δὲ πρὸς ἀνατολάς, ἐνδοτέρω δηλονότι τῆς χώρας ἐπεκτεινομένου τοῦ αἰγιαλοῦ, πρὸς τὰ μέρη τῶν Βρετ‐
15τανικῶν νήσων καθοδηγεῖ καὶ προτρέπεται. τῷ δὲ βουλομένῳ πρὸς τὰς τῶν Μακάρων νήσους ἀπᾶραι ὁ ἀπόπλους ἀχανὴς παρατείνεται· ἀπέχουσι γὰρ τῆς γῆς μέτρον μιλίων χιλίων. δύο δὲ αἱ νῆσοι εἰσίν, οὐ πολὺ ἀλλήλων ἀπέχουσαι, παντοίων ἀγαθῶν καὶ ποικίλων διηνεκῶς βρίθουσαι, καὶ πόαν μαλακὴν
20καὶ εὐώδη δι’ ὅλου τοῦ ἔτους τρέφουσαι. ἀπῳκισμέναι γὰρ οὖσαι τῆς κοσμικῆς ἰλύος, καὶ τῆς τοῦ ἀέρος ἐπιμιξίας, ἥτις ἐκ τῶν δυσόδμων τῆς γῆς αὐχμῶν ἐπιγίνεται, οὐδ’ ὅλως με‐
ταλαμβάνουσαι, ὑγιεινότατον καὶ ἄλυπον τοῖς ἐκεῖσε ἀνθρώ‐221

222

ποις καὶ κτήνεσι τὸν βίον πεποίηνται, καὶ διατριβὴν ἡδίστην καὶ ἀπράγμονα καὶ χαρίεσσαν πάντῃ καὶ εὐζωίαν παρέχου‐ σιν. οἱ οὖν τὴν Ἰβηρικὴν οἰκοῦντες, ἄνδρες ἀνδρειότατοί τε ὄντες καὶ ἰσχυρῶς παλαμώμενοι, διὰ παντὸς τοῖς Ῥωμαίοις
5ἀντεπολέμουν, καὶ καρτερίας ἔργα καὶ ἀρετῆς κατ’ αὐτῶν ἐπεδείκνυντο· καὶ δυσχερῶς αὐτῶν οἱ Ῥωμαῖοι μεγίστῳ καὶ ἀνυποίστῳ θάρσει καὶ ἀνεκδιηγήτοις ὁρμαῖς ἐκυρίευσαν, ὡς διὰ χρόνου σπονδὰς ἐπιτελεσθῆναι τούτοις καὶ ἀναμὶξ σύνθε‐ σιν ἐξ ἐπιγαμβρείας καὶ μετοικιῶν πρὸς ἀλλήλους. διὸ καὶ
10ὁ μέγας ἐν βασιλεῦσι καὶ παναοίδιμος Κωνσταντῖνος μοῖραν οὐκ ἐλαχίστην ἐκεῖθεν, ἐκ τῶν ἑσπερίων Ἰβήρων, ἀποτεμόμε‐ νος εἰς τὴν ἑώαν μετῴκισεν ἐν τοῖς τῆς Ἀσσυρίας μέρεσι, καὶ ἔκτοτε τὴν κλῆσιν τῆς Ἰβηρίας ἡ δεξαμένη τούτους χώρα προσέλαβε. πρότερον γὰρ Ἀσσύριοι καὶ ταύτην ᾤκουν τὴν
15χώραν, ἔπειτα Μῆδοι, μετὰ δὲ χρόνους ἱκανοὺς οἱ Ἀρμένιοι· καὶ οὐκ ἂν εὕροι τις ἐπὶ τῶν ἄνω χρόνων Ἴβηρας μνημονευο‐ μένους ἐνταῦθα ἐν παλαιαῖς ἱστορίαις, εἰ μὴ ἐξ οὗπερ Κων‐ σταντῖνος τούτους αὐτόθι κατῴκισεν. ἐκ τούτων οὖν εἴπερ οἱ ἐκ τοῦ γένους τοῦ Φωκᾶ μετάληξιν εἶχον γένους, ὡς ὁμο‐
20χώρων γενομένων ποτὲ καὶ αὐτοχθόνων ἀπὸ τῆς ἐν τῇ Ῥώμῃ συμφυΐας καὶ συναυλίας, οὐδεμία διαφορὰ εὐγενῶν ἀπ’ ἀλ‐ λήλων καὶ ἀνδρείων συνεληλυθότων εἰς μιᾶς συμπλήρωσιν
κοσμιότητος.222

223

Καὶ τὰ μὲν τοῦ γένους τῶν Φωκάδων, ὅσα γε ἥκει κατὰ τὰς προσεχεῖς ἡμῶν γενεάς, περίφημά τε καὶ περιβόητα· καὶ μαρτυρεῖ τούτοις τά τε τῶν ἄνωθεν διηγήματα καὶ ὁ βασι‐ λεὺς κῦρις Νικηφόρος ὁ Φωκᾶς, ὃς τὰ Ῥωμαίων πράγματα
5κατειληφὼς ἐν στενῷ κομιδῇ καὶ ἀπόρῳ περιιστάμενα τῇ τῶν Σαρακηνῶν καὶ Ἀράβων ἐπιστρατείᾳ καὶ πρὸ τῆς βασιλείας ἀνεκτήσατό τε καὶ ἀνεζώωσε, πολλοῖς πόνοις καὶ ἀγῶσι πολε‐ μικοῖς καταστρατηγήσας τῶν ἐναντίων ἄχρι Νικαίας ληιζομέ‐ νων τὴν ἑώαν, καὶ εἰς τὴν τῶν Κιλίκων κατακλείσας αὐτούς·
10εἶτα καὶ τὴν μεγίστην νῆσον τῆς Κρήτης ἀνασώσας τῇ Ῥω‐ μαίων ἀρχῇ, πρᾶγμα δυσμεταχείριστόν τε καὶ δυσκατόρθω‐ τον, εὐσεβὴς δὲ ὢν τὰ πρὸς τὸν θεὸν καὶ βουλεύσασθαι δια‐ γνωστικώτατος καὶ στρατηγὸς ἀνδρειότατος, καὶ τὰ μὲν ἐκ θεοῦ καὶ θείας δυνάμεως, τὰ δὲ συμβουλίαις ἀρίσταις καὶ στρατιω‐
15τικαῖς γενναιότησιν, εἰς τέλος εὐκταιότατον καὶ μακάριον συ‐ νεπέρανεν. Ἵνα δὲ γνοῖεν οἱ ἐντυγχάνοντες τοῖσδε τοῖς γράμμασι, τί βούλεται ἡμῖν τὸ τῆς εὐσεβείας ἐγκώμιον ἐν τοῖς στρατιω‐ τικοῖς παραγγέλμασι, προσθήσομέν τι τῷ διηγήματι.
20 Μέλλοντος αὐτοῦ διαπεραιωθῆναι στόλῳ βαρεῖ πρὸς τὴν Κρήτην κἀκεῖσε τὸν ἀπόπλουν ποιήσασθαι, συνῆλθον αἱ τριή‐ ρεις καὶ τὸ τῶν ὁλκάδων πλῆθος εἰς τὸ τῶν Θυγέλλων λε‐
γόμενον κατατόπιον· καὶ γενομένης τῆς ἐμπλωίσεως ἐνταυ‐223

224

θοῖ ἠρώτησεν ὁ Φωκᾶς, δομεστικὸς ὢν πάσης ἀνατολῆς τηνι‐ καῦτα καὶ τῷ τῶν μαγίστρων ἀξιώματι ἔντιμος, πῶς ὁ τόπος ἀφ’ οὗπερ ἐξορμῆσαι μέλλει κατονομάζεται. καὶ ἐπείπερ ἐμε‐ μαθήκει ὅτι Φύγελλα τούτῳ τὸ ὄνομα, οὐ κατεδέξατο τοῦτο
5ποιήσασθαι ὁρμητήριον, ἀλλὰ πέραν ἐκ πολλοῦ διαστήματος ἀκρωτήριον τοῖς ὀφθαλμοῖς ἐπελθὼν ἐπύθετο περὶ τούτου, ποῖον τοῦτό ἐστι καὶ ὅπως προσαγορεύεται, καὶ μαθὼν ὅτι Ἁγία τῷ ἀκροθινίῳ τὸ ὄνομα, τὰ μὲν ἐμβεβλημένα πάντα τοῖς πλοίοις ἐν τοῖς Φυγέλλοις πάλιν ἀπερεύξασθαι τὰ πλοῖα
10πεποίηκε, τὸν δὲ στόλον ἅπαντα τῇ γῇ τῆς Ἁγίας προσοκεῖ‐ λαι, διαταξάμενος ἐκεῖσέ τε τὴν ἐμπλώισιν καὶ τὴν ἐξόρμησιν τῆς ναυτικῆς δυνάμεως, συμβόλῳ χρηστῷ καὶ ἀγαθῷ χρηστη‐ ρίῳ τῷ τόπῳ τῆς ἁγιωσύνης χρησάμενος, καὶ τὸ Φυγέλλων ὡς φυγὴν προαινιττόμενον ἀποτιναξάμενος. διὰ τοῦτο καὶ
15χρονίσας ἐν τῇ νήσῳ τῇ Νηῷ λεγομένῃ μετὰ τοῦ στόλου παν‐ τός, οὐδένα μὲν εἶχε τὸν ὁδηγήσοντα πρὸς τὴν νῆσον τὴν Κρήτην, διὰ τὸ ἀγνοεῖν πάντας τὴν ὁδὸν ἐκείνην ἐκ τοῦ χρό‐ νοις πολλοῖς μὴ παροδεῦσαι ἐκεῖθεν πλοῖον Ῥωμαϊκόν· ἀορά‐ τως δὲ νῆαι Καρπαθικαὶ δύο τὸν κατάπλουν ἐπ’ αὐτὸν ποιη‐
20σάμεναι προωδοποίησαν αὐτῷ τὴν ὁδοιπορίαν καὶ εἰς Κρήτην ἀπήγαγον, τοῦ θεοῦ πάντως τὰ κατ’ αὐτὸν διιθύνοντος, ὡς εὐαρεστουμένου τῇ εὐλαβείᾳ τῆς πίστεως.
Καὶ ὅπως μὲν μετὰ τὸ τῇ νήσῳ προσμῖξαι καὶ οἵαις224

225

ἐχρήσατο μηχαναῖς καὶ στρατηγικαῖς ἐμπειρίαις πρὸς τὴν τοῦ πλήθους καὶ τὴν τῶν ὁλκάδων διάσωσιν, μὴ ὄντος λιμένος τῇ Κρήτῃ (ἀλιμένευτος γὰρ πᾶσα ἐστί), μακρὸν ἂν εἴη διεξελ‐ θεῖν· ὃ δὲ παραδοξότατόν ἐστι καὶ πρὸς τὴν τοῦ ἀνδρὸς
5εὐσέβειαν, λέξων ἔρχομαι. περιταφρεύσας τὰ ἴδια πλοῦς πλησίον τοῦ κάστρου τοῦ Χάνδακος (τοῦτο γάρ ἐστι τῆς Κρήτης τὸ ἰσχυρότατον καὶ ἡγεμονικώτατον φρούριον) ἐκά‐ θητο πρὸ τῆς πόλεως ὡς ἀπὸ σταδίων τριῶν, δημηγορῶν τοῖς ὄχλοις καὶ τοῖς συστρατιώταις καὶ συνταγματάρχαις
10καὶ ναυάρχαις ὅσα τῷ καιρῷ καὶ τοῖς περικειμένοις ἀγωνί‐ σμασι πρόσφορα· ἐκ μηχανημάτων δὲ τοῖς τείχεσιν ἐπι‐ καθημένων σφενδονηθεῖσα πέτρα μέσον τούτων μετὰ πολ‐ λοῦ τοῦ ῥοίζου κατέπεσε, μηδένα μὲν ἀδικήσασα τῶν Ῥω‐ μαίων, φόβον δὲ καὶ ἔκπληξιν οὐ μετρίαν τοῖς ὅλοις ἐνστά‐
15ξασα. ὁ δὲ Φωκᾶς οἰκείαις χερσὶ τὸν ἀπορριφέντα λίθον ἀνακουφίσας, καὶ δείξας τοῖς παροῦσιν ὡς εὐμεγέθης καὶ χερμάδης ἐστὶ καὶ τοσοῦτον ἀπέπτη διάστημα ὅσον οὐδενὶ τῶν πετροβόλων ὀργάνων ἐν τοῖς καταπονηθεῖσι περὶ Κιλι‐ κίαν κάστροις ἐκλακτίσαι προσγέγονε, παρηγγύησε πᾶσιν ἀν‐
20δρικώτερον διατεθῆναι καὶ συντονώτερον ὡς εἰς ἄνδρας ἐληλα‐ κόσι Λαιστρυγόνας ἢ Κύκλωπας. πρώτην δὲ φυλακὴν καὶ ἀνδρίαν ἀκαταγώνιστον ἔθετο καὶ ἄγκυραν ἀσφαλεστάτην
ὑπέδειξε τὴν εἰς τὴν θεομήτορα καὶ πάναγνον δέσποιναν κα‐225

226

ταφυγὴν καὶ παράκλησιν· καὶ αὐτίκα, μηδὲ βραχύ τι μελλή‐ σας, ναὸν ἐκεῖσε τῆς παναχράντου δεσποίνης καὶ θεοτόκου δομηθῆναι προσέταξε. καὶ πολλῶν ὄντων τεχνιτῶν ἐν τοῖς πλοίοις, καὶ χειρῶν ἐν μυριάσιν ἀριθμουμένων, ναὸς ἀπηρ‐
5τίσθη διὰ τριῶν ἡμερῶν περικαλλὴς καὶ σεβάσμιος, σφαιρο‐ ειδῆ τὸν ὄροφον ἔχων καὶ παραπτέροις κεκοσμημένος καὶ κίοσι καὶ προνάοις, καὶ κόσμῳ διηνθισμένος μαρμάρων καὶ μορφαῖς ἁγίων περιαστράπτων, καὶ ὅλως ἀπηρτισμένος εἰς ὡραιότητα. καὶ προσέταξε σημῆναι τὸ ἐπαγωγὸν πρὸς εὐ‐
10σέβειαν. καὶ καταμαθόντες οἱ ἐν τῷ ἄστει τὴν τοῦ ξύλου φωνήν, ἐθαύμασάν τε τὸ ταχὺ καὶ σύντονον τοῦ οἰκοδομή‐ ματος καὶ τὸ προσφώνημα τῆς εἰς δοξολογίαν ἀγούσης σάλ‐ πιγγος, καὶ θορύβου πλησθέντες καὶ ταραχῆς μερίδα τὴν νῆ‐ σον τῆς Ῥωμαϊκῆς δυνάμεως προϋπετόπασαν ἔσεσθαι.
15 Τούτοις τοῖς ἔργοις τῆς εὐσεβείας παρακληθεὶς ὁ θεὸς τὴν ὑποκρυπτομένην τῶν Σαρακηνῶν, καὶ ἄρδην ἀπολέσαι μέλλουσαν αὐτὸν σὺν τῇ στρατιᾷ, φανερὰν ἀπειργάσατο. ἦν γὰρ συγκείμενον τοῖς τε τοῦ Χάνδακος Σαρακηνοῖς καὶ τοῖς τὴν χώραν οἰκοῦσι (πολλὴ γὰρ ἡ χώρα τῆς Κρήτης καὶ πο‐
20λυάνθρωπος, ἑβδοματικῶν ἡμερῶν δρόμον καὶ πλείω τὸ μῆ‐ κος ἔχουσα εὐζώνῳ ἀνδρὶ) διὰ μιᾶς ἡμέρας ὀρθριώτερον ἀπὸ
συνθήματος ἐπιτεθῆναι τοῖς Ῥωμαίοις καὶ μέσον αὐτοὺς ἐμ‐226

227

βαλεῖν, ὡς μηδὲ πυρφόρον, ὃ δὴ λέγεται, πρὸς τὴν Ῥωμαίων ἐπανελθεῖν. καὶ ἦν τοῦτο εὐχερὲς μὲν τοῖς ἐναντίοις καὶ κράτιστον, ἄφυκτον δὲ τοῖς Ῥωμαίοις πρὸς ἧτταν παντελῆ καὶ κατακοπήν. ὁ δὲ ποιῶν τὸ θέλημα τῶν φοβουμένων αὐ‐
5τὸν θεὸς ἕτερον τοῦτο παθεῖν ἀσεβῆ καὶ ἀσυλλόγιστον στρα‐ τηγὸν ἄξιον εἶναι ἐδίκασεν, εὐλαβῆ δὲ καὶ δίκαιον, οἷος ἦν ὁ Θωκᾶς, οὐδαμῶς. διὰ τοῦτο καί τισι τῶν Σαρακηνῶν δύο σκοπὸν ἐντίθησιν αὐτομολῆσαι πρὸς τοὺς Ῥωμαίους καὶ τῷ Φωκᾷ καταμηνῦσαι τὴν τοιαύτην ἐπιβουλήν· οἳ καὶ προσελ‐
10θόντες αὐτῷ καὶ τὸ ἀπόρρητον φανερώσαντες ἐπιεικέστερον πεποιήκασι. μηδαμῶς οὖν ὑπερθέμενος ἀνίστησι τὸ στρατό‐ πεδον, κἀκεῖθεν ἄρας νυκτὸς ἀθρόως ἐπεισπίπτει τοῖς ἔξω‐ θεν κατεστρατοπεδευμένοις ἔτι τυγχάνουσι, καὶ καταπλήξας αὐτοὺς τῷ ἀλαλαγμῷ καὶ τῇ ἐκτάξει τῆς στρατιᾶς καὶ ταῖς
15ἑκατέρωθεν προσβολαῖς φυγεῖν ἀτάκτως ἠνάγκασε, καὶ πολὺν φόνον αὐτῶν ἐργασάμενος, καὶ πᾶσαν τὴν πανοπλίαν αὐτῶν καὶ αὐτοὺς ἀπολωλεκώς, διέλυσεν ἅπαντα τὸν ἐκεῖθεν φόβον καὶ πᾶσαν τὴν δύναμιν τῆς νήσου παρέλυσεν. ἀγνοούντων δὲ τῶν ἐντὸς τὸ συμβεβηκός, πόλεμον αὐτοῖς πολιορκητικὸν
20εὐθὺς ἐπανέσεισεν. οἳ δὲ τὰς βεβουλευμένας αὐτοῖς φυγῆς ἀντεχόμενοι, καὶ τῶν ἐκτὸς προσδοκῶντες τὴν ἔφοδον, παρε‐ σκευάζοντο πρὸς τὴν ἔξοδον. ὡς δὲ καὶ ὁ Φωκᾶς πετροβό‐
λοις ὀργάνοις τοὺς ἐπὶ τῶν τειχῶν ἀντημύνατο, κἀκεῖνοι λίθους227

228

ἔβαλλον κατ’ αὐτοῦ, προστάξας αὐτὸς κεφαλὰς τῶν κατακο‐ πέντων ἔναγχος ἀνταπέστελλεν. οἳ δὲ ταύτας ἰδόντες καὶ τῷ παραδόξῳ καταπεπληγμένοι, ἄλλοι δὲ καὶ γνωρίσαντες συγ‐ γενῶν ἢ φίλων καὶ ὁμογνίων τυγχάνειν τὰ κάρηνα, καὶ τὸ
5πάθος μὴ ἐνεγκόντες, τὰς τρίχας κατέτιλλον καὶ τὸ θράσος εἰς θρῆνον μετέβαλον. Εἶτα πολλοῖς στρατηγήμασι καὶ σοφίσμασι καὶ ταύτην τὴν πόλιν παραστησάμενος ὁ Φωκᾶς, οὕτω πᾶσαν τὴν νῆσον ὑποτελῆ καὶ ὑπόφορον τοῖς Ῥωμαίοις ἀπέδειξε, καὶ Χριστια‐
10νῶν καὶ ὀρθοδόξων ἀντὶ Σαρακηνῶν πεποίηκεν οἰκητήριον. καὶ νῦν ἔστιν ὁ κατασκευασθεὶς παρ’ ἐκείνου περικαλλὴς ναός, καὶ ἐπ’ ὀνόματι τῆς θεοτόκου τιμώμενος καὶ τοῦ μαγίστρου λεγόμενος, καὶ αὐτὸς ὁ Φωκᾶς ἀνεστηλωμένος ἐν τούτῳ νικητὴς καὶ τροπαιοῦχος, δεῖγμα τῆς ἀνδρίας αὐτοῦ καὶ εὐσεβείας
15τῆς τηλικαύτης νήσου παριστῶν τὴν κατάκτησιν. καὶ εἶδον τοῦτον ἐγὼ τῇ νήσῳ ἐπιδεδημηκώς· καὶ ἔστιν ἐμφερὴς πάντῃ τῷ προμνημονευθέντι βασιλεῖ κυρίῳ Νικηφόρῳ τῷ Βοτανειάτῃ, πίστεως ἀκριβοῦς σύμβολον τοῦ εἶναι τοῦτον ἐκείνου ἀπόγο‐ νον. εἰ δὲ μὴ διὰ τὴν εὐσέβειαν αὐτοῦ καὶ εὐλάβειαν συνῆν
20αὐτῷ ἡ θεία ἀντίληψις, πάντως ἄπορος ἂν ἐγεγόνει καὶ ἡ πρὸς τὴν Κρήτην ὁδὸς καὶ ἡ τῶν βεβουλευμένων τοῖς ἐναν‐ τίοις φανέρωσις, καὶ ἢ ἄπρακτος ὑπεχώρησεν, ἢ κατάβρωμα
τοῖς πολεμίοις ἐγεγόνει καὶ καταπάτημα· ἔχων δὲ δι’ ἀρε‐228

229

τῆς τὸ θεῖον συναντιλαμβανόμενον, τά τε τῶν ἐναντίων ἐμυ‐ ήθη ἀπόρρητα καὶ κατορθωμάτων καὶ αὐχημάτων ἀπήλαυσε. Τῶν δὲ λοιπῶν αὐτοῦ προτερημάτων ποιεῖσθαι κατά‐ λογον περιττὸν πάντως τῇ παρούσῃ γραφῇ. πλήρης γὰρ τού‐
5των πᾶσα γραφή τε καὶ ποίησις, ὅπως ἑκατοντάχειρας μυ‐ ριάδας Ἀράβων δύο ἀκαταμαχήτων, ὥσπερ τις ἀσώματος, καταστράψας πόλεις ἀμυθήτους ὑποσπόνδους πεποίηκε, τήν τε μεγάλην Ἀντιόχειαν καὶ Μελιτηνὴν Ταρσόν τε καὶ Γερμα‐ νίκειαν καὶ τὴν ἐν ταῖς Μόψου κρήναις καὶ αὐτὴν Ἄδαναν
10καὶ τὰς περιοίκους πάσας, αἳ λόγῳ συντετμημένῳ ῥηθῆναι οὐ δύνανται. ἐκεῖνα δέ μοι ἐρρήθη ὡς τοῖς πολλοῖς συγγρα‐ φεῦσιν ἀδιεξόδευτα. Ἀλλ’ οὗτος μὲν πάρεργον γενόμενος γυναικὸς καὶ τοῦ ἰδίου ἀνεψιοῦ Ἰωάννου τοῦ Τζιμισχῆ, οἷα τὰ τοῦ θεοῦ κρί‐
15ματα, πολλὴν τοῖς ἀνθρώποις ἀφῆκεν ἀνίαν καὶ τῇ Ῥωμαίων ἐπικρατείᾳ στυγνότητα· οἱ δὲ τοῦ γένους αὐτοῦ ἐδιώχθησαν μὲν ὑπὸ τῶν μετέπειτα βασιλέων διὰ τὸ βάρος τῆς τύχης καὶ τὸ τῆς ἀνδρίας ἀξίωμα περιώνυμον, ἔμεινε δὲ τῇ μετέ‐ πειτα γενεᾷ ὥσπερ τις σπινθὴρ ὑπαυγάζων τὸ γένος τῶν Βο‐
20τανειατῶν, ἐν τῷ στρατῷ διαλάμπων τοῦ κυρίου Βασιλείου τοῦ πορφυρογεννήτου, ὃς τεσσαρακοστὸν ἔτος τοῖς Βουλγάροις
ἀντιτασσόμενος, καὶ μυρίοις πόνοις καὶ ὅπλοις ἀντιπαρατατ‐229

230

τόμενος, ἕνα μόνον εἶχε βοηθὸν καὶ συλλήπτορα, βουληφόρον ἅμα καὶ στρατηγὸν καὶ ἱππότην καὶ δεξιὸν ἀρχιστράτηγον, τὸν Βοτανειάτην Νικηφόρον, ὃς πάππος ἦν τῷ προλελεγμένῳ βασιλεῖ. τέλος δὲ τοῦ πολέμου, μετὰ τὸ καταπολεμηθῆναι καὶ
5ἡττηθῆναι τὸ τῶν Βουλγάρων ἔθνος ὑπὸ τῆς αὐτοῦ δεξιᾶς (ἦν γὰρ τηνικαῦτα τῷ περιβλέπτῳ τῶν βεστῶν ἀξιώματι τε‐ τιμημένος, ἐλαμπρύνετο δὲ καὶ τῇ τοῦ δουκὸς περιφανεστάτῃ ἀρχῇ), τὸν εὐγενῆ καὶ ἀληθέσι στρατιώταις ἐράσμιον θνήσκει μαχόμενος θάνατον. τρεψάμενος γὰρ τοὺς Βουλγάρους, καὶ
10διώκων ἐν τῇ κλεισούρᾳ τῇ λεγομένῃ τοῦ Κλειδίου, οὐκ ἀνίει σφάττων καὶ κατατιτρώσκων αὐτούς, ἕως εἰς ἀκρωρείας ἀνελ‐ θών, ἔνθα καὶ ἑτέρους ἑώρα Βουλγάρους καταφυγόντας, ἐσ‐ φάλη τῆς ἱππασίας, τοῦ ἵππου κατολισθήσαντος ἐν πλαξὶ λι‐ θίναις καὶ σὺν αὐτῷ κατακρημνισθέντος, ὥστε καταπλαγέντας
15τοὺς ἐναντίους τὴν ἀνυπέρβλητον ὁρμὴν τοῦ ἀνδρὸς μηκέτι τοῖς Ῥωμαίοις τολμῆσαι εἰς χεῖρας ἐλθεῖν, ἀλλὰ τὸν μὲν ἄρχοντα τούτων, Σαμουὴλ κατονομαζόμενον, σύντρομον φυγεῖν καὶ ἀποθανεῖν ἐν τῷ λιμνίᾳ νήσῳ τῆς Πρέσπας, τοὺς δὲ λοι‐ ποὺς ἅπαντας ὑποσπόνδους ἑαυτοὺς ἐγχειρίσαι τῷ βασιλεῖ
20καὶ γενέσθαι δούλους δι’ ἀρετὴν ἑνὸς ἀνδρὸς καὶ γενναιότη‐ τος μέγεθος. Ἐπεὶ καὶ ὁ τούτου υἱὸς Μιχαήλ, πατὴρ τοῦ βασιλέως,
μέγα τι καὶ ὑπεράνθρωπον ἐνεδείξατο καρτερίας καὶ ἀνδρα‐230

231

γαθίας κατὰ τῶν ἀντιπάλων προτέρημα. πλήθους γὰρ ἀμυ‐ θήτου Βουλγάρων ἐπιστρατεύσαντος τῇ Θεσσαλονικέων μη‐ τροπόλει, οὐ κατεπλάγη πρὸς τὰς τοσαύτας δυνάμεις αὐτῶν, καὶ τῶν τειχῶν ἐντὸς ἑαυτὸν περιέστειλεν, ἀλλ’ οἷά φασιν
5εἰπεῖν αὐτὸν τὸν Ἀλέξανδρον, ὡς εἷς μάγειρος πολλῶν προ‐ βάτων ἀγέλας οὐ δέδοικε, ταῦτα διανοησάμενος καὶ εἰπὼν ἐξῆλθε μετ’ ὀλίγων τῶν παρατυχόντων αὐτῷ συστρατεύεσθαι. ἔχων γὰρ τὴν τοιαύτην ἡγεμονίαν πατρῴαν, καὶ τῷ ζήλῳ μο‐ νονουχὶ ἐκπυρακτωθείς, καὶ ἅμα μένους καὶ φρονήματος
10εὐγενοῦς ἀκαταμαχήτου πνέων, καὶ τοσοῦτον νικῶν τῷ τῆς ἰσχύος διάρματι ὅσον οἱ ἀντικείμενοι τῷ πλήθει καὶ ταῖς πα‐ νοπλίαις ἐδόκουν ἁβρύνεσθαι, πρὸς μάχην ἐκ τοῦ εὐθέος αὐτοῖς ἀντιπαρετάξατο, καὶ μετὰ πολλῆς τῆς ῥύμης καὶ τοῦ ἀκρατοῦς ῥυτῆρος εἰς μέσους τοὺς πολεμίους γενόμενος ἅπαν
15τὸ πεδίον ἐκεῖνο σωμάτων νεκρῶν κατεσφαγμένων ἐπλήρωσε, μηδενὸς δυνηθέντος ἀθάνατον πληγὴν ἐκ τῆς τούτου χειρὸς ἀπενέγκασθαι. ἐπήρχοντο μὲν γὰρ αὐτῷ κατὰ φάλαγγας οἱ πολέμιοι πανταχόθεν, τῷ σώματι τούτου τὰς ἀκμὰς τῶν ξι‐ φῶν ἐπερείδοντες, οὐδαμῶς δὲ τῆς ἱππικῆς ἕδρας αὐτὸν ἀπο‐
20κρούσασθαι ἴσχυον· ἀλλὰ φασγάνῳ τὰ δόρατα τούτων ἀπο‐ τέμνων καὶ τὰς σαρίσσας, οὕτω τοὺς πολεμήτορας ὑπὸ γῆν κατηκόντιζεν, οὗ μὲν κεφαλὴν ἐν μιᾷ πληγῇ σὺν τῇ χειρὶ διατέμνων, ἄλλον δὲ δεικνύων ἡμίτομον, τὸν δὲ καὶ καρατο‐
μῶν, καὶ μυρίοις εἴδεσι πληγῶν καταστρέφων καὶ καταπλήτ‐231

232

των αὐτούς. οἱ δὲ Βούλγαροι, πλῆθος ὄντες ἀνεξερεύνητον καὶ ἀριθμῷ καθυποβληθῆναι μηδ’ ὅλως δυνάμενον, περισ‐ χόντες αὐτὸν εἰς μέσον ὥσπερ ὑδάτων πολλῶν ἀχανὲς πέλα‐ γος, οὕτως αὐτὸν ἀποπνῖξαι καὶ εἰς ἀδιεξόδευτον βυθὸν κα‐
5ταποντίσαι διηγωνίζοντο, οἷα πέρ τισι κύμασι τοῖς τύμμασι τῶν δοράτων καὶ τῶν ἄλλων πολεμικῶν ὀργάνων συνεχῶς αὐτὸν ἐπιπλήττοντες. ἀλλ’ ἐκεῖνος βρυγμῷ λέοντος κατ’ αὐ‐ τῶν ἐξορμῶν, καὶ τοὺς ἐπεισπεσόντας ἐξαισίοις ἀναχαιτίζων πληγαῖς, ὁδὸν ἑαυτῷ ἐποίει καὶ πρόσβασιν ἑκατέρωθεν. καὶ
10μετὰ τὸ γνῶναι πάντας τὸ τούτου ἀκρατὲς καὶ πρὸς τὰς ἀν‐ δραγαθίας εὐσταθὲς καὶ ἀνίκητον, οὐκέτι πρὸς ἀντικαταστά‐ σεις ἀγχεμάχων ἀπὸ χειρῶν εἰς χεῖρας πρὸς μάχην αὐτῷ συνίσταντο, ἀλλὰ χορείαν μονονουχὶ συστησάμενοι σὺν θαύ‐ ματι μεγάλῳ δι’ ἑκηβόλων ὀργάνων τὸν πόλεμον συνερρήγ‐
15νυον, ἕως αὐτὸς τοῖς ὑποχωροῦσιν ἐπιφερόμενος ἧτταν αὐ‐ τῶν μεγίστην καὶ τροπὴν ἀπειργάσατο· καὶ τοσοῦτον ὅτι μετὰ τὴν νίκην ἀπιδὼν πρὸς τὸ πλῆθος τῶν πεσόντων καὶ τῶν φευγόντων, καὶ οἷον αὐτῷ ἔργον ὑπὲρ ἀνθρωπίνην ἰσχὺν ἐξείργαστο, σκοτοδινίας πλησθεὶς καὶ φύσεως ῥευστῆς εἶναι,
20τοῖς ἀνθρωπίνοις δεινοῖς καὶ πάθεσι κατακλινομένης, ὑποδει‐ κνύς, αὐτομάτως ἐκ τοῦ ἵππου πρὸς γῆν καταρρεύσας συν‐ νένευκε, διάβροχος μὲν καὶ λελουμένος ὢν τῷ τῶν πολεμίων
ἀπλέτῳ καὶ ποταμίῳ αἵματι, οὐχ ἧττον δὲ καὶ τῷ οἰκείῳ καὶ232

233

μαρτυρικῷ περιρρεόμενος λύθρῳ. ἐθαύμασαν αὐτὸν ὑπερ‐ φυῶς καὶ ὑπερηγάσθησαν τό τε πολέμιον καὶ πᾶν τὸ Ῥωμαϊ‐ κόν, καὶ δῆμοι πάντες ἀνθρώπων πρὸς τοῦτο ἐξεθαμβήθησαν. τὸ δὲ γένος τῶν Θετταλῶν ἑώρτασε μὲν ὑπὲρ ἅπαντος τὴν
5τῆς πόλεως λύτρωσιν, ἔθυσε δὲ θεῷ καὶ τῷ μεγαλομάρτυρι Δημητρίῳ τὰ σῶστρα, ἔθυσε δὲ καὶ αὐτῷ τῷ τούτου θερά‐ ποντι Μιχαὴλ τῷ Βοτανειάτῃ τὴν ἐξ ἰσοθέων ἀγώνων ἐπι‐ νίκιον εὐφημίαν καὶ εὔκλειαν. ἐζήτει δὲ τὸν ἀθλητὴν ἡ σω‐ θεῖσα πόλις δι’ αὐτοῦ, καὶ διὰ σπουδῆς ἐποιεῖτο τὴν τούτου
10εὕρεσιν. καὶ ζητοῦσα σὺν ἐπιμελείᾳ καὶ διαδρόμῳ πολλῷ εὗρεν αὐτὸν κείμενον ἐν ὡπλισμένῳ καὶ ἀνδρείῳ φρονήματι, καὶ τὸ ξίφος τοῖς δακτύλοις περιεχόμενον καὶ μηδαμῶς ἀφιέ‐ μενον, ἕως μετὰ πολλῆς θεραπείας καὶ τεχνικῆς ἐπιστήμης ἀφῆκε μὲν τὸ ξίφος ἡ χείρ, τῶν ὀνύχων τῇ παλάμῃ προση‐
15λωθέντων αὐτοῦ τῷ ἐμμανεῖ τῆς κατὰ τῶν πολεμίων ἐπεί‐ ξεως, αὐτὸς δὲ δορυφορούμενος, καὶ μεγίσταις εὐφημίαις καὶ κρότοις καὶ δορυφόρων ἀλαλαγμοῖς καὶ ἐγκωμίων πλοκαῖς καταστεφόμενος ὡς ἀριστεὺς ἀπαράμιλλος, εἰς τὴν πόλιν ἐθριάμβευσε, τοῦ κάρου ἤδη ἀνενεγκών, καὶ πᾶσαν τὴν Ῥω‐
20μαίων χαρᾶς καὶ θυμηδίας πεπλήρωκεν. ὁ δὲ τὰ σκῆπτρα τῆς ἀρχῆς ἐγκεχειρισμένος κύριος Βασίλειος, ἀναφέρων μὲν καὶ πρὸς τὸ τοῦ γένους αὐτοῦ ἐπίσημον καὶ περίδοξον, ἀνα‐
φέρων δὲ καὶ πρὸς τὰς πατρῴας ἀνδραγαθίας, καὶ τὴν τοῦ233

234

παρόντος κατορθώματος ἐκπληττόμενος ἀσύγκριτον ἔπαρσιν, υἱὸν αὐτὸν ἀπεκάλει καὶ μέλος ἴδιον, καὶ τὸ ὄνομα τούτου διὰ γλώττης εἶχε. καὶ ὁρῶν ἐπόθει τοῦτον, καὶ ποθῶν ἐτίμα, καὶ πιστότατον ἅμα καὶ οἰκειότατον καὶ στρατιώτην ἀκατα‐
5γώνιστον εἶχε καὶ ἐλογίζετο, καὶ διαλλακτῆρα τῶν μεγίστων καμάτων καὶ πολέμων ἐτίθετο ἀσφαλῆ, ὡς τῇ παρουσίᾳ τού‐ του φευγόντων τῶν ἐναντίων καὶ νῶτα διδόντων εὐθύς. ὅθεν καὶ σὺν αὐτῷ μὲν καὶ τῷ πατρὶ τὴν κατὰ τῶν Βουλγάρων ἤρατο νίκην, καὶ τῆς Βουλγαρίας δυσκαταμαχήτου καὶ πολ‐
10λῆς καὶ δυσαλώτου γινωσκομένης παντάπασι, καὶ μηδενὶ τῶν βασιλέων ὑποταγείσης ἐπὶ πολύ, καὶ παρὰ τοῦτο μὴ ἀνιείσης τῇ Βύζαντος τὸ ἀνέσιμον καὶ τὴν χορηγίαν τῶν ἀναγκαίων, λαμπρῶς καὶ σὺν πολλῇ τῇ ἀκμαιότητι ἐκυρίευσε· καὶ κα‐ τέστη τῇ Ῥωμαίων βασιλείᾳ πρὸς ἑσπέραν ἐν εὐπραγίᾳ καὶ
15γαλήνῃ τὰ πράγματα, καὶ ἀντὶ τῆς πρὶν ἐνδείας δαψιλῆ τὴν ἀφθονίαν καὶ τὴν εὐκληρίαν εὐθύμως ἀπείληφεν. Ἐπὶ δὲ τῆς ἑώας διακυκωμένων τῶν Ἀβασγῶν καὶ ἀν‐ τιδοξούντων τῷ βασιλεῖ καὶ προφανῶς ἀνταιρόντων (ἐθάρ‐ ρουν γὰρ οὐ τῷ πλήθει μόνον, ἀλλὰ καὶ τοῖς τῶν ὅπλων
20ἰσχυροτάτοις προβλήμασιν, ὡς μὴ ἑαυτοὺς μόνον ἀλλὰ καὶ τοὺς ἵππους τεθωρακισμένους καὶ ἀτρώτους πανταχόθεν περικαλύπτοντες), πάλιν αὐτὸς ὁ Βοτανειάτης πρωταγω‐
νιστὴς καὶ πρόμαχος ἐγνωρίζετο καὶ τοῦ κρατοῦντος ὑπέρ‐234

235

μαχος· τοῦ γὰρ βασιλέως κατ’ ἐκεῖνο τὰς Ῥωμαϊκὰς δυ‐ νάμεις ἐλάσαντος, καταπληκτικοὶ μὲν ἀγῶνες καὶ μάχαι περιφανεῖς καὶ πανημέριοι συνερράγησαν, οὐδεμιᾶς δὲ τού‐ των ὁ Βοτανειάτης ἐναπολέλειπτο, ἀλλ’ ἠγωνίζετο μὲν ὥσπερ
5τις ἑκατοντάχειρ καὶ δεύτερος Ἡρακλῆς ἢ ὑπὲρ τὸν Ἡρα‐ κλέα ἐκεῖνον τοῖς ἄθλοις ἐπιγαννύμενον (οὐ γὰρ τρισκαιδέκα‐ τον ἆθλον ἀλλ’ ἑκατονταπλάσιον ἤνυεν), ἔνθα δὲ κάμνον ἑω‐ ρᾶτο καὶ καταπῖπτον κέρας Ῥωμαϊκόν, ἐκεῖσε καταλαμβάνων αὐτὸς ἀνεκτᾶτο τὸ ἀνιώμενον, καὶ θάρσους πληρῶν εὐτολμό‐
10τερον ἐποίει καὶ νικᾶν παρεσκεύαζε. ταῦτα οὐκ ἐπὶ μιᾶς ἐκστρατείας τῆς κατὰ τῶν Ἀβασγῶν αὐτῷ διηγώνιστο, ἀλλὰ καὶ ἐπὶ δευτέρας. δὶς γὰρ ὁ βασιλεὺς τοῖς Ἀβασγοῖς τὸν πόλεμον ἐπιτέθεικε. καὶ τῇ μὲν πρώτῃ μαχησμὸς ἁπλῶς πε‐ ριγέγονε καὶ ἧττα τῶν Ἀβασγῶν, οὐ παντελὴς δὲ καταστροφή.
15τῇ δευτέρᾳ δὲ σφοδρᾶς γενομένης καὶ φιλοτίμου τῆς παρα‐ τάξεως οὐδεὶς μὲν Ῥωμαίων θανάτῳ περιπέπτωκεν, ἢ ὅσον εὐαρίθμητοι καὶ τῶν ἀσήμων τινές, τραυματίαι δὲ πολλοὶ κατεφάνησαν, τῶν δ’ Ἀβασγῶν φόνος ἀπείριτος γέγονε, τῶν μὲν ἐν τῇ συμβολῇ τοῦ πολέμου θανατωθέντων, τῶν δὲ ἐν
20τῷ φεύγειν πεσόντων. παντελοῦς γὰρ γενομένης αὐτῶν τρο‐ πῆς καὶ διώξεως, ἀκορέστως οἱ Ῥωμαῖοι δίκην ἀγρίων προ‐ βάτων τούτους κατέθυον. ὁπότε καὶ ὁ τούτων ἐθνάρχης (Γεώργιος ἡ κλῆσις αὐτῷ) ἐπὶ λόφου ἱστάμενος καὶ τὸ τῶν
Ῥωμαίων καταπλαγεὶς σύνταγμα καὶ συγκίνημα, καὶ παρ’235

236

ἐλπίδας τὴν ἧτταν τῶν ἰδίων θεώμενος (ἐν χερσὶ γὰρ ἔχειν ἐδόκει τὴν νίκην, καὶ τοῖς ἀμφ’ αὐτὸν παρῄνει ζωγρίαν πρὸς αὐτὸν τὸν τῶν Ῥωμαίων βασιλέα κομίσαι καὶ μὴ σιδήρῳ τε‐ μεῖν), ἀμεταστρεπτὶ καὶ αὐτὸς εἰς φυγὴν ὥρμησε, δρομαίῳ
5καὶ ἀελλόποδι ἵππῳ τὴν ἑαυτοῦ πιστεύσας σωτηριώδη κατα‐ φυγήν, τὸν υἱὸν αὐτοῦ Παγκράτιον ἐνέχυρον δοὺς τῷ βασι‐ λεῖ δοῦλον. ἐντεῦθεν τὰ χρηστὰ πάντα τοῖς Ῥωμαίοις κατά τε Ἀσίαν καὶ Εὐρώπην συνήντησεν. ἐντεῦθεν τῷ Βοτανειάτῃ τὸ περιβόητον καὶ περίλαμπρον ὄνομα καὶ ἡ πρὸς τὰ βασί‐
10λεια φιλία περιποιεῖται καὶ χάρις ἐπίμονος. Τί δέ; οὕτως ἔχων εὐκλείας καὶ εὐπραγίας ὁ ἀνήρ, καὶ παρὰ πάντων θαυμαζόμενός τε καὶ δοξαζόμενος καὶ τοῖς ἐξ ἔργων μεγαλουργήμασι σεμνυνόμενος, μέγα φρονῶν ἦν ἐπὶ τοῖς ἑαυτοῦ κατορθώμασι, καὶ ἀλαζονείᾳ κατεπαιρόμενος τῶν
15πολλῶν, καὶ τοῖς ἀστικοῖς ὡς ἀγοραίοις τισὶ καὶ ἀόπλοις μὴ εὐθύμως καὶ προσηνῶς ὁμιλῶν καὶ συναυλιζόμενος, ἀλλ’ ὥσπερ τινὲς τῶν κεκρατημένων τῷ πάθει τῆς κενοδοξίας, ἑαυ‐ τὸν ὑπεραίρων καὶ τῷ κόμπῳ τερατευόμενος τὸ ἀνόμοιον, οἷα φιλεῖ τοὺς πολλοὺς ποιεῖν τῶν στρατιωτῶν; οὐ μὲν οὖν οὐδ’
20εἶδέ τίς ποτε Μιχαὴλ τὸν Βοτανειάτην πολίτου κατεπαιρόμε‐ νον, ἢ μυκτῆρα τοῦτόν τινος καταχέοντα, ἢ ἔξω αὑτὸν ποι‐ οῦντα τῆς τῶν πολιτῶν συναυλίας καὶ συμφυΐας, ἢ ἀστειό‐
τητος ἀποδέοντα, ἢ καλοκαγαθίας καὶ γαλήνης καὶ μειδιάμα‐236

237

τος μεστοῦ χαρίτων ἑαυτὸν ἀποξενοῦντά ποτε, ὡς εἶναι θαῦμα μέγιστον τοῖς ἀνθρώποις καὶ ἀξιέραστον. ὅσον γὰρ τοῖς στρατιωτικοῖς ἀγῶσιν ἀνύποιστος ἦν καὶ θυμοειδὴς καὶ κα‐ ταπληκτικὸς τὴν ὁρμήν, τοσοῦτον ἐν ταῖς ἀνέσεσι καὶ ταῖς λε‐
5γομέναις ἐκεχειρίαις καὶ ταῖς κατὰ τὴν βασιλίδα διατριβαῖς ἡδύτατος καὶ μειλίχιος καὶ φιλόστοργος πρὸς τοὺς Βυζαν‐ τίους, καὶ λόγους ἀστείους φιλῶν καὶ τοὺς ἀστεϊζομένους προσοικειούμενος, καὶ ἀπαξιῶν ἑαυτὸν ἑτέρῳ καλεῖσθαι ὀνό‐ ματι ἢ τῷ τὴν ἐπωνυμίαν παρέχοντι αὐτῷ ἐκ τῆς πόλεως.
10διὰ τοῦτο καὶ παρὰ πάντων ἠγαπᾶτο διαφερόντως, καὶ κοι‐ νὸν ὄφελος καὶ ἐκαλεῖτο καὶ ἐγινώσκετο, πανδαισία τε καὶ εὐφημία κοινή, στρατιώτης τε ἀπαράμιλλος καὶ πολίτης ἀσύγ‐ κριτος. ἦν γὰρ πρὸς τούτοις καὶ μεγέθει διαλάμπων καὶ ὄψει ταπεινώσει τε φρονήματος καὶ συναναστροφῆς κοσμιό‐
15τητι καὶ μειδιάματος ἱλαρότητι, εἰς ἄκρον δόξης καὶ περι‐ λάμψεως ἑαυτὸν ἀνυψῶν τῇ κοινῇ τοῦ πλήθους εὐλογίᾳ καὶ συντονίᾳ τῆς ἀνυμνήσεως. Ἐκ δὴ τούτων τῶν ἀρίστων καὶ μεγίστων ἕξεων αὐτοῦ καὶ ἐντεύξεων, καὶ ὧν μετ’ αὐτὸν ὁ τούτου ὡραιότατος κλά‐
20δος ἔν τε τοῖς στρατιωτικοῖς ἀγωνίσμασι καὶ τροπαίοις καὶ τοῖς πολιτικοῖς διακοσμήμασι καὶ ἀρρήτοις ἐγκαλλωπίσμασι (συγγενῆ γὰρ πάντα καὶ ὁμότροπα καὶ ὁμοφυῆ τῷ πατρὶ ὁ
υἱὸς ἐπεδείκνυτο), διπλοῦν τὸ τῆς ἀγάπης καὶ τὸ τῆς ἐρασμιό‐237

238

τητος τοῖς τῶν ἁπάντων ψυχαῖς ἐγένετο, καὶ παγκόσμιος ἦν πόθος, καὶ μία γλῶσσα τὸ στέφος αὐτῷ τῷ υἱῷ τῆς βασι‐ λείας ἀξίως ἐκ πολλοῦ τοῦ χρόνου ἐπιφημίζουσα. καὶ οἱ μὲν εἰδότες αὐτὸν καὶ ἄκρως ἐξησκημένοι τὴν ἄκραν αὐτοῦ εὐ‐
5τολμίαν τε καὶ ἀνδρίαν καὶ αὖθις πάλιν τὴν ἀγαθότητα καὶ πλουτοποιίαν καὶ τὸ πρᾶον καὶ τὸ ὁμιλητικὸν καὶ ἀστεῖον καὶ εὔχαρι, ἀφ’ ἑαυτῶν εἶχον τὴν μαρτυρίαν, κεχηνότες ἀεὶ καὶ δι’ εὐχῆς ποιούμενοι τὸ τῆς βασιλείας τούτῳ περίοπτον κράτος ἔσεσθαι· οἱ δὲ μὴ εἰδότες ἢ πρὸς ὀλίγον γινώσκοντες, ἐξ
10ἀκοῆς τυγχάνοντες ἐρασταί, οὐχ ἧττον ἐκείνων τὴν ὑπὲρ αὐ‐ τοῦ ἐπιθυμίαν καὶ τὴν διάθεσιν ἔτρεφον. ὡς δ’ ἡ φήμη τῆς αὐτοῦ ἀναρρήσεως τὴν βασιλίδα κατέλαβε, μετέωροι πάντες γεγόνασι καὶ χαρμονῆς ἐνεπλήσθησαν. καὶ ἦν ἰδεῖν τοὺς ἀν‐ θρώπους πτερὰ περιθεῖναι ἑαυτοῖς, εἰ οἷόν τε ἦν, βουλομέ‐
15νους, καὶ πρὸς αὐτὸν ἀποπτῆναι, καὶ παίδων ἐπιλαθέσθαι καὶ γυναικῶν καὶ αὐτῶν οἰκιῶν. ὃ δὴ καὶ πολλοὶ τῶν ἀστι‐ κῶν πεποιήκασιν. ἀλογήσαντες γὰρ καὶ φόβου παντὸς τοῦ τότε κρατοῦντος εἰς τὸ Βυζάντιον καὶ τιμωρίας δι’ αἵματος καὶ οὐσιῶν καὶ τῶν τοῦ γένους φιλτάτων καὶ τῶν ἐν μέσῳ
20τῆς ὁδοῦ κόπων, καὶ μηδὲ τῶν ὁδοσκοπούντων καὶ τῆς ὑπαί‐ θρου κρατούντων Τούρκων τὸ πλῆθος δείσαντες, συχνοὶ καθ’ ἑκάστην ἀπηυτομόλουν πρὸς αὐτόν, πρᾶγμα πρὶν γενέσθαι μὴ
πιστευόμενον. οὐδέπω γάρ τινά τις εἶδεν ἀπὸ τῆς βασιλευ‐238

239

ούσης εἰς ἐπαρχίαν προσρυέντα τινὶ ἀντάραντι, καὶ τότε ὅτε μηδὲ πολέμιοι τὴν πᾶσαν χώραν κατεῖχον καὶ ταῖς ὁδοῖς ἁπάσαις ἐφήδρευον, μᾶλλον δὲ ἀπ’ ἐκείνων εἰς τοὺς κατὰ τὴν βασιλίδα κρατοῦντας πολλοὺς εἰσρέοντας. νῦν δὲ ἄνω ποτα‐
5μοὶ τὸ πρᾶγμα κεχώρηκε. τοῦ χάριν; ὅτι τοὺς μὲν κρατοῦν‐ τας τυράννους ἔγνων οἱ ἄνθρωποι καὶ ἀδίκως καὶ ἀφελῶς τὴν βασιλείαν ἰθύνοντας, τὸν δ’ ἐκτὸς ἀρετῇ διαλάμποντα, καὶ ἀληθείᾳ καὶ πραότητι καὶ δικαιοσύνῃ κατακοσμούμενον, καὶ ἱκανὸν βασιλείας κράτος ἐν καιροῖς ἀνωμάλοις ἀσφαλῶς
10διακυβερνῆσαι, κράτος τῇ τῶν κρατούντων κακονοίᾳ πρὸς ὄλι‐ σθον οὐ μικρὸν καὶ βάραθρον ἀπωλείας ἤδη συννεῦον καὶ ἀνωθούμενον. τῶν τοίνυν ἀνθρώπων οὕτως ἐχόντων γνώμης καὶ προαιρέσεως, συνεπεψηφίζετο καὶ θεὸς ἄνωθεν, καὶ δε‐ ξιὰ πάντα τούτῳ καὶ πρὸ τῆς ἐπιδημίας θαυμαστὰ διετίθετο,
15ὡς καὶ αὐτὴν τὴν μητέρα καὶ τοὺς συγγενεῖς ἅπαντας τοῦ κρατοῦντος ἐκείνῳ τὴν βασιλείαν ἐπιτρέπειν συγκατατίθεσθαι, καὶ διαπέμπεσθαι πρὸς αὐτόν, καὶ τὰ ἐπιβατήρια ψάλλειν αὐτῷ καὶ διαδονεῖν μετὰ τῆς λοιπῆς τῶν πολιτῶν ὁμηγύρεως. τὸ δὲ δὴ κρεῖττον καὶ λόγου παντὸς ὑψηλότερον ἢ παραδο‐
20ξότερον, ὅτι περ οἱ Τοῦρκοι, τῆς ἀνατολῆς πάσης κυριεύσαν‐ τες ἤδη, τοῖς αὐτομολοῦσι πρὸς τὸν Βοτανειάτην πολίταις
ἅμα καὶ ἀγροίκοις ἐμποδὼν οὐ καθίσταντο· ἀλλὰ τινὲς μὲν239

240

ἀοράτῳ δυνάμει τοὺς πολεμίους ἐλάνθανον, οἱ δὲ πλείους ἐνέ‐ πιπτον μὲν αὐτοῖς, πρὸς δὲ τὸν νῦν βασιλέα μανθάνοντες αὐτοὺς κατεπείγεσθαι συνεχώρουν αὐτοῖς καὶ ἀβλαβεῖς διετί‐ θουν, ἀβλαβῶς καὶ φιλίως πρὸς τὴν αὐτοῦ βασιλείαν καὶ προ‐
5σηγορίαν παρὰ πᾶσαν ἀνθρωπίνην ὑπόνοιαν διακείμενοι. Καὶ ἡ μὲν Κωνσταντινούπολις καὶ οἱ τῶν ἐκτὸς ἐπιει‐ κέστεροι οὕτω κραδαινομένας εἶχον τὰς οἰκείας ψυχὰς καὶ συννενευκυίας πρὸς τὴν αὐτοῦ ἐπικράτειαν· ὁ δὲ βασιλεὺς οὐδὲν τῶν θείων κριμάτων καὶ δοξοποιῶν εἰς νοῦν βαλλό‐
10μενος οὔτε τῶν κακίστων ἀπείχετο πράξεων, καὶ μήτε τὸ τοῦ ἀνδρὸς ἀξίωμα καὶ τὴν ἐξ ἔργων ἰσχὺν καὶ τὴν ἄκραν εὐγέ‐ νειαν αἰδούμενος ἦν, καὶ ἐννοῶν κοινωνὸν τῆς βασιλείας λα‐ βεῖν καὶ τοὺς θύραθεν πολεμίους κατατροπώσασθαι δι’ αὐτοῦ, καὶ τοῖς ὑπηκόοις τὴν ἐλευθερίαν περιποιήσασθαι, ἀλλὰ τῶν
15Τούρκων ὡς οἰκειοτάτων καὶ φιλίων ἀντιποιούμενος διεπέμ‐ πετο πρὸς αὐτούς, καὶ δώροις ἀμέτροις καὶ παντοδαπαῖς ὑπο‐ σχέσεσι διηρεθίζετο κατ’ αὐτοῦ, ὥστε παντὶ σθένει καὶ μηχανῇ καταγωνίσασθαι τοῦτον, καὶ ἢ μαχαίρας ἔργον ποιήσασθαι εἴτ’ αἰχμάλωτον θέσθαι καὶ ὤνιον τοῖς μισοῦσιν αὐτόν. ἀλλ’
20οὐκ ἦν πρὸς θεοῦ τὸ τηλικοῦτον ἄνδρα τοῖς κρείττοσιν ἔργοις κεκοσμημένον ἐπιεικῶς, τοῖς ζητοῦσιν αὐτὸν ἐπιθυμίας ἀδί‐ κου παραστῆσαι ὑπόθεσιν. διὰ τοῦτο καὶ ταῖς μὲν ὑποσχέ‐
σεσι τοῦ βασιλέως ἐθέλγοντο καὶ παρεκινοῦντο οἱ Τοῦρκοι, ἡ240

241

δὲ θεία ἀντίληψις ἄλλως αὐτοῖς διετίθει τὴν ἔκβασιν· προ‐ σήρχοντο γὰρ μᾶλλον τῷ Βοτανειάτῃ, καὶ τὴν δούλωσιν ἐπηγ‐ γέλλοντο, καὶ συμμαχεῖν ὑπισχνοῦντο, καὶ τῇ μοίρᾳ τούτου συνέταττον ἑαυτούς. ὅσοι δὲ πρὸς ἀντικαταστάσεις καὶ μά‐
5χας ἐτράποντο, παρ’ αὐτοῦ καὶ τῶν ἰδίων στρατιωτῶν ἐξό‐ χως ἡττώμενοι πολλοὺς μὲν τῶν οἰκείων ἀπέβαλον, ἄλλοι δὲ φόβῳ βληθέντες φυγῇ τὴν σωτηρίαν αὑτῶν ἐπραγματεύοντο. πολλοὶ δὲ τῶν Ῥωμαίων ἀντικαταστῆναι τούτῳ θελήσαντες αὐ‐ τοῖς φρουρίοις ἑάλωσαν.
10 Τρίτην δὲ ἄγοντος τοῦ ὀκτωβρίου μηνός, καὶ μέλλοντος τοῦ Βοτανειάτου τὴν βασιλικὴν ἐπιστῆσαι σκηνήν, καὶ ταύ‐ της σκηνοπηγίαν προτρεψαμένου γενέσθαι διὰ τὴν ἔξοδον καὶ τὴν εἰς τὴν βασιλεύουσαν πρόοδον (ἐν πεποιθήσει γὰρ ἦν ὡς δρομαίως τῆς βασιλευούσης βασιλικῶς ἐπιβήσεται), θαῦμά
15τι καὶ τέρας ἐξαίσιον ἐν ὀφθαλμοῖς καθωράθη πάντων. ἄυ‐ λον γὰρ πῦρ, ὡς ἀπὸ πηγῆς ἀναβλύζον καὶ πρὸς ἀέρα χεό‐ μενον, πρὸς τὴν ἑώαν κατεφάνη περὶ πρώτας νυκτὸς φυλακάς. καὶ ἦν ὁ ἀὴρ φλογὸς καθαρᾶς πεπλησμένος, καὶ φέρων τὸ τοῦ πυρὸς ῥεῦμα μέχρι Χαλκηδόνος καὶ Χρυσοπόλεως κατα‐
20πληκτικὸν καὶ λίαν ὑπερφυές· οὐδέπω γὰρ οὐδεὶς εἶδε πῦρ ἄυλον ἐπὶ γῆς ὡς ἀπὸ πηγῆς ἀναβλύζον καὶ τὸ περιέχον ἅπαν ἐκπυροῦν καὶ ἀποσπινθηρίζον οὐχ ἥκιστα. ἀπὸ δὲ Χρυσο‐
πόλεως τὸν τοῦ στενοῦ πορθμὸν ὑπερβεβηκὸς πῇ μὲν τὰ ἐν241

242

Βλαχέρναις ἀνάκτορα περιέλαβε, πῇ δὲ τὴν ἄλλην ἀρκτικὴν ἐπιφάνειαν, καὶ περιεσώθη μέχρι πολλοῦ, πᾶσιν ἀναφανδὸν ἐπικηρυκευόμενον παρουσίαν ἐκ τῆς ἑώας μεγάλης δυνάμεως. οἱ δ’ ἐπιστημονικώτεροι τῶν Θεωμένων, καὶ συμβολικῶς τὸ
5δέον ἐπιγινώσκοντες, ἀπὸ Λάμπης λαμπτῆρα φωσφόρον ἐπι‐ δημῆσαι τοῖς βασιλείοις προεσήμαινον, ὥστε χρηματίσαι τοῖς μὲν ἀγαθοῖς καὶ τὰ ὑπὲρ αὐτοῦ φρονοῦσι φῶς καὶ θυμηδίαν καὶ χαρὰν ἀνεκλάλητον, τοῖς δὲ κατ’ αὐτοῦ μελετῶσι καὶ ἀν‐ τιταττομένοις αὐτῷ φλόγα τῷ ὄντι πυρὸς κατατήκουσαν τού‐
10τους καὶ κατακαίουσαν. καί γε τῆς συμβολικῆς προρρήσεως οὐ διήμαρτον· δηλώσει δὲ προϊὼν ὁ λόγος. Τοῦ δὲ ὀκτωβρίου μηνὸς παρεληλυθότος ἀποστατική τις κακόνοια τὴν ἑσπέραν αἰφνιδίως περιεδόνησεν. εἰς γὰρ Ἐπί‐ δαμνον, τὸ νῦν κεκλημένον Δυρράχιον, τὴν δουκικὴν ἔχων
15ἀρχὴν Νικηφόρος πρόεδρος ὁ Βρυέννιος, καὶ ταύτης παρα‐ λυθείς, βασιλέως ἑαυτῷ περιέθηκεν ὄνομα, καὶ τοῖς ἐκεῖσε στρατιώταις καὶ ὀπαδοῖς καὶ συστρατιώταις χρησάμενος ἔξει‐ σιν ἐκεῖθεν πρὸς Ἀδριανούπολιν. ὁ τούτου αὐτάδελφος, Ἰω‐ άννης ὀνομαζόμενος, τινὰς τῶν ἑσπερίων δυνάμεων εἰς τὴν
20ἰδίαν ἐπιβουλὴν καταρτίσας, μεθ’ ὧν ἦσαν Βαράγγων καὶ Φράγγων πλήθη πολλά, τῷ αὐταδέλφῳ συνθέσθαι παρέπεισε,
σὺν αὐτοῖς δὲ καὶ τὸν κατεπάνω τῆς αὐτῆς πόλεως, συγγενέα242

243

τούτου καὶ συμφυλέτην ὑπάρχοντα. καὶ πρὸ τοῦ καταλαβεῖν εἰς Ἀδριανούπολιν τὴν εὐφημίαν αὐτῷ καὶ τὴν βασιλείαν προδιεγράψαντο, ἀνοήτως πάντως καὶ πάσης ἀσφαλοῦς πα‐ ρατηρήσεως ἄνευθεν. ἢ γὰρ ἄν, εἰ μὴ καὶ οἱ κρατοῦντες ἐν
5Βυζαντίῳ ἀνοητότεροι ὑπῆρχον, ταχέως ἂν παρελύθη καὶ κα‐ τεπολεμήθη τὰ τῆς τοιαύτης ἐπιβουλῆς. αἱ γὰρ ἄλλαι Θρα‐ κῷαι πόλεις καὶ Μακεδονικαὶ πλὴν τινῶν συνετήρουν ἔτι τοῦ πάθους αὑτὰς ἔξω, καὶ παρὰ βασιλέως ἐπαγγελίας ἐγγράφους καὶ παραγγελίας προσέμενον ἐπὶ καταστροφῇ τῶν ἀποστατῶν,
10διὰ τὸ καὶ τὸν Βρυέννιον ἔτι μακρόθεν καθεστάναι τῆς τοῦ Ἀδριανοῦ. ἦν δὲ τῷ βασιλεῖ καὶ στρατὸς ἰδιαίτατος, ἀπὸ συγκλύδων ἀνδρῶν ἀθροισθείς, καὶ τῇ γυμνασίᾳ προσλαβὼν τὸ εὐδόκιμον, οὓς καὶ ἀθανάτους ὁ βασιλεὺς οὗτος ὠνόμασε. καὶ διὰ πάντων εὐχερῶς εἶχεν ἐπιθέσθαι τοῖς γε ἐν τῇ
15Ἀδριανουπόλει χωρὶς τοῦ προσδοκωμένου ἡγεμόνος καθυλακ‐ τοῦσι, καὶ ἢ τρέψασθαι τούτους καὶ εἰς ἀσφάλειαν ἑαυτῷ περιστῆσαι τὰ πράγματα, ἢ τάς γε λοιπὰς πόλεις εἰς τὴν ἑαυ‐ τοῦ κατοχυρώσασθαι πίστιν, καὶ ἀντίξουν ἔχειν ἐν τῇ ἑσπέρᾳ κατὰ τῶν ἐναντίων βοήθημα. ὃ δὲ ἀνοίᾳ καὶ ἀμελείᾳ καὶ
20τὸ κατασκευαζόμενον διὰ πολλῶν ἡμερῶν ἐγγύθεν αὐτοῦ ἠγ‐ νόησεν ἀπειροκάλως σκαιώρημα (τριῶν γὰρ ἡμερῶν οὐ πόρρω τῆς πόλεως ἡ Ἀδριανούπολις ἀπέχει διάστημα), καὶ μετὰ τὸ γνῶναι ἀναπεπταμένως καὶ μετ’ εὐθείας διατεθεὶς τοὺς ἐναν‐
τίους ἰσχυροὺς ἀπειργάσατο, ὡς εἶναι τὰ πλείω τῶν τοὺς243

244

ἐχθροὺς ἐπαιρόντων καὶ μεγαλυνόντων εἰς ὕψος ἐξ ἀμελείας καὶ ὑστερήσεως τῶν ἀντιτεταγμένων αὐτοῖς, καθὰ προδιεί‐ ληπται. εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, δι’ ἑτέρων καμάτων καὶ ἀντιπαρατάξεων ἑτέρων τὴν βασιλείαν ὁ παντέφορος ὀφθαλμὸς
5ἀξίῳ ταύτης ἐπραγματεύετο. Ἔγωγε οὖν ἐν τῇ Ῥαιδεστῷ τηνικαῦτα παρατυχών, ἐπὶ σκέψιν ἐκεῖσε καταλαβὼν τῶν κτημάτων μου, τὰς μὲν γινο‐ μένας φήμας ἀκοῇ παρελάμβανον, ἠπίστουν δὲ τοῖς λεγομέ‐ νοις, ὅτι διὰ πολλῶν ἡμερῶν ἐφημίζοντο, συμβάλλων καθ’
10ἑαυτὸν ὅτι, ἐπείπερ ἡ Ῥαιδεστὸς τοσοῦτον ἀπέχει διάστημα τῆς Ἀδριανουπόλεως ὅσον ταύτης ἡ μεγαλόπολις, πάντως ἂν, εἰ ἀληθὲς ἐτύγχανε τὸ θρυλλούμενον, ἐμεμαθήκει ἂν ὁ βασι‐ λεὺς τοῦτο καὶ ταχέως ἐποιήσατο τὴν διόρθωσιν, πανταχοῦ γραμμάτων βασιλικῶν ἐπιφοιτώντων ταῖς πόλεσι. καὶ κατὰ
15τοῦτο ἔμενον ἀτρεμής, εἶτα καὶ θαρρῶν τῇ πίστει τῶν ἐν τῇ Ῥαιδεστῷ πολιτῶν ὡς φυλαττούσῃ τοῖς βασιλεῦσι τὰ τῆς εὐγνωμοσύνης ἐνέχυρα. ἔλαθον δὲ περιπεσὼν ἀπροόπτως διὰ τῶν εἰκότων συλλογισμῶν, μικροῦ δεῖν, μεγίστῳ τινὶ πα‐ ραπτώματι. γυνὴ γάρ τις ἐν τῇ Ῥαιδεστῷ τὰ πρῶτα φέρειν
20κατὰ πάντων σπουδάζουσα, συγγένειαν ἐκ τοῦ ἀνδρὸς πρὸς τὸν Βρυέννιον τοῦτον συνάπτουσα, λαθραίως πολλοὺς ὑπέ‐ συρε τῶν Ῥαιδεστηνῶν, δώροις τούτους καὶ ὑποσχέσεσιν ὡς
ἑαυτὴν μεταθέσθαι συμπείσασα καὶ συνωμοσίαν ἐξ ἰδιοχεί‐244

245

ρων καὶ ὅρκων συστήσασθαι. ὅτε δὲ τὸ ἔργον τῆς συνωμο‐ σίας ἐπλήρωσε, καὶ εἰς τὸ αὔριον ἀναγορεῦσαι τὸν Βρυέννιον τὰ τῶν συναραμένων αὐτῇ διεσκέψαντο, εἷς τούτων χάριτας ἐκ τινῶν προηγησαμένων χρηστῶν ὁμολογεῖν ἔχων μοι προ‐
5σῆλθεν ἀωρὶ τῶν νυκτῶν, καὶ τὴν ἐπιβουλὴν ὑπεσήμανεν. αὐτὸς δὲ πολλὰ δυσχεράνας, καὶ πολὺν ὀνειδισμὸν τούτων καὶ μυκτῆρα καταχεάμενος ὡς καταπροδόντων τὴν ἑαυτῶν σωτηρίαν καὶ τὸ τῆς πίστεως σύμβολον, ἀνυπονοήτως μὲν αὐτὸν καὶ μετ’ ἐπιεικείας ἀπεπεμψάμην, μελετήσας δὲ παραυ‐
10τίκα τὴν πόλιν ταύτην καὶ τὴν ἐπιβουλὴν ἐκφυγεῖν, ὥρμησα μέν, ὡς εἶχον ἡμιόνων καὶ ἵππων καὶ ἀνθρώπων καὶ τῆς ἄλ‐ λης παρασκευῆς, ἐκ ταύτης ἀποφοιτῆσαι σπουδαίως κατὰ τὸ λεληθός, οὐ μὴν ἠδυνήθην διὰ τὸ προκατασφαλισθῆναι τὰς πύλας τῆς πόλεως μοχλοῖς σιδηροῖς καὶ ὁπλίταις παρὰ τῆς
15τοῦ Βατάτζη γυναικός, ἣν ὁ ἀνωτέρω λόγος ἐδήλωσεν, ἕως δι’ ἀπειλῶν πολλῶν καὶ μηνυμάτων κατασείσας αὐτήν, ὅτι πρὸς πόλεμον αὐτῇ συρραγήσομαι, τῆς ἡμέρας ἐπιφοιτώσης συνεχωρήθην τὴν ἔξοδον, τὸ ἄδηλον φοβηθείσης μετὰ τῶν ταύτης υἱέων τῆς τοῦ πολέμου ἐκβάσεως. ἐξῆλθον οὖν ἐκ‐
20εῖθεν, καὶ τῆς εἰς τὴν βασιλίδα φερούσης ἁψάμενος πάντα τὰ ἔμπροσθεν εὗρον γαλήνης μεστά, καὶ τοὺς τοῦ βασιλέως στρατιώτας διεσκεδασμένους εἰς παραχειμασίαν ταῖς ἄλλαις
πόλεσι καὶ μηδένα κυδοιμὸν ὑποπτεύοντας. σπουδαίως οὖν245

246

εἰσελθὼν εἰς τὴν βασιλεύουσαν, πρὸ τοῦ τὴν ἰδίαν οἰκίαν καταλαβεῖν παρῆλθον εἰς τὰ βασίλεια, καὶ τῷ λογοθέτῃ Νι‐ κηφόρῳ πρὸς λόγους ἐλθὼν πάντα τὰ συνενεχθέντα προσήγ‐ γειλα, καὶ τὸ ποιητέον αὐτῷ συνεβούλευσα, καὶ ὡς ὅτι τάχι‐
5στα χρὴ τήν τε Ῥαιδεστὸν χρυσοβούλλῳ λόγῳ κατακοιμίσαι καὶ φιλανθρώποις δεξιώσεσιν οἰκειώσασθαι, καὶ τὰς ἄλλας πόλεις ὡσαύτως, καὶ τὸ στρατιωτικὸν ἐς ταὐτὸν συναθροῖσαι, καὶ παραλῦσαι τὴν τῶν πλείστων πρὸς τὸν ἀποστάτην συνά‐ θροισιν· ἀπῆν γὰρ ἔτι τῆς Ἀδριανουπόλεως οὐ μικρὸν ἄπο‐
10θεν, ὅτε καὶ τῷ Βασιλάκῃ, τῷ ἀποσταλέντι μετ’ αὐτὸν δουκὶ Δυρραχίου, παρατυχὼν ἐντὸς τοῦ ἄστεος τῆς Θεσσαλονίκης περὶ τῆς ἀρχῆς ἠμφισβήτησε· καὶ εἴπερ δεξιῶς τοῖς πράγ‐ μασιν ὁ Βασιλάκιος τῷ τότε ἐχρήσατο, κατεπολέμησεν ἂν τοῦ‐ τον ἐν ἀρχῇ τῆς ἀποστάσεως σαλεύοντα. ὁ δὲ λογοθέτης ἐν
15μειδιάματι ποιούμενος τὰ παρ’ ἐμοῦ τούτῳ μετὰ σπουδῆς εἰσηγούμενα, μετεωρισμοῖς τισὶ καὶ ἀναβολαῖς τὰ μηδὲ μι‐ κρᾶς ὑπερθέσεως δεόμενα παραδέδωκεν, ἕως τοῦ πάθους φλεγμαίνοντος τὴν ἰατρείαν ἐπεχείρησε μέν, ἔγνω δὲ μά‐ την παρακινῶν τὰ ἀκίνητα. καὶ τότε πάλιν ᾐσθόμην ὡς καλῷ
20τὸ κακὸν ἰᾶσθαι ὀλίγοι τῶν ἐν ἡμῖν ἀνθρώπων δεδύνηνται. Καταλαβὼν οὖν εἰς Τραϊανούπολιν ὁ Βρυέννιος συνην‐ τήθη παρὰ τοῦ ἀδελφοῦ καὶ τῶν συναραμένων αὐτῷ Φράγ‐
γων καὶ Μακεδονικῶν παρατάξεων. παρήχθησαν δ’ αὐτῷ καὶ246

247

τὰ τῆς βασιλείας παράσημα, οἵ τε ἵπποι μετὰ τῶν δίφρων καὶ τὰ ἐρυθρὰ καὶ βασίλεια πέδιλα. καὶ κατασφαλισάμενος πάντας ὅρκοις καὶ συνθήκαις συχναῖς, μὴ ἂν ἀθετῆσαι τοῦ‐ τον ἄχρι καὶ τελευταίας πνοῆς, οὕτω τὴν ἁλουργίδα μετ’
5εὐφημίας καὶ δορυφορίας ἀπειλήφει πολλῆς, καὶ τοὺς πόδας τοῖς ἐρυθροῖς μεταμείψας πεδίλοις καὶ εἰς αὐτοβαφὲς ἐπανα‐ βὰς ὄχημα μετὰ πολλῆς ἀγερωχίας καὶ φρονηματισμοῦ καὶ τῆς τοῦ στρατοῦ βοῆς καὶ ἠχῆς εἰς Ἀδριανούπολιν ᾤχετο, ἄρτι τοῦ νοεμβρίου μηνὸς ἐπιστάντος, ὅτε κατηφὴς ὁ ἀὴρ
10ἐκ τῆς τοῦ μεγάλου φωστῆρος ὑποχωρήσεως, πρὸς τὸ ταυρι‐ κὸν ζώδιον ἀπιόντος, καὶ στυγνὸς καταφαίνεται. αἰχμάλωτος δὲ τηνικαῦτα ληφθεὶς ὁ πρόεδρος Κωνσταντῖνος ὁ Θεοδωρο‐ κάνος, ἀνὴρ ἔνδοξος καὶ γένους ἐπισημότητι καὶ βίου λαμ‐ πρότητι καταφανὴς καταγινωσκόμενος, οὐ καλῶς μὲν οὐδὲ δι‐
15καίως παρ’ αὐτοῦ προσεδέχθη καὶ ὡς εἷς τῶν ἀγενῶν παρω‐ ράθη, οὐ μὴν δὲ σωματικὴν τιμωρίαν ὑπέστη, καίτοι γε ταύ‐ την ὑποπτεύων διὰ προηγησαμένας ἔχθρας καὶ μάχας κεφα‐ λικάς. φυγαδευθεὶς δὲ πρός τινα τῶν Μακεδονικῶν πόλεων μετ’ οὐ πολὺ τῷ χρεὼν ἐλειτούργησεν· εἴτε φυσικῷ θανάτῳ
20εἴτ’ ἐξ ἐπιβουλῆς κερασθέντος, οὐδεὶς ἀκριβῶς ἐπίσταται. Ἐν δὲ τῷ μέλλειν εἰσελάσαι τὸν Βρυέννιον εἰς Ἀδρια‐ νούπολιν πᾶσα σχεδὸν ἡ πόλις τὴν προεκκειμένην περίχωρον
κατελάμβανε, καὶ ἦν τὸ πλῆθος ἀγεληδὸν διακεχυμένον εἰς τὸ247

248

πεδίον, τὴν πρόοδον αὐτοῦ ἐκδεχόμενον. ὡς δ’ ἀνεφάνησαν τὰ σημεῖα καὶ προσεχώρουν αἱ παρατάξεις αὐτοῦ, βαρεῖαν ἀπαγγέλλουσαι τὴν αὐτοῦ ἐπιφοίτησιν, καὶ τὰ κέρατα παντα‐ χόθεν φοβερόν τι καὶ καταπληκτικὸν ἐπεσήμαινον, κἀκεῖνος
5ἐν παρασήμοις παρὰ πλείστων δορυφορούμενος κατελάμβανε, διατάξαντες δὲ ἑαυτοὺς στοιχηδὸν οἱ πρὸς θέαν ἐξιόντες πο‐ λῖται, οἵ τε στρατιῶται τὰς ἀσπίδας προτείνοντες καὶ τὰς αἰχμὰς τῶν ὅπλων ἐπισυναίροντες, ἠχή τε τῶν βυκίνων καὶ τῶν σαλπίγγων ἐγίνετο καὶ τὸ τῆς εὐφημίας ἤρθη παρὰ πάν‐
10των περίοπτον, ἔδοξαν οἱ πλείους τὴν παρουσίαν αὐτοῦ βα‐ σιλέως μεγίστου καὶ δυνατωτάτου καθίστασθαι· κἀκεῖνος ὑπεράνω παντὸς λόγου ἑαυτὸν λογισάμενος, μεστὸς ἐλπίδων καὶ αὐχήματος εἰς τὴν ἐνεγκαμένην αὐτὸν εἰσελήλυθε πόλιν. ἦσαν δὲ ταῦτα, ὡς ὕστερον τὸ πρᾶγμα τὸν ἔλεγχον δέδωκε,
15πιθήκων ἢ γεράνων ὁρμήματα καὶ νεανιεύματα· ἔνθα γὰρ θεὸς οὐ συνευδοκεῖ καὶ ψηφίζεται, καὶ πρᾶξις εὐθυτάτη καὶ θεοφιλὴς διάνοια τὴν ἄνωθεν οὐκ ἐκκαλεῖται βοήθειαν, φροῦ‐ δον ἅπαν καὶ ἀσθενὲς τὸ παρ’ ἀνθρώπων γενόμενον. Ἐν δὲ τῇ Ῥαιδεστῷ, πρὸ τοῦ τὸν Βρυέννιον καταλαβεῖν
20εἰς Ἀδριανούπολιν, ἐπικρατησάσης τῆς Βατατζίνης (ἐδιχο‐ νόουν γάρ τινες πρὸς τὴν αὐτοῦ ἐπιχείρησιν) ἀνηγορεύθη ὁ Βρυέννιος. καὶ πρῶτον ἔργον τοῖς ἐγχωρίοις ἐγένετο τὸ κα‐
θελεῖν καὶ καταβαλεῖν εἰς γῆν τὸ κοινὸν ἀτόπημα καὶ ἀδί‐248

249

κημα καὶ τοῦ ἀπὸ λογοθετῶν δύστηνον ἐπινόημα καὶ τῇ εὐ‐ θηνίᾳ ἐπιβουλεῦον, τὸν καινουργηθέντα φημὶ ἐκτὸς τοῦ ἄστεος φούνδακα· καὶ κατεπόθη μέχρις ἐδάφους διαρρυείς. τοῦ δὲ κάστρου Πανίου ἔτι μὴ συναπαχθέντος αὐτοῖς ἐπεστράτευσαν
5οἱ τῆς Ῥαιδεστοῦ κατ’ αὐτοῦ· καὶ δι’ ἡμερῶν τινῶν παρα‐ στησάμενοι αὐτὸ τινὰς μὲν τῶν ἔνδον ἠμύναντο, τοὺς δὲ ἄλ‐ λους ἐπὶ χώρας κατέλιπον, ἔκτοτε δὲ οὐ διέλιπον ἐκ τῆς ἀπο‐ στατικῆς μοίρας εἰς τὴν Ῥαιδεστὸν παραβάλλοντες στρατιῶ‐ ται, καὶ μᾶλλον ἀλλογενεῖς, καὶ τοὺς περικύκλῳ ἀγροὺς λυ‐
10μαινόμενοι, προφάσει τάχα τῆς τοῦ κάστρου φυλακῆς καὶ διατειχίσεως· ἤθελε γὰρ καὶ αὐτοὺς ἡ Βατατζῖνα δι’ ὄγκον ὑπερηφανίας καὶ ἀποτροπὴν τῆς ὑποπτευομένης αὐτῇ ἐπιβου‐ λῆς καὶ παρακινήσεως. συνετηρήθη δὲ καὶ ὁ ναύσταθμος τοῦ τοιούτου κάστρου σκόλοψι καὶ περιπάτοις ξυλίνοις καὶ
15ἄλλοις ὀργάνοις τῶν ἀλλοτρίων νεῶν ἀποτρεπτικοῖς. πολλῶν δὲ ὄντων ἐν τῷ αἰγιαλῷ οἰκημάτων, καταστροφὴ τούτων δι’ ὑπονοουμένην κατεπράχθη ἐπίθεσιν. καὶ ἁπλῶς πάντα τα‐ ραχῆς ἐπέπληστο καὶ συγχύσεως. ᾐσθόμην δὲ καὶ αὐτὸς τῶν τοιούτων κακῶν ὡς τὴν ἀποστασίαν ἀποφυγών, τῆς ἐντὸς τοῦ
20κάστρου οἰκίας καὶ τῶν ἀγροτικῶν μου κτημάτων διαρπαγὴν τῶν ἐν αὐτοῖς οὐ τὴν τυχοῦσαν ὑποστάντων.
Ὁ δὲ Βρυέννιος τάξεις καὶ ἀρχὰς τῇ βασιλικῇ δορυφο‐249

250

ρίᾳ χρειώδεις ὑποστησάμενος, καὶ τιμὰς ὅσαι τούτῳ ἐδόκουν ὁσημέραι καταπραττόμενος, ἐφαπλῶσαι τὴν χεῖρα καὶ μέχρι Βυζαντίου διεμελέτησε, καὶ ἑαυτῷ προεκκαθᾶραι καὶ λειῶσαι τὴν εἰς τὰ βασίλεια εἴσοδον. τιμήσας οὖν τὸν ἴδιον αὐτά‐
5δελφον Ἰωάννην τῷ τῶν κουροπαλάτων ἐπιφανεῖ ἀξιώματι, δυνάμεις ἁδρὰς ἐνεχείρισε καὶ πρὸς αὐτὸ τὸ Βυζάντιον ἐξα‐ πέστειλε, πίσυνος ὢν ὡς ἐπείπερ οἱ πολῖται τὸν βασιλέα σὺν τῷ λογοθέτῃ δι’ ὀργῆς καὶ μίσους ἀτενοῦς ἔχουσι, προσέξου‐ σί τε αὐτῷ μετὰ τηλικαύτης στρατιᾶς παρατεταγμένῳ καὶ
10προσδέξονται σὺν ὁμολογίαις ἐντός, καὶ οὕτως ἀδεῶς ἐπιφοι‐ τήσει αὐτὸς ἐν ἑτοιμασίᾳ βασιλικῇ καὶ ἀποδοχῇ. ἀλλ’ ἦν ὁ σκοπὸς ἔξω τῆς τοῦ μέλλοντος ἀποβάσεως. τῆς μὲν γὰρ στρα‐ τιᾶς τὸ συγκεκροτημένον καὶ πολυάνθρωπον εἶχέ τινα πρὸς τοὺς ἐκτὸς φοβερὰν ἐπιφάνειαν, καὶ μᾶλλον ὅτι καὶ τῇ Πε‐
15ρίνθῳ, τῇ νῦν Ἡρακλείᾳ καλουμένῃ, προσπαραβαλὼν ὁ τοῦ Βρυεννίου αὐτάδελφος, μὴ συγκατανευούσῃ πρὸς τὴν τοῦ Βρυεννίου ἀνάρρησιν διὰ τὸ καὶ στρατιώτας ἔνδον ἔχειν βα‐ σιλικούς, κατὰ κράτος εἷλε καὶ πολλοὺς ἀνεῖλεν αὐτῆς, καὶ τὰ ἐκτὸς μετὰ τῶν ἔνδον ἐδῄωσεν. ὑπεχώρησε γὰρ καὶ ὁ ἐν
20Σηλυμβρίᾳ ἐφεδρεύων Ἀλέξιος πρόεδρος ὁ Κομνηνός, δομέ‐ στικος ὕστερον τῆς δύσεως προβληθείς, μετὰ τῶν συνόντων αὐτῷ στρατιωτῶν, καὶ τῇ βασιλευούσῃ σπουδαίως ἐπανελή‐ λυθεν. οἱ δὲ τὴν βασιλίδα οἰκοῦντες οὐδαμῶς πρὸς τὴν τῆς
στρατιᾶς ἐπιφοίτησιν κατεπλάγησαν, ἀλλ’ οὕτως εἶχον περὶ250

251

αὐτὴν ὡς ἂν εἴ τινες κριοὶ καὶ βουκολίων ἀγέλαι πρὸς κολω‐ νοὺς ἢ Σεμιράμια τείχη τὰς ἰδίας προσαράττουσι κεφαλάς, ἢ κηφῆνες περιβομβοῦσιν ἄνδρας γιγαντολέτορας. οἱ μὲν γὰρ τὴν ἀρχὴν καταλαβόντες τῷ βασιλεῖ κατεφάνησαν τὴν ἐν Βλα‐
5χέρναις προκαταλαβόντες ἀκρόπολιν, καί τινας ἀκροβολισμοὺς καὶ προσβολὰς ἐκ τῶν τόξων καὶ πετροβόλων ὀργάνων εἰργά‐ σαντο, ἔπραξαν δὲ οὐδὲν ἢ ὅσον ἐπίδειξίν τινα τῆς ἀνταρσίας προενεγκεῖν. ὀπισθόρμητοι δὲ γεγονότες τραυματισθέντων καὶ τινῶν ἐξ αὐτῶν, καὶ τοῖς ἄλλοις τείχεσι πλησιάσαντες,
10ὑβριστικὰς φωνὰς ἢ παροινίας παρὰ τῶν πολιτῶν ἠνωτί‐ σαντο, καὶ ἀκοντίοις καὶ λίθοις ἀπεσοβήθησαν, καὶ μίμοις γε‐ λοίων καθυπεβλήθησαν, καὶ τῆς ἀποκηρύξεως ἐν πολλαῖς ἡμέραις πρὸ τῆς πόλεως στρατοπεδευσάμενοι πληροφορίαν ἐδέξαντο. εἶχε γὰρ ἅπαντας ἔρως ἐπιμανὴς τοῦ Βοτανειά‐
15του, καὶ τὴν ἐκείνου βασίλειον ἐπιδημίαν ὡς ἐπιδημίαν θεοῦ προσεδέχοντο. Μηδὲν δὲ τῶν ὧν ἤλπισεν ὁ τοῦ Βρυεννίου αὐτάδελ‐ φος εὑρηκώς, καὶ τὴν εἰς τὴν βασιλεύουσαν εἴσοδον ἀπογνούς, διεπεραιώθη τὴν τοῦ ἁγίου Παντελεήμονος γέφυραν· καὶ
20θέμενος ἐν τοῖς τοῦ Στενοῦ μέρεσι τὴν παρεμβολὴν παρῆλ‐ θεν συντεταγμένος ὡς τῷ βασιλεῖ καὶ τοῖς λοιποῖς πολίταις ἐκ τοῦ προφανοῦς διοπτικώτερον φανησόμενος, καὶ τὸν αὐτά‐
δελφον εὐφημίαις κατὰ διαδοχὴν ἑκάστου λόχου ἐτίμησεν.251

252

ὡς δὲ τὸν ἀέρα πλήττων μόνον ἐδείκνυτο, καὶ ὄνος ἦν πρὸς λογικοὺς καὶ λογισμῷ κρείττονι κατεστρατηγημένους ὀγκώμε‐ νος, ὀργῇ καὶ θυμῷ τὴν ψυχὴν ἐκκαυθείς, καὶ βακχικόν τι καὶ σιληνιακὸν πεφρονηκώς, πῦρ ἐνῆκε ταῖς παρακειμέναις
5οἰκίαις ἀπὸ τοῦ ἁγίου Παντελεήμονος μέχρι τῶν ἀναπλεομέ‐ νων μερῶν τοῦ Στενοῦ. καὶ ἡ φλὸξ ἀρθεῖσα πάσας σχεδὸν τὰς οἰκίας πλὴν ὀλίγων κατεδαπάνησεν, ὡς καὶ εὐκτηρίους οἴκους καὶ περικαλλεῖς οἰκίας καὶ ναοὺς ἐπισήμους πυρὸς γε‐ νέσθαι θεομισοῦς παρανάλωμα. καὶ μᾶλλον τῶν Ἰουδαϊκῶν,
10διὰ τὸ ξύλοις κατηρτίσθαι πάσας, οὐδεμία διέφυγε τὴν τοῦ πυρὸς ἐρωήν. ἐῴκει δὲ οὗτος τῷ μέλλοντι μὲν ἀποσβέσαι πῦρ, ἐλαίῳ δὲ κατ’ αὐτοῦ χρωμένῳ καὶ τὴν ἰσχὺν ἐντεῦθεν μεῖζον ἐπαίροντι· μισοῦντας γὰρ αὐτὸν τοὺς πολίτας καὶ τὸν τούτου αὐτάδελφον, εἰς πλεῖον μῖσος ἐκ τῆς ἀτοπωτάτης
15ἠρέθισε πράξεως. ὡς δ’ ἔγνω ἑαυτὸν μάτην ἐπὶ κακοῖς αὐ‐ λιζόμενον καὶ διαύλους σκηνὰς ἐργαζόμενον, καὶ τῷ χειμῶνι δεινῶς μετὰ τῶν συστρατευομένων αὐτῷ πιεζόμενον, ἀναστή‐ σας τὴν στρατιὰν πρὸς ἑσπέραν ἐβάδιζε. καὶ αὐτὸς μὲν σὺν δυσὶ παρατάξεσιν εἰς τὸ τοῦ Ἀθύρα πολίχνιον κατεσκή‐
20νωσε, τὸ δὲ λοιπὸν πλῆθος εἰς παραχειμασίαν διέδωκεν. Ὀψὲ δὲ καὶ βραδέως ὁ βασιλεὺς ἐπεμνήσθη τοῦ Ῥου‐ σελίου καὶ τῆς αὐτοῦ γενναιότητος, πύματον ἄρα καὶ ἔξωρον
τὸ λυσιτελοῦν προστησάμενος. ἔχων γὰρ αὐτὸν ἐν παραφυ‐252

253

λακῇ καὶ δεσμοῖς διὰ τὸ καὶ πρὸ ἡμερῶν τινῶν ἁλωθῆναι φυγαδείαν ἑλόμενον ἐπὶ τῷ πρὸς τὸν Βοτανειάτην αὐτομο‐ λῆσαι τῇ Λάμπῃ ἐνδιατρίβοντα, ἠναγκάσθη τότε ὁ βασιλεύς, τῶν πραγμάτων ὥσπερ ῥευμάτων θαλαττίων ἐπικεχυμένων
5αὐτῷ, βοηθὸν τὸν ἄνδρα καὶ συλλήπτορα προσλαβεῖν. τῆς οὖν φρουρᾶς αὐτὸν ἐξελών, καὶ πολλοῖς πρὸς αὐτὸν ἐπαγω‐ γοῖς χρησάμενος ῥήμασι, καὶ ἀμνηστίαν τῶν προτέρων κατα‐ σκευάσας, καὶ πολλαῖς ὑποσχέσεσι καὶ δώροις καὶ τιμαῖς κα‐ ταμαλάξας τὴν τούτου ψυχήν, καὶ πρὸς εὔνοιαν μεταθέσθαι
10καὶ πίστιν παρασκευάσας ἀπόρθητον, εἰς τὴν κατὰ τῶν ἐναν‐ τίων ἀντιπαράταξιν διηυτρέπισε. καὶ ἀπὸ τῶν τειχῶν μὲν διαλεχθῆναι πρότερον τοῖς συνοῦσι Φράγγοις τῷ Βρυεννίῳ πεποίηκεν, ὡς δ’ οὐκ ἔπεισε τούτους καὶ προεχώρουν εἰς τὰ ὀπίσω πρὸς τὰ τῆς ἑσπέρας ἐνδότερα, ἥ τε φήμη προσήγ‐
15γειλε τὸν τοῦ Βρυεννίου αὐτάδελφον ἀφυλάκτως ἐντὸς τοῦ Ἀθύρος ἐπισκηνοῦν, συμβούλιον γέγονεν ἐπελθεῖν αὐτῷ ἐξ ἐφόδου, στρατηγοῦντος τοῦ προέδρου Ἀλεξίου σὺν τῷ Ῥου‐ σελίῳ, μετὰ τῶν ἐν τῇ βασιλίδι στρατιωτῶν. ὅρκοις οὖν φρικωδεστάτοις τὰ πιστὰ δεδωκὼς τῷ βασιλεῖ ὁ Ῥουσέλιος ἐν τῷ
20πανσεβάστῳ σηκῷ τῶν Βλαχερνῶν αὐτῷ συνδυάσαντι, νυκτὸς ἐξῆλθε τῆς πόλεως. Ῥωσικὰ δὲ πλοῖα, τὴν ἀπὸ θαλάσσης παραγγελθέντα ἐπίθεσιν, σύνθημα παρέσχον τοῖς κατ’ ἤπειρον
στρατιώταις, ἵν’ ὀρθριώτερον ἅμα τῷ Ἀθύρα προσβάλωσι,253

254

καὶ κατακλείσαντες ἔνδον τὸν ἀντικείμενον μετὰ τῶν συνόν‐ των αὐτῷ πάντων καταγωνισάμενοι τρέψωσι, καὶ ὑπὸ τὴν σφῶν αὐτῶν χεῖρα ζωγροῦσαν ἢ φονεύουσαν ἅπαντας ὡς ἐν δικτύῳ ποιήσωσι. καὶ ἦν ἡ μελέτη σταθηρὰ καὶ στρατηγικὴ
5καὶ τοῦ θηράματος σύνοχος, εἰς τέλος δὲ μὴ περισωθεῖσα τὸ τῆς νίκης διέφθειρε τρόφιμον. συνήρχοντο μὲν γὰρ ἐν ταὐτῷ τό τε πεζικὸν καὶ ναυτικὸν στράτευμα, προελθόντες δὲ πρὸ τοῦ ἄστεος οἱ τῆς πεζικῆς μοίρας στρατιῶται, καὶ ἀποπλανη‐ θέντες ἐκεῖθεν ἐπὶ κατασκοπῇ καὶ καταλήψει δῆθεν τινῶν
10Μακεδόνων αὐλιζομένων ἐν πορρωτάτω ἀγροῖς ἐκείνων μὲν οὐκ εὐστόχησαν καὶ ἀπέτυχον τῆς ἐπιβουλῆς, τοῖς δὲ Βαράγ‐ γοις οὐ συνεδύασαν, ὅτε τῷ Ἀθύρα προσέβαλον. ὅμως δ’ οὖν οἱ μὲν Βάραγγοι τὰς πύλας αὐτοῦ βιασάμενοι ἐντὸς εἰ‐ σεπήδησαν, καὶ πανόπλοις ἐπιφοραῖς ἔτι πρωίας οὔσης τοὺς
15τοῦ Βρυεννίου κατηγωνίσαντο. ἱππότες δὲ ὄντες ἐκεῖνοι τῶν ἵππων ἐπιβάντες εἰς φυγὴν ἐξωρμήκασι. μὴ ὄντων δὲ τῶν ἐν ἠπείρῳ στρατιωτῶν κατ’ ὄψιν αὐτῶν καὶ ὑπάντησιν, διέ‐ φυγον τὴν πανωλεθρίαν. ὕστερον δ’ ἐπιφανεὶς ὁ Ῥουσέλιος σὺν τῷ προέδρῳ Ἀλεξίῳ ἐδίωξαν μὲν κατόπιν, βουλόμενοι δὲ
20τὸν διωγμὸν ἐπιτεῖναι καὶ πολλοὺς σφῆλαι τῶν ἐναντίων κα‐ τασεσεισμένους τῷ φόβῳ καὶ φεύγοντας ἀμεταστρεπτὶ παρὰ τῶν ἰδίων οὐκ εἰσηκούσθησαν, δεδιότων τὸ ἀποτέλεσμα. ἔπε‐
σον δέ τινες Μακεδόνες ἐν τῷ κάστρῳ παρὰ τῶν Ῥῶς, ἄλλοι254

255

δὲ ζῶντες ᾐχμαλωτίσθησαν. ὁμοίως δὲ καὶ παρὰ τῶν ἱππο‐ τῶν. συνηθροίσθη δὲ καὶ λαφυραγωγία ἐκ τῆς ἐκείνων ἀπο‐ σκευῆς, καὶ τοῦ αὐταδέλφου τοῦ Βρυεννίου ὀχήματα πράσινα καὶ ὅπλα καὶ σήμαντρα.
5 Ἐπανελθόντων δὲ τῶν τοῦ βασιλέως στρατιωτῶν εἰς αὐ‐ τόν, χαρά τις τοῦτον καὶ τοὺς περὶ αὐτὸν περιέλαβε. τοῖς δὲ Βυζαντίοις οὐδὲν τούτων θεραπεῦον ἐδείκνυτο, ὅτι τὴν τοῦ βασιλέως μάχην καὶ τοῦ Βρυεννίου κύνεριν ἐλογίζοντο. εἷλε γὰρ πάντας κατ’ ἄκρας ὁ πόθος τῆς τοῦ Βοτανειάτου
10χρηστότητος, ἐπείπερ ἐγίνωσκον αὐτοῦ τὸ γένος περιφανὲς καὶ πρὸς τοὺς πολεμικοὺς ἀγῶνας ἐπίδοξον καὶ χρηστὸν τοῖς πολίταις καὶ σύντροφον, καὶ αὐτὸν δὲ παραπλησίαν ἔχοντα τῷ γένει τὴν γνώμην καὶ τὴν ἀνδρίαν καὶ τῆς ψυχῆς τὸ ὑγιὲς ἐγκαλλώπισμα· οὐδεὶς γὰρ πόλεμος ἀγωνιστικὸς καὶ βαρὺς
15εἶχεν αὐτὸν ἔξω τῶν ἐπ’ αὐτῷ ἀνδραγαθημάτων, οὐδεμία παρασκευὴ τῶν ἄκρων ἀπείρατόν τε καὶ ἄγευστον, ἀλλὰ καὶ δουκικὰς ἀρχὰς καὶ αὐτὰς μεγίστας φρονήσει καὶ ἀνδρίᾳ καὶ ἀγαθότητι κατεκόσμησε. καὶ ἡ πόλις αὐτὸν ἠγάπα διὰ τὴν ἄγαν ἐπιείκειαν καὶ πραότητα καὶ τὸ τῆς χειρὸς ἐν πολέμοις
20καὶ ὅπλοις ἀκαταγώνιστον καὶ ἐν δώροις ἀσύγκριτον, καὶ τὸ δεξιὸν καὶ εὔχαρι, καὶ τὸ πάσης ἀλαζονείας καὶ ὑπερηφανίας τυγχάνειν αὐτὸν ὑψηλότερον, καὶ τὸ δὴ μεῖζον, ἀνέγκλητον·
οὐδέπω γὰρ ἀδικίαν κατενεκλήθη παρά τινος παρ’ ὅλαις ταῖς255

256

αὐτοῦ πράξεσι. καὶ μάρτυς αὐτὸς ὁ συγγράφων ἐγώ, ὅτι δικαστὴς διὰ χρόνων πολλῶν γενόμενος, καὶ πᾶσι στρατιώ‐ ταις καὶ πολίταις καὶ ἄρχουσι κατά τε τὴν βασιλεύουσαν κατά τε τὰς βασιλικὰς ἐκστρατείας δικάσας περὶ διαφόρων
5φάκτων καὶ ὑποθέσεων, οὐδενὶ δικαστηρίῳ τοῦτον εὗρον ἁλώ‐ σιμον, περὶ μικροῦ ἢ μεγίστου κατηγορούμενον πράγματος. ἄπαγε· ἀλήθειαν ἐπὶ μάρτυρι θεῷ καὶ οὐ ψεῦδος κολακικὸν ἀποφθέγγομαι. Πρὸς τοῦτον οὖν ἀποβλέπον τὸ τῆς πολιτείας συνάθροι‐
10σμα πρᾶγμά τι τολμᾷ τῶν πώποτε γενομένων ὑπερφέρον καὶ μέγιστον. τοῦ γὰρ βασιλεύοντος εἰς τὰ ἐν Βλαχέρναις ἀνάκ‐ τορα κατὰ τὴν κυριακὴν προκαθημένου καὶ χρηματίζοντος, καὶ πάσης τῆς συγκλήτου παρισταμένης αὐτῷ, οἱ ἐν τῷ με‐ γάλῳ τεμένει τῆς τοῦ θεοῦ σοφίας ἐκκλησιάζοντες, πάντα φό‐
15βον τοῦ βασιλέως ἀποσεισάμενοι καὶ δημοκρατουμένους ἑαυ‐ τοὺς οἰηθέντες (πείθει γὰρ ὁ φόβος καὶ τῶν ἀνεφίκτων κατα‐ τολμᾶν), ἀναγορεύουσι τὸν Βοτανειάτην βασιλέα λαμπρᾷ τῇ φωνῇ τῇ ἐπαύριον τῆς λαμπαδηφόρου τῶν θεοφανίων ἤτοι τῶν φώτων ἑορτῆς, ἔτι τούτου ἐν τῷ ἰδίῳ καθημένου πολί‐
20σματι κατὰ τὴν τῶν ἀνατολικῶν ἐπαρχίαν, καὶ μηδεμιᾶς ἐκ τούτου προσδοκωμένης τῆς ἐκδικήσεως. οἰηθείη δ’ ἄν τις ὅτι χρυσοβούλλιον ἀναγνωσθὲν τούτου καὶ τὰ θυμήρη καθυ‐ πισχνούμενον διεθέρμανε τοὺς πολίτας πρὸς τὴν αὐτοῦ ἀνα‐
γόρευσιν. οὐκ ἔστι τοῦτο, οὐκ ἔστι· προλαβὼν γὰρ ὁ κρα‐256

257

τῶν Μιχαὴλ τοῦτο πεποίηκεν· ἀλλ’ ἐπαναγνωσθὲν ἐν τῇ ἐκκλησίᾳ οὐ μόνον εὐχαριστίαν οὐκ ἤνεγκεν, ἀλλὰ καὶ ὕβριν αὐτῷ πρὸς πάντων καὶ ἀναισχύντους φωνὰς προεξένησε. καὶ ὁ Βρυέννιος δὲ τοιαῦτα πολλὰ διεπέμψατο· ἀλλ’ οὐδεὶς
5προσέσχεν αὐτοῖς, καίτοι τῆς πόλεως ἀγχοῦ καθισταμένου αὐτοῦ ἐν ἰσχύι, καὶ δυναμένου τοῖς ἔνδον παραβοηθῆσαι τα‐ χέως, εἰ πρὸς αὐτὸν ἀποκλίνοιεν. ὅπου δὲ τὸ θεῖον συνε‐ πινένευκε διὰ τὴν τούτου ἀρετὴν καὶ χρηστότητα, ἐκεῖσε καὶ ἡ τῶν ἀνθρώπων ὁρμὴ καὶ θέλησις βέβηκεν, ἀπλανεῖς ἐχόν‐
10των τοὺς χαρακτῆρας τῆς τοῦ ἀνδρὸς φύσεώς τε καὶ πρά‐ ξεως. Πρὸς ταῦτα συνῆκε μὲν ὁ κρατῶν οὐδαμῶς, οὐδὲ τὰς παραδοξοποιίας ταύτας εἰς νοῦν ἀνήνεγκεν ἰσχυρότερον, καὶ θείαν ὀμφὴν ἢ κρίσιν τῶν οὕτω συντρεχόντων ἡγήσατο τὴν
15ἐπίρροιαν· ἀλλὰ μύων ὡσανεὶ τοὺς τῆς διανοίας ὀφθαλμοὺς ἰταμώτερός πως ἐγίνετο καὶ ἀντίξους τοῖς πράγμασι, μᾶλλον δὲ ταῖς ἐκ τοῦ θείου συμβολικαῖς ἐπιδείξεσι. καὶ τὰ μὲν ἄλλα ὅσα μειρακιωδῶς διεσκέπτετο, συντρέχοντος ἐν πᾶσι Νικηφόρου τοῦ λογοθέτου τοῦ δρόμου, μηχανορράφοις τισὶν
20ἢ ἀστρονόμοις καὶ διοσημίας τινὰς ἐπαγγελλομένοις καὶ ἀφι‐ δρυμάτων προρρήσεσιν ἐκ τελετῶν προσανέχων καὶ δημοκό‐ ποις ἢ δεισιδαίμοσι, λέγειν νῦν περιττὸν καὶ ἄκαιρον ἥγημαι·
ὅσα δ’ ἐκ τοῦ προφανοῦς ἐτυράννει καὶ βιαιότερον ἢ κατὰ257

258

βασιλέως χρηστότητα συνεκρότει, ταῦτα τῷ λόγῳ παραδιδόναι καὶ μνήμης ἀξιοῦν οὐκ ἀνάξιον. Τῆς γὰρ κοινῆς γλώσσης ἀπαρεσκομένης πρὸς τὴν τοῦ βασιλεύοντος ἀγνωσίαν καὶ ἀκυβέρνητον ἔπαρσιν, καὶ δι’ αὐ‐
5τῆς πανταχόθεν ἐπισυρρεῖν τὰ δεινὰ διαλεγομένης, ὡς ἑκατέ‐ ρωθεν τὴν βασιλίδα τῶν πόλεων περιηχεῖσθαι ταῖς τῶν σι‐ δήρων αὐγαῖς καὶ τομαῖς, καὶ τῇ σπάνει τῶν ἀναγκαίων τὸ πλεῖστον μέρος τὸ ζῆν ἀπορρήγνυσθαι (τριῶν γὰρ νομισμά‐ των ὁ τοῦ σίτου μέδιμνος ἐπιπράσκετο, καὶ τῶν θανόντων
10οὐκ ἦν εὐχέρεια πρὸς τὸ θάπτεσθαι), συνῆλθον εἰς ταὐτὸν οἱ τῆς ἀρχιερατικῆς ἀξίας τῷ ἀρχιποίμενι τούτων καὶ πα‐ τριάρχῃ Κοσμᾷ, καὶ περὶ τῶν ἐνεστώτων ὡς τὸ εἰκὸς ἐβου‐ λεύοντο, καὶ τῷ Βοτανειάτῃ τὴν νικητήριον ψῆφον ἐπὶ τῷ ἄρχειν βασιλικῶς προσετίθεσαν, οὐ προδήλως μέντοι καὶ προ‐
15πετῶς διὰ τὸ ἐκ τοῦ βασιλεύοντος δέος, ἀλλ’ ἐκ συλλογισμῶν καὶ λογικῶν παραθέσεων καὶ τρόπων ἐπιεικῶν, συναγόντων εἰς τὴν αὐτὴν ἐννοιάν τε καὶ ξύρροιαν τὸ προτιθέμενον βού‐ λευμα. εἷς δὲ τῶν ἄλλων γνώσει διαφέρων καὶ λογιότητι, καὶ τὸ παρρησιαστικὸν κεκτημένος ἐκ, φύσεως, τὴν προεδρίαν
20μὲν ἔχων τῆς τοῦ Ἰκονίου καθολικῆς ἐκκλησίας, Ἀσκάλωνα δὲ πατρίδα τῆς Φοινίκης αὐχῶν, καὶ παρὰ τῶν ἄνωθεν ὡς κορωνίδα κεκτημένος τὸ εὐσεβές, τρανότερόν τε καὶ διαλεκτι‐
κώτερον τῷ βουλευτηρίῳ τὴν οἰκείαν γνώμην ἐνσημηνάμενος258

259

ἔχθιστος ἐλογίσθη τῷ τε λογοθέτῃ καὶ αὐτῷ βασιλεῖ. καὶ αὐτίκα τοὺς ἄξοντας αὐτὸν ἀνάρπαστον ἐξαπέστειλαν. ὃ δέ, προγνοὺς τὸ τῆς ὀργῆς ἀκατάσχετον, ἐντὸς εἰσέδυ τῆς δευτέ‐ ρας σκηνῆς τοῦ μεγάλου ναοῦ τῆς ἁγίας σοφίας, ἥτις ἅγια
5μὲν ἁγίων τοῖς πάλαι κατωνομάζετο, ἡμῖν δὲ τοῖς τῆς νέας διαθήκης πρὸς τούτῳ καὶ θυσιαστήριον καὶ ἄδυτον καὶ ἱλα‐ στήριον· καὶ τῶν θείων ἀπρὶξ ἐχόμενος τόπον ἀσυλίας τὴν θείαν ἐποιεῖτο ἀντίληψιν. ἀλλ’ οἱ πεμφθέντες, εἴτ’ ἐξ ἰδίας ἀσεβείας καὶ θηριωδίας εἴτ’ ἐκ παραγγελίας τοῦ πέμψαντος,
10μηδὲν εὐλαβηθέντες μηδ’ ὑποπτήξαντες τὴν ὄντως θεότευκτον σκηνὴν καὶ τῶν οὐρανίων ἀντίτυπον, ἀλλὰ τῷ θυμῷ μεθυ‐ σθέντες καὶ βακχικόν τι καὶ ἀρειμάνιον συμφρονήσαντες, ἢ τό γε ἀληθέστερον εἰπεῖν, ἀφρόνως ἐπινοήσαντες, εἰς αὐτὸ τὸ καὶ ἀγγέλοις αἰδέσιμον φονίως εἰσελαύνουσιν ἱλαστήριον,
15καὶ τὸν ἀρχιερέα ξιφήρεις ὄντες ἀνάρπαστον ποιησάμενοι τῷ βασιλεῖ παριστῶσιν. ὃ δὲ ἀνήκεστον μὲν οὐδὲν εἰς αὐτὸν διεπράξατο, τήν τε παρρησίαν τοῦ ἀνδρὸς αἰδεσθεὶς καὶ τὸ ἐν λόγοις εὐδόκιμον, καὶ τὴν ἀπὸ τοῦ θείου νέμεσιν καὶ τὸν ἐκ τοῦ θυσιαστηρίου καταπλαγεὶς ἑλκυσμόν· τὸ δὲ τῆς πα‐
20ρανομίας καὶ ἀτοπίας ἐκληρώσατο μῖσος ἐκ πάσης ἡλικίας καὶ τύχης καὶ φύσεως.
Καὶ ὡς μὲν οἱ ἀρχηγοὶ ἐκ τοῦ τοιούτου μύσους δίκας259

260

οὐκ εἰς μακρὰν ἔτισαν, μὴ δυνηθέντες τὴν θείαν ταύτην αὐ‐ λὴν σωτηρίας ὁδὸν καὶ εἴσοδον ἑαυτοῖς ὑπογράψαι, καὶ πόρρω ταύτης ἀποκρουσθέντες τιμωρίας θεοσύλαις πρεπούσας ἠνέγ‐ καντο, κατὰ καιρὸν ὁ λόγος δηλώσει σαφέστερον· ἕτερον δὲ
5πάλιν παρηνομήθη τῷ βασιλεῖ, παφλαζούσης τῆς ἀκμῆς τοῦ κινδύνου, τῆς τοιαύτης ἀτοπίας οὐκ ἔλαττον. τί δὲ τοῦτο; τοὺς δοκοῦντας εὐπορωτέρους εἶναι τῶν ἄλλων θείους σηκοὺς ἀπεσύλησε, τὰ τούτων ἱερὰ σκεύη σὺν αὐτοῖς τοῖς θείοις εὐαγγελίοις διὰ τὸν περικείμενον αὐτοῖς κόσμον ἐξ ἐπιτάγμα‐
10τος ἀσεβοῦς ἀφελόμενος, μήτε τῶν τῆς φρικτῆς ἱερουργίας καὶ μυστικῆς τραπέζης ἀποσχόμενος κρατήρων ἢ κανῶν ἢ λοιπῶν περιρραντηρίων, μήτε πέπλων καλυπτόντων τὰ ἱλα‐ στήρια μήτ’ ἄλλης σκευῆς θείων πραγμάτων φεισάμενος. καὶ ταῦτα τῷ παλατίῳ μετενεγκὼν θησαύρισμα πυρὸς καταφλέ‐
15γοντος καὶ κρίμα θανάτου ἑαυτῷ ἐθησαύρισε· μηδὲν γὰρ ἀπονάμενος ἐξ αὐτῶν ἢ ὅσον ἀμοιβὰς ἀπαισίους καὶ θεήλα‐ τον ὀργὴν καὶ παρακοπὴν ἐπισπάσασθαι, καὶ τἆλλα πάντα τοῦ βασιλικοῦ πλούτου μετ’ ἤχου συναπεβάλετο. τὸ γὰρ πρόσχημα τῆς ἀπορίας οὐκ εἶχεν αὐτῷ συμβαλλόμενον, ὅτι
20καὶ χρυσὸς αὐτῷ καὶ ἄργυρος κατακεκλεισμένος οὐκ εὐαρίθ‐ μητος ἦν. καὶ ὁ μετ’ αὐτὸν βεβασιλευκὼς περιῃρημένον ἅπαντα τὸν τοῦ παλατίου πλοῦτον εὑρὼν καὶ διηρπασμένον
ἐν τῷ καιρῷ τῆς ἀποκηρύξεως τούτου καὶ ἀπελάσεως, τὴν260

261

μεγάλην οὐκ ἠμβλύνθη καὶ βασιλικωτάτην προαίρεσιν, ἀλλ’ ἀφθόνοις χερσὶ καὶ μεγαλοδώροις πάντας ὑπὲρ πᾶσαν ἐλπίδα ἰσχυρῶς κατεπλούτισε, καὶ φιλοτίμοις δεξιώσεσι καὶ ῥόγαις μυριοταλάντοις στρατὸν κατὰ τοῦ ἀντικειμένου Βρυεννίου καὶ
5τῶν ἄλλων τυράννων μέγιστον παρεκίνησε, καὶ οὐδὲν αὐτῷ ἄπορον ἢ ἐνδεὲς τὸ παράπαν συνήντησεν· ὡς εἶναι δῆλον καὶ ἀληθῆ τὸν παλαιὸν καὶ συνετώτατον λόγον, ὅτι ὅπου προαίρεσις ἀγαθή, τὸ κωλῦον οὐδέν, μάλιστα δὲ βασιλεῖ τῶν ἄλλων ὑπερφέρον τὸ πλούσιον. καὶ οὐδεὶς εἶδέ ποτέ τινα
10τούτων πενόμενον· ἀλλ’ ὅσον ἐξάντλητα παρ’ αὐτοῦ δι’ εὐ‐ ποιίας τὰ χρήματα καὶ χρεωλυσίας πεποίητο, τοσοῦτον παρὰ τοῦ βασιλεύοντος ἄνωθεν ἐπιχορηγεῖται τούτῳ πηγὴ καὶ πο‐ ταμὸς χρυσῶν ἀνεξάντλητος. ἀληθινὴ γὰρ ἐστὶν ἄμπελος ὁ τῆς ἀφθόνου μεταδόσεως κύριος, τοσοῦτον ἐπαυξανόμενος
15ὅσον περιτέμνει τὸν πλοῦτον καὶ σκορπίζει δι’ ἀγαθότητα. Ἀλλὰ τὰ μὲν περὶ τοῦ σοφοῦ βασιλέως κατὰ καιρὸν λελέξεται ὕστερον, ὅτε τοῦτον ἡ πόλις λαμπρὰ λαμπρῶς ὑπο‐ δέξεται καὶ μυρίαις τιμήσει ταῖς εὐφημίαις καὶ πανηγύρε‐ σιν· ἐν δὲ τοῖς ἑσπερίοις μέρεσι φεύγων μὲν ὁ τοῦ Βρυεν‐
20νίου αὐτάδελφος μετὰ τῶν ἀμφ’ αὐτὸν τῇ Ῥαιδεστῷ προσε‐ πέλασε, καὶ ταύτης ἐντὸς εἰσελήλυθεν, οἱ δὲ Πατζινάκοι τὴν τῶν Μακεδόνων ἀποστασίαν ἰδίαν εὐπραγίαν καὶ εὔνοιαν λο‐
γισάμενοι, μετὰ πλήθους οὐκ ἐλαχίστου τῇ Ἀδριανουπόλει261

262

προσήγγισαν, καὶ ταύτην περικαθίσαντες τὸν παρὰ τῶν Μα‐ κεδόνων προχειρισθέντα βασιλέα πατάξειν ἠπείλουν μετὰ τῶν συναραμένων καὶ συνδραμόντων αὐτῷ. ἄλλους δέ τινας τα‐ χυδρομεῖν ἠσκημένους κατὰ τῆς χώρας ἐξέπεμψαν, οἳ πᾶσαν
5ὁμοῦ κατελωβήσαντο καὶ διήρπασαν, φόνον μὲν πολὺν τῶν ἐν ἀγροῖς ποιησάμενοι, κτηνῶν δὲ ἀμυθήτων ἀγέλας ἐλάσαντες, καὶ οὐδὲ ἓν εἶδος κακώσεως παραλιπόντες τοῖς κάμνουσιν. ὁ δὲ Βρυέννιος ἐν πλήθει καὶ ἀγερωχίαις τὸ πρόσθεν καυχώ‐ μενος, ἀγενὴς ἐφάνη πρὸς τοὺς βαρβάρους καὶ ἄτονος, καὶ τὸ
10τεῖχος τῆς τοῦ Ἀδριανοῦ καταφυγὴν εἶχε μόνην, οὐ τὴν τῶν ὅπλων ἀντίθεσιν, ἕως λιμὸς βαρύτατος ἐντὸς κατατρύχων αὐτὸν καὶ τοὺς σὺν αὐτῷ, μετὰ πάσης τῆς ἵππου καὶ τῶν ὑποζυγίων αὐτῶν, ἠνάγκασε τοῖς βαρβάροις συνθέσθαι καὶ πάντα πρᾶξαι τὰ παρ’ αὐτῶν προσταττόμενα. συναθροίσας
15οὖν χρυσίον ἁδρὸν ἐξ ἑαυτοῦ καὶ τῶν συναποστατησάντων αὐτῷ, τοῖς Πατζινάκοις ἀντίλυτρον δέδωκεν οὐ μεῖον τῶν εἴκοσι ταλάντων ἤτοι κεντηναρίων περιιστάμενον, σὺν αὐτῷ δὲ καὶ ὑφασμάτων καὶ ἀργυρῶν σκευῶν οὐκ ἐλάχιστον χρῆμα. καὶ τοῦτον τὸν τρόπον ἀπαναστῆναι τοὺς Πατζινάκους ἐκ τῆς
20πολιορκίας διέθετο. μένων δὲ κατὰ χώραν ἠργυρολόγει τοὺς πειθομένους αὐτῷ, πρὸς μὲν τοὺς ἐναντίους καὶ ἀλλοφύλους οὐδὲν γενναῖον ἐπιδειξάμενος, ἀλλ’ ὥσπερ τις πτὼξ ἐν ὕλῃ
οὕτως ἐν τοῖς τείχεσι τῆς Ἀδριανουπόλεως κρυπτόμενος, πρὸς262

263

δὲ τοὺς ὁμοφύλους ἐπιγαυρούμενος ἀκρατῶς, καὶ πολυειδεῖς ἀπαιτήσεις καὶ τιμωρίας κατασκεδάζων αὐτῶν, καὶ μᾶλλον τοὺς ξένους ξεσμοῖς ὑποβάλλων, ἵν’ ἐκ τῶν σωμάτων αὐτῶν οὐχ αἱμάτων ἀλλὰ χρημάτων ἀνερευνήσῃ πηγάς.
5 Ὁ δὲ Βοτανειάτης οὐχ οὕτως, ἀλλὰ τοὺς εἰς αὐτὸν εἰσ‐ ρέοντας ξένους ἢ ἄλλοθέν ποθεν αὐτῷ παρεμπίπτοντας οὐ μό‐ νον ἀτιμωρήτους καὶ ἀναφεῖς κατελίμπανεν, ἀλλὰ καὶ δώροις ἐτίμα καὶ μεγίστοις περιλάμπροις τοῖς ἀξιώμασι, καὶ σιτήσεις ἐχορήγει τὴν χρείαν ἐκ πολλοῦ τοῦ περιόντος νικώσας αὐ‐
10τῶν. ὅθεν καὶ ὁ δικάζων ἀδεκάστως θεὸς δεξιὰν τὴν ψῆ‐ φον τῷ δεξιῶς χρωμένῳ τοῖς πράγμασιν ἐπεβράβευσε. καὶ ὅπως, ἤδη ῥητέον. Ἐν τοιούτοις τῶν πραγμάτων ἀμφιδοξούντων ἔξεισι τῆς ἰδίας πόλεως ὁ Βοτανειάτης, τῆς πρὸς τὴν βασιλίδα φερού‐
15σης μετ’ εὐψυχίας ἁπτόμενος. δύο δὲ τῶν ὑποστρατήγων αὐτοῦ, κράτος ἔχειν πολεμικὸν καὶ πλῆθος στρατιωτικὸν βρεν‐ θυόμενοι, τὴν ὑποχώρησιν ἔκλεψαν καὶ λιποταξίου γραφὴν ἀπηνέγκαντο, πανταχόθεν ἄπιστοι καὶ ἀχάριστοι καὶ ἀγνω‐ μοσύνης φανέντες ἀνάμεστοι· οὐ γὰρ ᾠήθησαν οἱ κακοδαί‐
20μονες οὐδ’ εἰς νοῦν ἔβαλον τὸ τῆς θεηγορίας διάταγμα, ὡς οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν· ἀλλὰ δειλιάσαν‐ τες πρὸς τὰς τῶν Τούρκων παρατάξεις, αἳ τῷ Βοτανειάτῃ
ἐφήδρευον, τὴν πρὸς αὐτὸν στοργὴν ἐξωμόσαντο καὶ παρα‐263

264

βάται τῶν ὅρκων καὶ τῶν συνθηκῶν ἐχρημάτισαν. ἀλλ’ οὗ‐ τος ἀτρέστῳ καὶ εὐγενεῖ τῷ φρονήματι, τῇ θείᾳ ψήφῳ τὰ κατ’ αὐτὸν ἐπιτρέψας, οὐδένα λόγον τούτων πεποίηκεν, ἀλλὰ συμβαλὼν τὰς πονηρίας καὶ ἀτασθαλίας αὐτῶν, καὶ ὡς ἄλ‐
5λως Ἀλωέας καὶ λωβητῆρας εὐθύμως τούτους ἀποσεισάμενος, ἵνα μὴ καυχήσωνται συμβαλέσθαι τούτῳ πρὸς τὸ προκείμε‐ νον σπούδασμα καὶ τὴν τῆς βασιλείας ἀνάβασιν, καὶ αὐτοὶ τὰς εὐεργεσίας ἀναξίως κομίσωνται, τῆς ὁδοιπορίας ἀπάρχε‐ ται. οἱ δ’ ἐφεδρεύοντες, πολλοὶ καὶ πανταχόθεν συρρέοντες,
10ὠρύοντο μὲν ὡς σκύμνοι καὶ καθυλάκτουν ὡς κύνες, εἰς χεῖρας δὲ τούτῳ ἐλθεῖν καὶ πόλεμον συρράξαι φόβῳ καὶ φρίκῃ συνείχοντο, καίτοι πολλάκις εἰς τοῦτο μεταβῆναι με‐ τακαλούμενοι. ἀλλ’ ὥσπερ ἐπὶ τῶν Ἰσραηλιτῶν γέγραπται, τῆς ἐρυθρᾶς τμηθείσης θαλάσσης ἀβρόχως αὐτοὺς διαπε‐
15ραιωθῆναι διὰ ξηρᾶς, ὡς τείχους ἐκ δεξιῶν καὶ τείχους ἐξ εὐωνύμων ἱσταμένου τοῦ ὕδατος, οὕτως ἐνταῦθα τεθαυμα‐ τούργηται· ὡς γὰρ ῥεῦμα πανταχόθεν συντρέχοντες καὶ παρατειχίζοντες αὐτὸν οἱ πολέμιοι ψαῦσαι τούτου καὶ πόλε‐ μον θαρρῆσαι οὐκ ἀπετόλμησαν, ἐν ὁμοιώσει δὲ δορυφόρων
20τὰς παραπομπὰς ἐπεποίηντο. ὅσοι δὲ πολεμήσοντες ἤλασαν, ἢ πίπτοντες οἰκτρῶς τὴν ψυχὴν ἀπεβάλοντο, ἢ τὴν ἧτταν ὡς ἐξ ἀκαταμαχήτου δυνάμεως ἀνελόμενοι οὐκέτι δευτέρως ἐπι‐
χειρεῖν ἐδοκίμασαν. πᾶσα δὲ πόλις ἐπερχόμενον αὐτὸν ἐν264

265

ὑψηλῷ καὶ θείῳ βραχίονι ἀσπασίως καὶ σὺν πολλῇ τῇ εὐφη‐ μίᾳ καὶ τοῖς ἀλαλαγμοῖς ὑπεδέχοντο. μισθοφορικὸν δ’ ἐκ τῆς τοῦ ἀντιθέτου βασιλέως ἀποστολῆς τῇ κατὰ Βιθυνίαν Νικαίᾳ ἐπιξενούμενον καὶ συντηροῦν τῷ βασιλεῖ τὴν πόλιν
5δῆθεν ἀπερικτύπητον, πρὸ τριῶν ἡμερῶν καταλιπὸν τὸ ἐπί‐ ταγμα καὶ τῆς τοῦ πέμψαντος εὐηθείας κατορχησάμενον, μετὰ δουλικοῦ καὶ συντάγματος καὶ σχήματος ἀπήντησε τούτῳ τῷ Κοτυαείῳ προσμίξαντι. καὶ τὴν δουλείαν ὁμολογῆσαν καὶ τὸ τῆς πίστεως τρανολογῆσαν ὑπόδειγμα, προεπορεύετο καὶ
10προεκινδύνευε τούτου μετὰ τῶν ἰδίων ὅπλων καὶ ἵππων καὶ τῆς ἄλλης παρασκευῆς. διὰ θαύματος δ’ ἐποιεῖτο πῶς οἱ θρασεῖς καὶ πολεμικώτατοι Τοῦρκοι τιθασσοὶ καὶ χειροήθεις γεγόνασι, καὶ τὸν δουλικὸν ζυγὸν ὑπελθεῖν κατατίθενται, καὶ περινοστοῦσι μὲν ἱππαζόμενοι, δορυφόρων δὲ τάξιν ἀποπλη‐
15ροῦντες εἰσί. Καὶ ταῦτα μὲν ἐθαυματουργοῦντο μέχρι Νικαίας αὐ‐ τῆς, τοῦ προσκυνουμένου σημείου ἐπ’ ὀνόματι τοῦ ἀρχιστρα‐ τήγου προηγουμένου πάντων, καὶ προφυλακτικῶς τὰς ὁδοὺς ὑπανοίγοντος, καὶ τὴν εἰς αὐτὸν πίστιν τοῦ βασιλεύοντος
20στερρὰν καὶ ἀκλόνητον ὑπεμφαίνοντος, καὶ τὴν χάριν διδό‐ ναι θαυμασίαν ἐξ ἔργων παραδεικνύοντος. τῇ δὲ Νικαίᾳ τῷ βασιλεῖ προσεγγίσαντι χορεία τις ἐναρμόνιος τοῖς ἐγχωρίοις συνέστη καὶ κρότος εὐφημίαις ὑπέρσεμνος, πάντων χαρμό‐
συνα θυόντων καὶ χαριστήρια, καὶ τῆς σωτηρίας προκηρυτ‐265

266

τόντων τὰ σύμβολα, ὡς καὶ αὐτοὺς ἐκπλαγῆναι τοὺς πολε‐ μίους καὶ τότε βεβαιοτέραν τὴν ὁμολογίαν ἐπισυντάξασθαι τῆς δουλώσεως. καὶ γὰρ ἐπιβάντος αὐτοῦ τῆς τοιαύτης πό‐ λεως μετὰ τῆς οἰκείας δυνάμεως, καὶ τὰς βασιλικὰς εὐεργε‐
5σίας καὶ στρατηγίας σαφῶς διατιθεμένου καὶ διατάττοντος, καὶ τιμαῖς περιβλέπτοις καταγεραίροντος τοὺς ἀστικούς τε καὶ ξενικοὺς καὶ ὅσοι τῆς στρατιᾶς καὶ τῆς ἄλλης διαμονῆς πα‐ ρετύγχανον περὶ τὸν τῆς Νικαίας περίβολον, οἱ Τοῦρκοι δου‐ λικῶς ἐστρατοπεδεύσαντο, καὶ τὴν εἰς αὐτὸν ἐπιταχθέντες
10εἴσοδον τῷ στήθει τὰς χεῖρας συνέπλεκον, καὶ τὴν θέαν τού‐ του μεγίστην εὐεργεσίαν ἐτίθεντο, καὶ συμπονεῖν αὐτῷ καὶ συμπράττειν τὰ θυμήρη κατεπηγγέλλοντο. διὸ καί τινες τῶν εὐπατριδῶν τῆς Περσίδος, ἀδελφοὶ κατὰ σάρκα καὶ φύσιν ὑπάρχοντες, καὶ τὴν τοῦ Κουτλουμούση ἐπωνυμίαν ἐκ πα‐
15τρῴας προσηγορίας ἐφέλκοντες, τῆς σουλτανικῆς δὲ μερίδος καὶ ἐξουσίας ἀντιποιούμενοι καὶ τῷ ἐθνάρχῃ τῶν Οὔννων ἀν‐ τιταττόμενοι, καὶ κατὰ τοῦτο τῇ Ῥωμαίων προσφοιτήσαντες γῇ, καὶ κράτος ἑαυτοῖς ἀντίθετον ἐκείνῳ περιποιούμενοι, προ‐ σῆλθον αὐτῷ κατὰ Νίκαιαν. καὶ ὅπερ ἐν οὐδενὶ βασιλεῖ τῶν
20Περσῶν γένους ὄντες βασιλικοῦ οὔτε Ῥωμαίων κατεδέξαντο πρᾶξαι, τοῦτο πρὸς αὐτὸν παραδόξως ἀπέδειξαν, γόνυ τε κλίναντες καὶ προοδοποιεῖν αὐτῷ τὴν εἰς τὴν βασιλίδα ὁδοι‐ πορίαν σὺν πολλῇ πεποιθήσει διασημαίνοντες. οὓς δὴ καὶ
λόγοις καὶ τρόποις εὐσυνέτοις κοσμιωτέρους καὶ εὐνοϊκωτέ‐266

267

ρους ἀπεργασάμενος, οὕτως εἰς τὴν ἑαυτοῦ δούλωσιν καὶ πί‐ στιν διεθέρμανε καὶ τῆς αὐτοῦ βασιλείας ἐραστὰς ἀπειργά‐ σατο, ὡς καὶ ἄλλους, ὃ δὴ λέγεται, γενέσθαι ἐξ ἄλλων καὶ τοῖς σὺν αὐτῷ Ῥωμαίοις ὁμονοῆσαι, καὶ μιᾶς γενέσθαι συμ‐
5φυΐας καὶ δεσποτείας ἐν τῇ ἑνώσει τῆς πίστεως καὶ εἰλικρι‐ νοῦς διαθέσεως. τότε γὰρ πεπλήρωται τὸ προφητικόν, ὅτι πρόβατον μετὰ λύκων συμβοσκηθήσονται καὶ παρδάλεις μετὰ ἐρίφων. Καὶ τί τὸ ἐντεῦθεν; στρατιώτας Ῥωμαίους μετ’ αὐτῶν
10ὁ Βοτανειάτης παραμετρήσας καὶ μίξας ἓν αὐτοὺς πεποίηκε σύνταγμά τε καὶ στράτευμα, καὶ εἰς τὴν ἀντιπέρας ὄχθην τῆς βασιλευούσης ἀπέστειλεν. οἳ καὶ προελθόντες, καὶ περὶ τὴν Χαλκηδόνα καὶ Χρυσόπολιν πηξάμενοι τὰς σκηνάς, ἄρτι τοῦ μαρτίου μηνὸς τῆς πρώτης ἰνδικτιῶνος ἐν ταῖς πρώταις
15καλάνδαις τυγχάνοντος, πολλὴν θυμηδίαν τοῖς πολίταις ἐνῆ‐ καν, μαθοῦσιν ὅτι τοῦ Βοτανειάτου ἀπόστολοι οὗτοι καὶ στρα‐ τιῶται κατέλαβον. ἦραν γὰρ φωνὴν ἅπαντες, καὶ χάριτας ἀπένεμον τῷ θεῷ, καθότι Ῥωμαϊκὰς εἶδον δυνάμεις καὶ τοι‐ αῦτα περιπετάσματα τῷ τόπῳ τούτῳ ἐπιδημήσαντα. χρόνος
20γὰρ παρελήλυθεν ἱκανὸς ἀφ’ ὅτου Ῥωμαίους οὐκ ἔσχεν ὁ τό‐ πος ἐκεῖνος ἐπιφανέντας τὸ σύνολον. Τούρκων γὰρ ἐπὶ τῶν ἡμερῶν τοῦ Μιχαὴλ ἐγίνετο καταγώγιον καὶ πολλῶν αἱμά‐
των Χριστιανικῶν μολυντήριον, καὶ τὸ πᾶν ἔρημος καὶ ἀοί‐267

268

κητος καὶ ἄβατος ἦν. ὡς δ’ ἐφάνησαν τότε τὰ τῆς Ῥωμαϊ‐ κῆς ἐπικρατείας ἐπίσημα, πάντας ὁμοῦ τοὺς Βυζαντίους εἰς θάρσος μεῖζον καὶ νίκης ἐλπίδα ἐπέλθησαν, ὅτι καὶ αἱ πα‐ ράλιοι πόλεις ἅπασαι τοὺς τοῦ Βοτανειάτου πεζοὺς στρατιώ‐
5τας παραγενομένους εὐθύμως ἐδέξαντο, τό τε τῶν Πυλῶν ἄστυ καὶ τὸ ἐν Πραινέτῳ καὶ αὐτὴ Νικομήδεια, ἧς ὁ στρα‐ τηγὸς πρὸ τῆς Νικαίας τῷ Βοτανειάτῃ μετὰ περιχαρείας ἀπήντησεν. οὐδὲ τὸ ἐν Ῥουφινιαναῖς πολίχνιον, καρτερώτατον καὶ δυσμαχώτατον ὂν καὶ στόμα τῆς μεγαλοπόλεως κείμενον,
10φροντίδα τοῦ Μιχαὴλ διὰ τὴν πρὸς τὴν βασιλίδα ἐγγύτητα καὶ προσέχειαν ἔθετο, ἀλλὰ καὶ αὐτοὺς πεζοὺς αὐτοῦ στρα‐ τιώτας ἐντὸς ὑπεδέξατο. καὶ δι’ ὀλίγου καὶ ἀκαριαίου και‐ ροῦ πάντα τὰ τῆς ἐκείνου αἱρέσεως ἐπληρώθησαν, καὶ πρὸς αὐτὸν πᾶσα ἡλικία καὶ φύσις μετέθετο. οὕτω θεία τις δύ‐
15ναμις πάντας συνώθει καὶ συνήργει πρὸς τὴν τοῦ ἐρχομένου βασιλέως οἰκείωσιν· ἐπεὶ καὶ οἱ περὶ τὸν βασιλεύοντα Μι‐ χαήλ, ἐξ ὅτου περ οἱ τοῦ Βοτανειάτου τὴν πόλιν κατεῖδον κἀκεῖνος προσήγγισε, τῶν τοῦ Βρυεννίου κατά τινας ξυμβο‐ λὰς παρὰ προσδοκίαν περιεγίνοντο. στρατιώτας γὰρ ὁ Βρυέν‐
20νιος ἀποστείλας εἰς τὴν τῆς Κυζίκου χερρόνησον τῆς αὐ‐ τῆς μὲν ὑποταγῆς ἐπειρᾶτο τοὺς ἐγχωρίους ποιήσασθαι καὶ δασμοφορεῖν αὐτοὺς ἤρξατο· στόλος δ’ ἐκ τῆς βασιλίδος
καταλαβὼν τούτους κατεπολέμησε, καὶ πολλοὺς τῶν ἐκ Κυ‐268

269

ζίκου ἀνακομίζων ἀφῃρέθη τούτους πρὸς τῇ ἀκτῇ παρὰ τῶν τοῦ Βοτανειάτου στρατιωτῶν, ἤδη καταλαβόντος τὰς Προποντίους ἀκτὰς καὶ τὰς καθ’ Ἑλλήσποντον. ἀλλὰ καὶ ὁ Λατῖνος Ῥουσέλιος ἀποσταλεὶς τὸ δεύτερον κατὰ τοῦ αὐτα‐
5δέλφου τοῦ Βρυεννίου, μέχρις Ἡρακλείας Θρᾴκης ἀπολέμητος σὺν τοῖς στρατευομένοις καταλέλειπτο, καὶ τὴν πόλιν ταύτην ὀχύρωμα τοῦ ἰδίου στρατεύματος ἐποιήσατο, προφυλαττόντων πάντων καὶ προοδοποιούντων τῷ Βοτανειάτῃ τὰ νικητήρια. Τὸ δ’ ἀπὸ τοῦδε παρεσκευάζετο μὲν ὁ βασιλεὺς αὑτόν,
10λέγω τὸν θεοπρόβλητον Βοτανειάτην, εἰς τὸ χωρεῖν πρὸς τὴν βασιλεύουσαν ἐκ Νικαίας· πολὺ δὲ πλῆθος συρρέον ἐκ τῆς μεγαλοπόλεως πρὸς αὐτὸν ἐφοίτα, καὶ διεσώζετο παρὰ τῶν Τούρκων τὴν ἀπὸ θαλάσσης μέχρι Νικαίας νεμομένων περί‐ χωρον. ὡς γὰρ ἐρωτῶντες αὐτοὺς πρὸς τὸν βασιλέα ἥκειν
15σπουδαίως ἐμάνθανον, εὐθὺς τούτους ὡς ὁμοδούλους καὶ συ‐ νήθεις πρὸς τὴν ὁδοιπορίαν παρέπεμπον ταχινώτερον. ἡμε‐ ρῶν δὲ τινῶν διαγενομένων οὐκ ἤνεγκε τὸν πόθον ἡ εὐδαί‐ μων καὶ προκαθεζομένη τῆς ἑώας μητρόπολις καὶ τὸ τῆς δου‐ λικῆς στοργῆς περιούσιον, καὶ τὸ πρὸ τῆς πόλεως προκαθῆ‐
20σθαι σκηνίτας τοὺς ἐκείνου προασπιστάς τε καὶ στρατηγοὺς ἐν ἐκεχειρίᾳ καὶ ἀπραξίᾳ ἐν δεινῷ ποιησαμένη, τὴν ὠδῖνα τῆς βουλήσεως ἐκρηγνύει, καὶ κοινῇ ψήφῳ πάντες οἱ ἐν αὐτῇ τὸν
Βοτανειάτην αὐτοκράτορα Ῥωμαίων καὶ δεσπότην ἀναγορεύ‐269

270

ουσι μετὰ πολλῆς καὶ ἀκατασχέτου τῆς συνδρομῆς καὶ περιη‐ χῆς, ἄρτι τῶν τοῦ εὐαγγελισμοῦ τῆς θεομήτορος ἐπιβατηρίων ἐφισταμένων. καὶ παρῆλθον ἅπαντες εἰς τὸ κοινὸν καὶ μέ‐ γιστον τοῦ θεοῦ οἰκητήριον. κἀκεῖσε μετὰ τῆς συνόδου συγ‐
5κροτοῦσιν οἱ τῆς συγκλήτου λογάδες τὴν εὐφημίαν ὑπερφυῆ καὶ μετέωρον, προεξάρχοντος τούτοις καὶ αὐτοῦ τοῦ πατριάρ‐ χου θεουπόλεως μεγάλης Ἀντιοχείας, τῇ βασιλίδι ἐνδιατρί‐ βοντος. καὶ πᾶς ὁ κλῆρος συννεύει, καὶ ὅσοι τῆς ἀγορᾶς, καὶ τῶν Ναζιραίων οἱ δοκιμώτατοι· ὁπότε καὶ ὁ Ῥουσέλιος
10πολεμήσας τοῖς ἀμφὶ τὸν τοῦ Βρυεννίου αὐτάδελφον κατὰ κράτος αὐτοὺς ἐτροπώσατο, τοῦ καιροῦ μαρτυροῦντος πάντως ὅτι τῷ Βοτανειάτῃ καὶ τὰ τῆς νίκης ταύτης θεόθεν κεχάρι‐ σται. καὶ τηνικαῦτα κατὰ φατρίας διαιρεθέντες οἱ τῆς πο‐ λιτείας ἐπώνυμοι καὶ πάντες οἱ τῆς Ῥωμαίων φυλῆς, ὥσπερ
15ἄνωθεν ἐκ θείας δεξιᾶς στρατηγούμενοι, συνταγματάρχαις τε αὐτόμολοι ἐχρήσαντο, καὶ τῶν μὲν ἀνακτόρων, ἃ τὸ μέγα παλάτιον λέγεται, κυριεύουσιν ἐξ ἐφόδου στρατιῶται ἐκ τοῦ Βοτανειάτου περαιωθῆναι παρασκευάσαντες καὶ τὸ φυλάττον ἐκεῖσε μισθοφορικὸν πολέμῳ καταπαλαίσαντες· καθαιροῦσι
20δὲ καὶ τὸν βασιλεύοντα Μιχαὴλ φυγόντα εἰς τὰ ἐν Βλαχέρ‐ ναις ἀνάκτορα, καὶ πρὸς τὸν μοναχικὸν μετασκευάζουσι βίον, καὶ τῇ μονῇ τοῦ Στουδίου μετ’ εὐτελοῦς τοῦ ὑποζυγίου προ‐ φυλακτικῶς παραπέμπουσιν, ὃς δὴ καὶ ἐμονάρχησε χρόνους ἓξ καὶ μῆνας ἕξ. καὶ προϊστῶσιν ἀρχὰς ὅσαι τήν τε τοῦ
25παλατίου φρουρὰν καὶ τὴν ἀγορανομικὴν εὐταξίαν διακοσμεῖν270

271

ἔμελλον, μήτε τὸν στόλον ἐάσαντες ἀκυβέρνητον, ἀλλὰ κἀν τούτῳ δρουγγάριον ἐπιστήσαντες. Οὕτω δὲ τῶν κατὰ τὴν πόλιν πραγμάτων ἐχόντων, καὶ βασιλέως καθαιρεθέντος ὁπλιτικὸν ἔχοντος ἐκ μισθοφορᾶς ἐν
5μυριάσι συναριθμούμενον, καὶ τοῦ Βοτανειάτου πολεμικῶς καὶ μαχίμως τὴν ὑπὲρ τῆς κοινῆς τῶν Ῥωμαίων εὐετηρίας ὁρμὴν ἐξαρτύσαντος, ἀναίμακτον ἅπαν καὶ ἀνώλεθρον συνε‐ περάνθη τὸ ἀποτέλεσμα, ὡς μηδὲ ῥῖνά τινος αἵματος γενέσ‐ θαι διάβροχον· ὅπερ δεῖγμα τῆς εἰς θεὸν αὐτοῦ πίστεως
10καὶ τῆς ἐκ θεοῦ προχειρίσεως τούτου σαφέστατόν τε καὶ οἰ‐ κειότατον. ἀλλὰ τὸν μὲν ἀπὸ βασιλέων ἔσχεν ὁ τῆς θεομήτο‐ ρος ἐν Βλαχέρναις σηκὸς ἱερώτατος, καὶ περιέσωσεν ἐν αὐτῷ τὴν τρίχα καὶ τὸν κόσμον ἐκτιναξάμενον· τὸν δ’ ἀπὸ λογο‐ θετῶν καὶ τὸν τούτου προασπιστὴν Δαβίδ, τὸ τοῦ μεγάλου
15ἑταιρειάρχου κεκτημένον ὀφφίκιον, ὃς ἐκ παραγγελίας αὐτοῦ τοῦ ἀπὸ λογοθετῶν τὸν ἀρχιερέα τῆς ἱερᾶς τραπέζης ἐν τῷ θυσιαστηρίῳ τῆς τοῦ θεοῦ λόγου σοφίας βιαίως ἀνείλκυσεν, οὐδεὶς θεῖος δόμος ἐδέξατο καὶ περιέστειλεν ἔνδοθεν (ᾐδέ‐ σθησαν γὰρ προσελθεῖν καὶ προσρυῆναι ἐκείνοις ὧν τὴν κατα‐
20φυγὴν ἄλλοις αὐτοὶ ἀπηγόρευσαν, καὶ ὧν ὕβριν καὶ ἀτιμίαν ἐκ προπετείας ἀτασθάλου κατέχεον), ἀλλὰ τῶν ἵππων ἐπι‐ βάντες σὺν ὀλίγοις τῶν ἀμφ’ αὐτοὺς πρὸς ἑσπέραν ἐξώρμη‐ σαν. καὶ καταλαμβάνουσι τὸν Ῥουσέλιον εἰς Ἡράκλειαν ἤδη
τῆς κατὰ τῶν ἀντιπάλων νίκης τὰ χαριστήρια θύοντα· ὕστε‐271

272

ρον δέ, μετὰ τὸ ἐπανελθεῖν τὸν Ῥουσέλιον, ποιναῖς περιπί‐ πτουσι, τῆς δίκης μετελθούσης αὐτούς. Οἱ δ’ ἐν τῇ βασιλευούσῃ φυλακὰς ἀμφοτέροις τοῖς ἀνακ‐ τόροις ἐπιστήσαντες, ὡς προείρηται, προσέμενον τῷ μεγάλῳ
5τεμένει, καὶ ἐπιστολὰς τῷ Βοτανειάτῃ δουλικὴν ἐχούσας τὴν ῥῆσιν ἀνέπεμπον, καὶ τὴν ἐπιδημίαν ὡς θεοῦ τῷ ὄντι ποθει‐ νῶς ἐπετάχυνον. καὶ ἦσαν ἐπὶ τρισὶν ἡμέραις ἀβασίλευτον τηροῦντες τὴν πόλιν καὶ ἄσυλον, καὶ τοῦτο μονονουχὶ ἐπιφω‐ νοῦντες συχνῶς ὅπερ καὶ ἐπὶ τοῦ ἐμοῦ Χριστοῦ οἱ παῖδές
10ποτε μετὰ κλάδων εὐφήμουν, τὸ “εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου βασιλεὺς εὐσεβέστατος”. ὃ καὶ παραδοξό‐ τατον τοῖς ὅλοις διεγινώσκετο, καὶ οὐδενὶ τῶν ἁπάντων εἰς γνῶσιν ἐλήλυθεν ἢ ἱστορία παραδέδωκεν, ἵνα χηρεύουσα βα‐ σιλεύουσα πόλις μηδένα τῆς ἀρχῆς λογίσηται ἄξιον ἢ τὸν ἐρ‐
15χόμενον ἔξωθεν καὶ προερχόμενον μετὰ βασιλικῆς πεποιθή‐ σεως. ὅθεν καὶ ὁ στόλος ἅπας, ἄχρι Πραινέτου μετὰ συν‐ τάξεως ἀποπλεύσας, εὐφημίαις τοῦτον οὐρανοβάμοσιν ἐμεγά‐ λυνε. καὶ πολλοὶ τῶν ἐν ἐξουσίαις πολιτῶν, οἷς τὸ βαδίζειν καὶ ἀποστάδ.. ἀσύνηθες ἦν, προτρέχοντες ἄχρι Νικαίας
20πεζοὶ τῷ βασιλεῖ τὰ εὐαγγέλια θερμῶς μετὰ πολλοῦ τοῦ ἄσθματος προηγόρευον, μηδένα φόβον τῶν Τούρκων εἰς νοῦν λαμβάνοντες, οἳ τὸν ἐν μέσῳ χῶρον ἀγεληδὸν περιέτρεχον.
ἐν δὲ τῇ Πραινέτῳ διαναπαυσάμενος ὁ βασιλεύς (πρὸς ἑσπέ‐272

273

ραν γὰρ ἐκεῖσε κατέλαβε) παννύχιος πᾶσιν ὡμίλει καὶ περι‐ χαρῶς προσεδέχετο, καὶ τιμαῖς ἀπλέτοις καὶ χαρίσμασιν ἀνα‐ ριθμήτοις αὐτοὺς ἐκόσμει καὶ κατελάμπρυνεν. εἶτα πρωιαί‐ τερον τῆς βασιλικῆς νεὼς ἐπιβὰς εὐθὺ τῆς βασιλευούσης ἐξώρ‐
5μησε, σαλπίγγων καὶ βυκίνων περιηχήσεσι καὶ κρότοις κυμ‐ βάλων καὶ φωναῖς εὐφήμοις καὶ μεγαλουργίαις ἀπείροις τὴν καταπληκτικῶς ἐνδεικνύμενος. ἡ δὲ θάλαττα πᾶσα κατεδεν‐ δροῦτο τοῖς πλοίοις, καὶ ἐμιμεῖτο ἀγρὸν παντοίοις δένδροις συνηρεφῆ κατάκομον· μέτρον γὰρ οὐκ ἦν τῶν προϋπαντών‐
10των αὐτῷ καὶ τὴν εὐφημίαν ὑπεραιρόντων καὶ ᾀδόντων τὴν τῶν ἐπιβατηρίων χαρμόσυνον ἑορτήν. μικροῦ γὰρ πᾶν γένος ἀνθρώπων καὶ ἡλικία πᾶσα χορείας καὶ πανηγύρεις ὑμνοπό‐ λων ἐστήσαντο, καὶ ἀπαρχὰς τῆς ἑαυτῶν ἀνακλήσεως τῷ θεῷ καθιέρωσαν. τοῦτον τὸν τρόπον μέχρι τῶν ἀνακτόρων πλεύ‐
15σας, καὶ κατὰ γῆν μείζονι τῇ φρυκτωρίᾳ καὶ τῷ περιβοήτῳ θαύματι καὶ κινήματι καὶ τοῖς ἐγκωμίοις ἁπάντων καταστε‐ φθείς, αὐτῶν ἐπιβαίνει τῶν ἀνακτόρων καὶ τὸ ἄκρατον κρά‐ τος τῆς βασιλείας ἐν ἐξόχοις τερατουργήμασιν ἐπενδύεται. Τὸ δ’ ἀπὸ τοῦδε τίς λόγος ἐκφράσει καὶ διηγήσεται
20τὸ ἐν ἀξιώμασι καὶ τιμαῖς περιβλέπτοις καὶ μεγαλοπρεπέσι διηνεκὲς καὶ ἀνένδοτον, καὶ τὸ ἐν δώροις καὶ χαρίσμασιν ὑπερφέρον καὶ ὑπερεκχυνόμενον, ὡς λῆρον εἶναι τὸν Πακτω‐
λὸν ἐκεῖνον καὶ Χρυσορρόαν, οἳ τὴν τῶν Λυδῶν παραρρέον‐273

274

τες γῆν χρυσὸν τοῖς ῥεύμασι παρασύρειν ἱστόρηνται. οὐδὲ Νειλῷα ῥεύματα πάντα πρὸς τὸ ἄκρον τῆς τῶν δωρημάτων αὐ‐ τοῦ περιουσίας παρεμετροῦντο. καὶ τὸ θαῦμα τοῖς ὅλοις ὑπερ‐ θαύμαστον ἦν, ὅθεν τὰ τοῦ πλούτου καὶ τῆς ἀφθονίας ταύτης
5τοῖς ἀνακτόροις ἐπήντλητο. εἰ γὰρ κρουνοὶ χρυσῶν ῥείθρων ἄρτι νέον ἐξ ὑποβρυχίων τούτου μερῶν ἐπηγάσθησαν, οὐκ ἂν εἰς τοιαύτην μετάδοσιν καὶ προαίρεσιν ἐν ὀλίγαις ἡμέραις ἀρκέσαι ηὐτόνησαν. νῦν δὲ τῆς φύσεως μὴ δεδωκυίας τοι‐ αῦτα, φαίνεται τὴν ὑπέρφωτον χύσιν τῆς τριλαμποῦς τριά‐
10δος ὑπὲρ φύσιν κατάλληλον τῇ προαιρέσει τὴν χορηγίαν αὐτῷ προμηθεύεσθαι τῶν τηλικούτων πλουτοποιῶν ἐπιδόσεων καὶ τῶν ἀπείρων πρὸς ἄπειρα πλήθη φιλοτιμημάτων καὶ δεξιώ‐ σεων. τὸ γὰρ εὐτελὲς δῶρον πεντεκαίδεκα λιτρῶν ὑπῆρχεν ἀπόδεσμος, ἀκινήτων κτήσεων ἑκατοντάλιτροι δωρεαί, πρὸς
15οὓς δὲ καὶ δὶς τοσούτων καὶ τρίς, ὀφφικίων παντοίων ἐπαν‐ τλήσεις καὶ παροχαί. καὶ ἵνα τι συνελὼν εἴπω, πᾶν εἶδος χαρισμάτων τοῖς προλαβοῦσιν ἐπεψηφίζετο. οὐ γὰρ ἐν πε‐ ριλάμπροις ἀξιώμασι μόνον τῶν βασιλικῶν εὐεργετημάτων τὸ γέρας ἐδείκνυτο, ἀλλὰ καὶ ἐν ὀφφικίοις καὶ ἀγροῖς καὶ χρυ‐
20σίοις καὶ ἀποσκορακίσει ἐπηρειῶν καὶ παντὶ τῷ ποθουμένῳ τε καὶ συμφέροντι. οὐδεὶς γὰρ ᾔτησε τῶν ἁπάντων ὃς οὐ παραυτίκα τῆς αἰτήσεως ἔτυχε. καὶ μᾶλλον ἱεροὶ ναοὶ καὶ
θεῖα τεμένη καὶ φροντιστήρια πάντα καὶ ἱλαστήρια· κοινὸν274

275

γὰρ ἦν τὸ τῆς εὐδαιμονίας ἐν ἅπασι, καὶ κοινὴ τῆς εὐεργε‐ σίας ἡ ἐπιμένεια. ἐφ’ οἷς καὶ ἀπορία πάντας κατεῖχε καὶ θάμβος ἐξαίσιον, πῶς τοῦ προβεβασιλευκότος Μιχαὴλ πενίαν θρηνοῦντος ἀεὶ καὶ ἀπορίαν δεινήν, καὶ ἀδύνατον αὐτῷ τὴν
5χεῖρα καθεστάναι πρὸς εὐεργεσίαν μικρὰν ἐπιλέγοντος διὰ τὸ τῆς βασιλείας τάχα δυστύχημα, ἐκ ποίων πηγῶν οὗτος ὁ μετ’ ἐκεῖνον τὰ Ῥωμαίων σκῆπτρα ἐγχειρισθεὶς τοσαύτας ἀνεκ‐ διηγήτους εὐεργεσίας καὶ δόσεις καὶ πλουτοποιὰ χαρίσματα ἐνεδείξατο, καὶ τιμὰς ὑπὲρ ψάμμον καὶ χορὸν οὐρανίων φω‐
10στήρων. καὶ τῶν μὲν ἄλλων ἡμερῶν τὰς τιμὰς διὰ τὸ πλῆθος καὶ τὸ ἀόριστον σιγῇ παραδέδοται· τὰ δ’ ἐπὶ τῇ τῶν βαΐων κυριακῇ πάντας ἀμωσγέπως ἐξέπληξαν. πᾶσα γὰρ ἡ σύγκλητος, ὑπὲρ μυριάδας ἀνδρῶν παραμετρουμένη, κατ’ ἄνδρα καὶ κεφα‐ λὴν μεγάλων ἠξιοῦντο τιμῶν, τετραρίθμους καὶ πενταρίθμους
15βαθμοὺς ὑπερβαινουσῶν, ὡς μηδὲ αὐτὸν τὸν πρωτοβεστιάριον ἐκ τοῦ βασιλέως δύνασθαι παραλαμβάνειν τοὺς τιμωμένους καὶ τὰς ἀξίας ἐπιφωνεῖν, ἀλλὰ συναντᾶσθαι παρὰ τῶν τιμῶν συχνῶς καὶ ὑποστρέφειν ἐπὶ τὴν προβολὴν καὶ αὖθις ἀνθυ‐ ποστρέφειν, ἢ καὶ ἐπὶ τοῦ αὐτοῦ ἱστάμενον ἄλλ’ ἐπ’ ἄλλοις
20καταλαμβάνοντας ἐπισπεύδειν αὐτ.. τὰς τιμωμένων ἐκφω‐ νήσεις, καὶ μόχθον σχεῖν τηλικοῦτον ὅσος αὐτῷ καὶ τὴν φω‐ νὴν περιέκοψεν. εἴπω τι ἀστειότερον; οἱ ἀργοὶ καὶ πένητες
τῆς βασιλευούσης, οἱ ταῖς ἐπισκεπέσι τῶν λεωφόρων, αἵπερ275

276

ἔμβολοι λέγονται, περινοστοῦντες καὶ ἐμφωλεύοντες, καὶ πα‐ ρασίτων τάξιν ἢ κολάκων ἢ τόγε ἀληθέστερον εἰπεῖν προσαι‐ τῶν ἐπέχοντες, συνήθως ἔχοντες ταῖς οἰκίαις τῶν τιμωμένων ἐπιφοιτᾶν καὶ προφημίζειν ἐν εὐχαριστίᾳ μεγαλουργῷ τὴν
5βασιλέων χάριν καὶ τὸ τῆς τιμήσεως ἐπιφανὲς καὶ περίολβον, καὶ αὐτοὶ ἐκ πενήτων γεγόνασι πλούσιοι καὶ εὔποροι ἐξ ἀπό‐ ρων τῇ συνεχείᾳ καὶ τῷ πολυαρίθμῳ τῶν τιμωμένων, ἁδρὰν καθ’ ἑκάστην χρυσίου ποσότητα παρὰ τούτων εἰσκομιζόμενοι. τίνεται γὰρ ἡ δόσις παρὰ πάντων τῶν εὐδαιμονούντων ὡς
10ἐξ ἐράνου, ἣν καὶ συνήθειαν τοῦ Χριστοῦ ἀστεϊζόμενοι λέ‐ γουσι. προϊούσης δὲ τῆς εὐεργεσίας εἰς ἀναρίθμητον στῖφος, καὶ πρὸς τὸ πανταχόθεν περιτρέχειν τῆς πόλεως καὶ λαμβά‐ νειν καὶ οὗτοι ἀπέκαμον, κἂν ἐπικερδὴς ἦν ἡ αἰτία τῆς διὰ πάντων ἐπιφοιτήσεως· ἡ γὰρ ἀμετρία τῶν πόνων πείθει καὶ
15κέρδους τοὺς οὕτω κεκμηκότας περιφρονεῖν. Ἀλλ’ ἐπὶ μὲν τῶν πολιτῶν καὶ τῶν σὺν αὐτῷ κἀν τῇ βασιλευούσῃ προϋπόντων στρατιωτῶν τὰ τοιαῦτα ἐτερατουρ‐ γοῦντο καὶ ξενοτρόπως ἐπράττοντο, ἐπὶ δὲ τῆς ἐθνικῆς μερί‐ δος ὑστέρει τὸ κατορθούμενον. οὐ μὲν οὖν, ἀλλ’ ἐπ’ ἐκείνων
20μᾶλλον τὰ βραβεῖα προσεπετείνοντο. οἱ γὰρ Κουτουλμούσιοι Τοῦρκοι μετὰ πλήθους Οὐννικοῦ ἐν Χρυσοπόλει κατασκηνού‐ μενοι πλειόνων ἀγαθῶν, ὡς τὴν δουλικὴν στοργὴν καὶ πίστιν
τηροῦντες τῷ βασιλεῖ, παραπήλαυον. καὶ οἱ προεξάρχοντες276

277

τοῦ στρατοῦ αὐτῶν (ἀμηράδας οἶδε τούτους καλεῖν καὶ σε‐ λαρίους ἡ τῶν Τούρκων φωνὴ) τὴν βασιλίδα καταλαμβάνον‐ τες ἐν δουλικῷ τῷ σχήματι καὶ φρονήματι, τὰς χεῖρας καὶ τοὺς κόλπους ἐξῆγον πεπλησμένας χρυσῶν καὶ ὑφασμάτων
5πολυτελῶν. καὶ αὐτοῖς τοῖς Κουτουλμουσίοις καθημερινή τις ἡ ἐκ τῶν βασιλικῶν θησαυρῶν καὶ ἀναρίθμητος ἐπίρροια ἐπεγίνετο· καὶ διὰ τοῦτο τυμπάνων ἠχὴ καὶ εὐφημία παρὰ τοῦ φοσσάτου τῶν Τούρκων πολυειδὴς ἐκ Χρυσοπόλεως ἀνε‐ πέμπετο. καὶ πανταχόθεν εὐφημίαι καὶ χάριτες συνεκρο‐
10τοῦντο καὶ τὴν πόλιν ἐστεφάνουν καὶ τῆς προτέρας ἀνεκτῶντο στυγνότητος, ὡς ἀνάπλασιν μιμεῖσθαι τὴν τοῦ θεοσδότου του‐ τουὶ βασιλέως ἐπιδημίαν καὶ τὴν μεγαλουργίαν τῆς πράξεως. τὸ δὲ πάντων θαυμασιώτερον, ὅτι μηδὲ τὸ παλάτιον εὗρεν, ὃ πρὸ αὐτοῦ κατεῖχεν, ἄσυλον καὶ ἀπόρθητον, ἀλλ’ ἀποσεσυ‐
15λημένον καὶ περιῃρημένον τοῖς ὅλοις καὶ παντὸς χρυσοῦ καὶ ἀργύρου καὶ ὑφάσματος ἐψιλωμένον, παντάπασιν ἐν τῇ συγ‐ χύσει τῆς ἐκείνου καταστροφῆς ἀπογυμνωθέν. ὅσα δὲ μᾶλ‐ λον εὗρε τοῦ ἀπὸ τῶν ἐκκλησιῶν ἀφαιρεθέντος παρὰ τοῦ προ‐ βασιλεύσαντος κόσμου καὶ τῶν κειμηλίων περισωζόμενα, πάντα
20ταῖς ἐκκλησίαις καὶ τοῖς θείοις σηκοῖς ἀνταπήνεγκε, μὴ δεί‐ σας ὅλως ἀπορίαν, καὶ τῷ καιρῷ τὰ πρόσφορα τῆς χρείας προσενεγκών· ὅπου γὰρ θεὸς τὸ θεραπευόμενον, ἅπαν ἕτε‐ ρον ἐν δευτέρῳ ἐτίθετο.
Ἕτερον δέ, τούτων οὐκ ἔλαττον εἰς ἐγκώμιον. ἐν ταῖς277

278

παραλίοις ἀκταῖς ταῖς τὴν βασιλίδα περιζωννυούσαις τῶν πόλεων προτειχισμάτια διὰ ξύλων ἐκ χρόνων μακρῶν γενόμενα, καὶ τῇ γείτονι θαλάσσῃ οἷον περιπλεκόμενα ἢ περιπτυσσό‐ μενα ἢ τοὺς ἑλιγμοὺς αὐτῆς ἀντωθούμενα, καὶ ταῖς καταίρου‐
5σιν ὁλκάσι καὶ τοῖς ἐκ γῆς ἐμπόροις εὐμάρειαν πρὸς τὴν στά‐ σιν καὶ τὴν τῶν συναλλαγμάτων σύστασιν παρεχόμενα (σκά‐ λαι τῇ κοινῇ διαλέκτῳ κατονομάζονται) δεσπότας εἶχον καὶ ἄλλους τινάς· ἐπὶ πλέον δὲ τῶν λοιπῶν δεσποτείαν ἐκέκτηντο τά τε πτωχοτροφεῖα καὶ νοσοκομεῖα καὶ οἱ λοιποὶ εὐαγεῖς οἶ‐
10κοι καὶ φροντιστηρίων διάφορα, οὐ μόνον δ’ ἐν τῇ βασιλευ‐ ούσῃ ἀλλὰ καὶ ἔν τισι τῶν ἐπινείων αὐτῆς. καὶ ἁπλῶς αἰ‐ γιαλοὶ πάντες δεσπότας εἶχον τοὺς ἐξ ἠπείρου δεσπόζοντας κατὰ τὰ πάτρια νόμιμα καὶ τὰς βασιλικὰς διατάξεις, αἳ τὰ πρόθυρα τῆς θαλάσσης τοῖς παρακεκτημένοις ἐν τῇ γείτονι
15χέρσῳ παρέχουσι. τούτων ὁ πρὶν βασιλεύων πάντας τοὺς δεσπό‐ τας τῆς κυριότητος ἰταμῶς ἀπεστέρησε, προφάσεις ἐπανατείνας ἑώλους τε καὶ γεγηρακυίας καὶ ὅλον ἐχούσας τὸ ἐνδομυχοῦν εὐκατάγνωστον, συνεργοῦντος αὐτῷ θερμότερόν τε καὶ βιαιό‐ τερον τοῦ τῆς τῶν Νεοκαισαρέων ἐκκλησίας προβεβλημένου.
20τυραννικῶς γὰρ μᾶλλον ἢ ἀρχιερατικῶς τὸν ἐμπιστευθέντα τούτῳ θρόνον τῆς τοῦ βασιλικοῦ σακελλαρίου προβολῆς διοικῶν, ἐμισήθη
τε παρὰ πάντων καὶ διὰ τὰς ἀπηνεστέρας πράξεις ἀπηνεστέραν278

279

μικροῦ δεῖν ἐκινδύνευσεν εὑρεῖν τὴν ἀπόβασιν, ἀποκηρυττόμενος καὶ παρὰ τῶν πλείστων συλλειτουργῶν καὶ ἀρχιερέων ὡς τῆς μετ’ αὐτῶν κοινωνίας ἀνάξιος διὰ τὸ τοῖς κοσμικοῖς προσο‐ μιλεῖν ἀγριώτερον, καὶ θεσμοὺς πατέρων καὶ ἀποστολικοὺς
5ἀθετεῖν κανόνας, καὶ μυρίαν τῷ βίῳ καὶ τοῖς εὐαγέσιν οἴ‐ κοις καὶ θείοις ἐπιφέρειν τὴν συμφοράν. καὶ εἰ μὴ κατέ‐ λυσε τὰ τοιαῦτα τούτου ἐγκλήματα ὁ τότε κρατῶν αἰτήσει τῇ πρὸς τοὺς ἀρχιερεῖς καὶ μεγίσταις ταῖς ἀξιώσεσι, καὶ αὐ‐ τὸς φυγαδίας ἐκ τῆς κοσμικῆς κακοποιίας καὶ τοῦ θρόνου τῶν
10λαϊκῶν ἐγεγόνει, κἂν ἔκειτο καθῃρημένος καὶ σπίλῳ ἀτιμίας καταχραινόμενος. ἀλλὰ καὶ ὣς οὐκ ἤνεγκε τὸ πῦρ ὁ κηρός· καὶ τοῦ φιλοχρίστου βασιλέως ἐπιδημήσαντος φρίκη θανάτου καὶ διάλυσις τῆς ζωῆς αὐτῷ ἐπεγένετο, περὶ τὸ τοῦ Πόντου στόμα, ἔνθα τι φρούριον ἔστιν ἀτίμων ἀνδρῶν κακὸν ἐντά‐
15φιον, τὴν ἐκεῖσε καταστροφὴν κομισάμενος, ὡς καὶ τὴν κόνιν αὐτοῦ ἀντὶ ἐπιτυμβίων χοῶν τοῖς λίθοις ἀτιμασθῆναι τῶν μισούντων αὐτοῦ τὸ κακόηθες. ἀλλ’ ὁ φιλόχριστος οὑτοσὶ βασιλεύς, πόρρω τὴν τοῦ πρώην βασιλεύσαντος μικρολογίαν ἐκτιναξάμενος, καὶ δεῖν ἀποδεδόσθαι τὰ τοῦ θεοῦ τῷ θεῷ
20ἐπειπών, καὶ μηδεμίαν φειδὼ τοῦ δημοσίου καὶ τῆς κατεπει‐ γούσης χρείας προσφόρως θέμενος, ὃ καὶ ἀξιεπαινότατον πολλῆς τῆς ἐκ τούτων ἐνορωμένης προσόδου, ἀποκαθιστᾷ τὰς τοιαύτας παραλίους σκάλας τοῖς πρώην δεσπόταις, ἐξ ὧν ἀπεσπάσθησαν, καὶ χρυσοβούλλῳ γραφῇ τὸ ἀμετάθετον καὶ
25ἀπερικτύπητον τούτων αὐτοῖς ἐμπεδοῖ, καὶ γίνεται πᾶσι βοη‐279

280

θὸς καὶ ἀντιλήπτωρ, καὶ οὐ μόνον βασιλεὺς ἀλλὰ καὶ πατὴρ ἀγαθός· ἀνίχνευε γὰρ διὰ παντὸς καὶ φροντίδα μεγίστην ἐτίθετο τὸ ἅπαν ἐξᾶραι ἀπὸ προσώπου τῆς γῆς ἀδίκημα καὶ ἀνόμημα.
5 Τέλος δὲ τῶν βασιλικῶν εὐεργετημάτων καὶ διαδόσεων οὔτε κόρος τὸ σύνολον ἦν, οὔτ’ εἰπεῖν αὐτῷ ἐξεγένετο τὸ παρ’ Ἀλεξάνδρου τοῦ Μακεδόνος ἐνίοτε προφερόμενον, ὅτε μὴ εὐεργετήσας ἔτυχε, τὸ “σήμερον οὐκ ἐβασίλευσα.” πᾶσα γὰρ ἡμέρα παντὸς δωρήματος τελείου καὶ παροχῆς ἀφθό‐
10νου τοῦτον ἔχει παροχέα καὶ ἀφθονώτατον πρύτανιν· καὶ διὰ πάσης ἀφορμῆς ἐχώρει ἐφ’ ᾧ μηδένα τῆς ἐκ τούτου εὐποιίας ἀπολειφθῆναι ἀπείρατον. ἐπῄνει γὰρ καὶ τὸν το‐ ξότην ὡς εὐστόχως βάλλοντα καὶ τὸ βέλος ἐπὶ σκοποῦ συν‐ τιθέμενον, καὶ τὸν λογχίτην ὡς ἀκραιφνέστατον διαδορατί‐
15ζοντα καὶ τὴν λόγχην εὐθυβόλως ἐπισυστρέφοντα, καὶ τὸν ἱππότην ὡς τοῖς νώτοις τοῦ ἵππου ἀτρεμαίως ἐπικαθήμενον ἐν τῷ θεῖν, καὶ τὸν ὁπλίτην στρατιώτην ἐν ἅπασι, καὶ τὸν ψιλὸν καὶ ἀπέριττον ὡς εὐτολμίας μαρτυρίαν εἰσάγοντα καὶ τῇ διώξει τὸ θήραμα προκαταλαμβάνοντα, καὶ τὸν σοφὸν ὡς
20μεμυημένον τὰ κρείττονα. ἠλέει δὲ καὶ αὐτὸν τὸν ἄσοφον ἢ καὶ ἄφρονα ὡς ἔκπτωτον τοῦ βελτίονος. φρόνιμον ὑπερῇ‐
ρεν ὡς εὐβουλίας δοκιμώτατον ὄργανον, τόν τε μετεωρολόγον280

281

ἐν φιλοσόφοις ὡς ὑπεραναβαίνοντα τὰ προσεχῶς καθορώμενα, καὶ τὸν διαλεκτικὸν ὅτι διαιρετικῶς ἐπιβάλλει τοῖς πράγμασι καὶ τὸ πρόσφορον ἀπονέμει τῇ τῶν ὑποκειμένων συνουσίᾳ πραγμάτων, καὶ τὸν ἡνιοχοῦντα ἐν ἱππικοῖς ὅτι τεσσάρων
5ἵππων ἡνιοχείαν καὶ διακυβέρνησιν ἀποδείκνυσιν, καὶ τὸν δρο‐ μέα διὰ τὸ τάχος. καὶ τὸν ἀργὸν τῆς ἀργίας συμπαθῶς κα‐ τῳκτίζετο, καὶ τῆς εὐεργεσίας οὐκ ἐδείκνυεν ἄμοιρον. εἴπω τι μεῖζον; καὶ μέχρι βαναύσων τεχνῶν τὴν ἀγαθοεργίαν ἐφή‐ πλωσεν, ὅτι κἀκεῖνοι τῇ πολιτείᾳ καὶ τοῖς ἀνθρώποις δια‐
10κονοῦσι τὰ χρήσιμα. καὶ ἁπλῶς θεία τις ἐν τῷδε τῷ βασι‐ λεῖ περιηχεῖτο ἐπίβασις καὶ λόγον ἀνθρώπινον νικῶσα προ‐ μήθεια. Οἴομαι δὲ ὡς τινὲς τῶν ἀκροατῶν λογισμῷ τινὶ προσ‐ παλαίσουσιν, ἐγκωμιαστικῶς ταῦτα καὶ μὴ διηγηματικῶς συγ‐
15γραφῆναί μοι, εὐνοίᾳ δῆθεν τῇ πρὸς τὸν κρατοῦντα δουλεύοντι, καθότι καὶ τοῖς ἄλλοις βασιλεῦσι τὸ τιμᾶν καὶ δωρεαῖς ἀμεί‐ βεσθαι τὴν τῶν ὑπηκόων πίστιν περιεγίνετο. εἰ τοῦτο δὲ ἐν‐ νοήσαιεν, οὐκ ἂν διανοηθεῖεν καλῶς. τὸ μὲν γὰρ καὶ τοὺς πρώην βασιλεύσαντας εὐνοεῖν τοῖς ὑπηκόοις καὶ παρέχειν εὐερ‐
20γεσίας οὐδ’ αὐτὸς ἀπαναίνομαι, καὶ πολλάκις, ἐν οἷς περὶ αὐτῶν γέγραφα, τὴν μνήμην τῆς αὐτῶν περιέλαβον πράξεως·
τὸ δ’ ἐπὶ τῷ Βοτανειάτῃ ἐν ταῖς τιμαῖς καὶ τοῖς τῶν δωρη‐281

282

μάτων χαρίσμασι καὶ τῇ πηγῇ τοῦ ἐλέους εὐδόκιμον καὶ ὑπέρ‐ τερον καὶ λόγου παντὸς ἀνώτερον, τοῦτο ἐπ’ αὐτῆς τῆς ἀλη‐ θείας ἀνυποκρίτως ἐξαίρω, καὶ τοῦτο διὰ σπουδῆς πεποίημαι πᾶσι παραστῆσαι κατάδηλον, καὶ ταῖς μετέπειτα γενεαῖς δι’
5ἀναγνώσεως καὶ μνήμης ὡς ὑπόδειγμα κάλλιστον ἀπαθανα‐ τίζεσθαι, καὶ τὸν οὕτω καλῶς καὶ ἰσοθέως τὰ τῆς βασιλείας διιθύνοντα πράγματα πάντων ἀποδεῖξαι φιλανθρωπότερόν τε καὶ εὐεργετικώτερον καὶ φιλοθεΐας ἀνάμεστον καὶ ἀσύγκριτον τοῖς πρὸ αὐτοῦ βασιλεύσασιν, ὅτι ἐν τοιαύτῃ τῶν πραγμά‐
10των στενοχωρίᾳ πάντας τοὺς ἐν τῷ πλατυσμῷ κρατοῦντας τῆς βασιλείας διαφερόντως ὑπερηκόντισε. καὶ γὰρ καὶ τὰς ἐπι‐ στήμας καὶ τέχνας ἢ ψυχικὰς ἀρετὰς πολλοὶ μὲν τῶν ἀνθρώ‐ πων μετέρχονται καὶ δεικνύουσιν, ἐκείνων δὲ τὰ βραβεῖά εἰσι καὶ οἱ τῶν ἐγκωμίων στέφανοι πλέκονται, τῶν τοὺς λοιποὺς
15ὑπερβαλλόντων τῷ ἀπαραμίλλῳ καὶ ὑπερφυεστάτῳ τῆς πρά‐ ξεως. ὁ γὰρ τοιοῦτος βασιλεὺς καί τι ἐξοχώτερον εἶχε καὶ τῶν τῆς βασιλείας παρασήμων μεγαλειότερον· εἰ γάρ τις εἶδε τὸν ἐπὶ τοῖς ὀφρύσιν αὐτοῦ κατὰ τὸ μέτωπον τόπον, σταυρικὸν σημεῖον αὐτοφυὲς ἑώρα τῇ κοιλότητι τῶν ἐγκαρ‐
20σίων μερῶν ἀποτελούμενον ἀκριβῶς, ὡς τροπαιοφόρον τοῦτον ἐξ ἔργων αὐτῶν καὶ σημειοφόρον ἐκ θείας πλαστουργίας γνω‐ ρίζεσθαι. διὸ δὴ καὶ πάντες οἱ ἀντικείμενοι καὶ μὴ πειθαρ‐ χοῦντες αὐτῷ καὶ δουλικῶς προσκυνοῦντες ἰσχυρῶς τῇ τούτου ῥομφαίᾳ καὶ τοῖς στρατοπέδοις κατέπεσον, οἳ δὲ καὶ αὐτε‐
25πάγγελτοι τὴν δουλείαν ἠσπάσαντο. εὗρε γὰρ τὴν Ῥωμαίων282

283

ἀρχὴν πολλοῖς τυράννοις περιαντλουμένην κατά τε τὴν ἑώαν καὶ τὴν ἑσπέραν. ἔτι δὲ τῆς τούτων φλεγμαινούσης ἀποστα‐ σίας, καὶ δαπάνης οὔτι σμικρᾶς ἀλλὰ πολυόλβου καὶ μυριο‐ ταλάντου δαψίλειαν τῶν πραγμάτων ἐπιζητούντων ἐπί τε τοῖς
5στρατιωτικοῖς ὀψωνίοις καὶ ταῖς ἄλλαις τῶν καιρῶν ἀφορμαῖς καὶ προφάσεσιν, οὐ πρὸς τὸ μέγεθος τούτων καὶ τὴν τοσαύ‐ την χρείαν ἐπέβλεψε καὶ σμικρολογίας δεινότητι ἑαυτὸν ἐπι‐ δέδωκεν, ἀλλ’ ἐν πλάτει καρδίας καὶ πίστεως τὸ πλάτος ἐπι‐ τείνων τῆς πρὸς τὸ θεῖον εὐαρεστήσεως χρεῶν ἀποκοπὰς τῷ
10δήμῳ παντὶ καὶ τοῖς ἐν τέλει νομοθετεῖ. καὶ τίθησι τὸ δόγμα οὐκ ἐπὶ ῥητοῖς τισὶ χρόνοις, ὥσπερ ἔνιοι τῶν πρὸ τοῦ βασι‐ λέων ἐπιταφίοις ἡμέραις εἰργάσαντο, καὶ καταλιμπάνει χρό‐ νους τινὰς εἰς τὰ ἔμπροσθεν τοῖς τοῦ δημοσίου συνηγόροις καὶ πράκτορσιν ἐσομένους ἐντρύφημα καὶ τῷ δημοσίῳ πρό‐
15φασιν ὠφελείας καὶ ἀπαιτήσεως, ὡς ἂν οἱ μὲν χρονιώτεροι χρεῶσται τοῦ δημοσίου τὰς ἀφεσίμους ἑορτὰς ἑορτάζωσιν, οἱ δὲ νεώτεροι πρὸς τὴν ἀποτυχίαν ἐπιστυγνάζωσι καὶ φθόνου λαβὴν ἔχωσι τὴν τῶν ἐλευθερωθέντων ὑπόθεσιν· ἀλλὰ πάν‐ των ὁμοῦ τῶν χρόνων μέχρι τῆς αὐτοῦ ἀναρρήσεως, καὶ μι‐
20κρόν τι πρός, τὰς ὀφειλὰς προρρίζους ἀπέτεμε, καὶ συμπα‐ θείας πάντας καθαρωτάτης ἠξίωσε, χρυσοβούλλῳ λόγῳ χρυ‐ σοῦν ἐπιπλέξας δεσμόν, κωλυτικὸν δι’ ὅλου τοῦ τῶν ὀφλημά‐
των βαδίσματος, προσανελὼν ἐν τούτῳ καὶ τὸ χάριν σχιδευ‐283

284

μοῦ διασείεσθαι τοὺς ἀνθρώπους καὶ ἀνωφελὲς αὐτοῖς τίθε‐ σθαι τὸ τῆς ἐλευθερίας διάταγμα. ᾔδει γὰρ τοῦτο τὸ ἔργον ἐπὶ τοῦ Δούκα πολλοὺς διαλωβησάμενον καὶ τὴν μερικὴν τῶν χρόνων ἐλευθερίαν ἀνελεύθερον τοῖς πολλοῖς ἐργασάμενον.
5ἔστησεν οὖν ἐντεῦθεν πᾶσι τοῖς πολιτευομένοις καὶ πανταχῇ γῆς κατοικοῦσι Ῥωμαίοις τὸν φόβον τῶν ὀφλημάτων, καὶ τῷ ὄντι ἐλευθέρους τούτου ὁ βασιλεὺς καὶ πολίτας Ῥωμαίων εἰργάσατο, οὐ χρυσοῦν δακτύλιον αὐτοῖς παρασχὼν ἢ ῥάπι‐ σμα κατὰ κόρρης, ὡς τοῖς ἐλευθερουμένοις τὸ πρόσθεν ἐγί‐
10νετο, ἀλλὰ χρυσοῦ πηγὰς καὶ ταλάντων πλημύρας αὐτοῖς ἀποχαριζόμενος, καὶ τὸ τοῦ πρὶν βίου ἀβίωτον εὔδαιμον τού‐ τοις καὶ μακάριον εἰς τὸ ἑξῆς ἐργαζόμενος. Οὕτως οὖν εὐσεβείας καὶ θεοφιλίας ἔχοντος αὐτοῦ, καὶ εὐψυχίας μεγίστης καὶ μεγαλουργίας ἀντεχομένου, ἔδει μὴ
15ἐκ χειρὸς κυρίου πολλαπλασίας τὰς ἀντιδόσεις λαβεῖν, καὶ μέχρι πολλοῦ τοὺς τυράννους καὶ τυραννόφρονας καὶ ἀλά‐ στορας ἀντερίζειν αὐτῷ καὶ τῆς βασιλείας ἀμφισβητεῖν, καί που τοῦτο θεοῦ ἦν τοῦ δικαίᾳ ψήφῳ τὸ πᾶν διιθύνοντος καὶ τῷ τοῦ ἐλέου μέτρῳ ἀντιμετροῦντος τὸν ἔλεον. οὐκ οὖν οὐδ’
20ἡ θεία ψῆφος τὴν ἀπόφασιν ἀνεβάλετο, καὶ τὸν Βρυέννιον βασιλειῶντα κατὰ τὴν Μακεδονικὴν ἐν Ἀδριανουπόλει, καὶ τὴν Βριαρέως ἰσχὺν ἀγερωχοῦντα καὶ ἐγκαυχώμενον, καὶ τῷ
βασιλεῖ τὰ δευτερεῖα φέρειν καὶ ὑπείκειν μὴ ἀνεχόμενον, ὑπὸ284

285

χεῖρα τούτου πολέμῳ κραταιοτέρῳ πεποίηκεν, οὐδὲν τοῦ βα‐ σιλέως πρότερον δεινὸν κατ’ αὐτοῦ μελετήσαντος καὶ τῆς τοῦ εὖ ζῆν ἐκείνῳ ἀφορμῆς καὶ σωτηρίας φθονήσαντος, ἀλλὰ προκαταλαβόντος τὴν ἐκείνου θηριωδίαν φιλανθρωπίᾳ, καὶ
5πρέσβεις ἐκπέμψαντος τὴν εἰρήνην διακηρυκευομένους αὐτῷ, καὶ ἀντάλλαγμα ταύτης τὴν Καίσαρος τύχην προφέροντας, ἵνα μὴ τὸ σχῆμα τῶν πεδίλων καὶ τῆς ἄλλης περιβολῆς ἐναλλαγήν τινα δέξηται. ἐπεκύρου δὲ τούτου καὶ τὰς τιμὰς ἃς τοὺς συναραμένους αὐτῷ τετίμηκε, καὶ ἀμνηστίαν τῶν πε‐
10πραγμένων κακῶν περιεποιεῖτο, καὶ πᾶν θυμῆρες αὐτῷ δια‐ πράξασθαι καθυπισχνεῖτο ὁ βασιλεύς. ὃ δὲ ἄτεγκτος ἦν καὶ ἀτεράμων καὶ ὑπερήφανος, καὶ τῆς βασιλείας μὴ ἀφιστάμε‐ νος πολλὰς ἀπειλὰς καὶ θυμοφθόρους ἐπιστολὰς ἀντεπῆγε, καὶ Χριστιανικοῖς αἵμασι κρῖναι τὴν ἀμφισβήτησιν ἤθελε, καὶ
15σαρξὶν ἀνθρωπίναις κόσμον ἑαυτῷ περιποιῆσαι βασίλειον, καὶ πᾶσαν τὴν κτίσιν περιδονῆσαι ἢ δεύτερος φανῆναι τοῦ εὐγε‐ νεστάτου βασιλέως καὶ γενναιοτάτου ᾑρεῖτο καὶ διεσπούδαζεν, ὅπλα καὶ μάχας εὐτρεπίζων, καὶ τοῖς πολίταις χαλεπὰς ἀπο‐ ταμιευόμενος ἀμοιβάς, καὶ ἅπαν ἀνατρέψαι τὸ Ῥωμαϊκὸν βαρ‐
20βαρικῶς λογιζόμενος. διὸ καὶ πάλιν ὁ γαληνότατος βασιλεύς, καὶ ὄντως μαθητὴς τοῦ τὴν εἰρήνην βραβεύοντος βασιλέως καὶ βασιλεῦσι τὸ κράτος παρέχοντος, δευτέραν πρεσβείαν ἐξέ‐
πεμψε, παραινῶν αὐτῷ τὸ συμφέρον φρονῆσαι καὶ μὴ ἐξ285

286

ἀπονοίας σφαλῆναι περὶ τὰ καιριώτατα. ἦν δὲ ὁ Βρυέννιος ἐκεῖνος ὁ φυσῶν τὰ μεγάλαυχα καὶ κινῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν ἀπειλῶν. ἀμέλει τοι καὶ καταστρατηγηθεὶς τῷ θυμῷ τῆς Ἀδριανουπόλεως ἔξεισι σὺν πολλῇ τῇ βοῇ καὶ ἐξάλ‐
5ματι, καὶ τὰς δυνάμεις ἐκτάξας κατὰ τοῦ βασιλέως θυμομα‐ χῶν ἐπορεύετο. ἀκούσας δὲ περὶ τούτων ὁ βασιλεὺς τῆς ἀβουλίας αὐτὸν ἐταλάνιζε καὶ τοῦ πάθους ᾤκτειρε, καὶ ὡς μεμηνότι καὶ κορυβαντιῶντι σαφῶς φάρμακον ἐπῆγε τῆς νό‐ σου ἀλεξητήριον. τί δὲ τοῦτο ἦν; τρίτη πρεσβεία τὴν ὁρμὴν
10τοῦ πολέμου ἀπείργουσα. πέπομφε γὰρ ἕνα τῶν πιστοτάτων αὐτῷ, καὶ εἰπεῖν καὶ ἀκοῦσαι πεπαιδευμένον, καὶ πεῖραν ἐν τοῖς τοιούτοις ἐκ πλείονος ἔχοντα, Ῥωμανὸν πρωτοπρόεδρον καὶ μέγαν ἑταιρειάρχην. ὃς καὶ ἀφικνούμενος πρὸς τὸν τύ‐ ραννον οὐκ εὐθὺς ἐδέχθη ὡς ἐκ βασιλέως ἀποστελλόμενος καὶ
15λόγου ἠξιώθη κατὰ τὸ σύνηθες τοῖς στρατευομένοις περὶ τὰς ὑπαίθρους σκηνάς, ἀλλ’ ἐκ διαστήματος ἡμέρας τοῦ πρόσω βαδίζειν κωλυθεὶς μεθ’ ἡμέρας τινὰς μετεπέμφθη πρὸς τὴν ἐρώτησιν. ἔξωθεν δὲ δεξάμενος τοῦτον ἔφιππος ὁ Βρυέννιος πεζὸν εἶδεν, ἐν ἀκάνθαις ἱστάμενον καὶ παρὰ τῶν ἀμφ’ αὐ‐
20τὸν κατειρωνευόμενον. μηκέτι δὲ τὰς συνθήκας δεξάμενος ἀτίμως τοῦτον ἀπέπεμψεν, ὅπερ οὐδ’ εἰς ἐθνάρχου τῶν εὐτε‐ λεστέρων πρέσβυν νόμος τοῖς ἀληθῶς βασιλεῦσι ποιεῖν· ἱερὸν
γὰρ σῶμα ὁ πρέσβυς λελόγισται, οἷα τοῖς ἀντιθέτοις μεσίτης286

287

γινόμενος καὶ τὴν εἰρήνην διαπορθμεύων καὶ πολλὰ τῶν ἀμ‐ φισβητημάτων ὡς ἐπίπαν καταπραΰνων καὶ πολεμικὰς περι‐ στάσεις ἀποσοβῶν· ἔπεσε δὲ τηνικαῦτα ἐξ αὐτομάτου ἡ τοῦ Βρυεννίου σκηνή, τοῦ ὀρόφου ταύτης παραλυθέντος κυκλόθεν
5ἀοράτοις χερσίν. ὅπερ καταστροφῆς αὐτοῦ σύμβολον ἀψευ‐ δὲς τοῖς συνετοῖς διεγνώσθη, ἐπεὶ καὶ πρὸ τινῶν ἡμερῶν ἔκ‐ λειψις τῆς σελήνης γεγονυῖα τὴν πτῶσιν αὐτοῦ καὶ αὐτὴ κα‐ τεμήνυσε· τεκμαίρειν γὰρ τὴν σελήνην εἰς τοὺς ἀποστάτας οἱ περὶ τὰς τῶν φωστήρων δινήσεις δεινοὶ καὶ μαθηματικοὶ
10λέγουσι, καὶ τὸ πάθος ταύτης πάθος τοῦ ἀποστατοῦντος προ‐ καταγγέλλειν. Ἐπανελθόντος δὲ τοῦ τοιούτου πρέσβεως, καταγελάσας ὁ βασιλεὺς τῆς τοῦ Βρυεννίου θρασύτητος ἔργων πολεμικῶν καὶ στρατηγημάτων ἐπιμελῶς εἴχετο, καὶ τὴν τοῦ τυράννου
15κατάλυσιν εὐθαρσῶς προηγόρευεν, ἐκ τῆς ἄνω ῥοπῆς καὶ βου‐ λῆς καὶ τῆς ἰδίας εὐβουλίας καὶ γενναιότητος τῆς νίκης ἔχων ἀψευδῆ τὰ ἐνέχυρα. ἀλλὰ καὶ οἱ ἐν τέλει πάντες δι’ ὀργῆς ἐποιήσαντο τὴν τοῦ Βρυεννίου ἀπανθρωπίαν καὶ ἀδιάκριτον γνώμην, μὴ διακρίναντος τήν τε τῶν προγόνων τοῦ βασιλέως
20εὐγένειαν καὶ τὴν ἄνωθεν περιλάμπουσαν αὐτοὺς ἐν τοῖς πο‐ λεμικοῖς ἀνδραγαθήμασιν ἀρετὴν καὶ τὰ κατὰ τῶν ἐχθρῶν ἀγωνίσματα καὶ παλαίσματα, καὶ τὴν αὐτοῦ τοῦ βασιλέως λαμπρότητα καὶ ὑπεροχὴν ἐν ἀξιώμασι καὶ πολεμικοῖς ἀγω‐
νίσμασι, καὶ τὸ ἀγενὲς τῆς ἑαυτοῦ φατρίας καὶ συγγενείας.287

288

ὅτι περ δουκικὰς ἀρχὰς ἐχόντων τῶν Βοτανειατῶν κἀν τῇ δύσει καὶ διαβοήτων ὄντων περὶ τὰ κράτιστα, οἱ τούτου πρό‐ γονοι οὐδὲ παραστῆναι τούτοις ἠδύναντο καὶ τάξιν πληρῶσαι ὑπηρετῶν, ἀφανεῖς ὄντες καὶ μηδὲ τοῖς εὐτελεστέροις τῶν
5ἀξιωμάτων ἐκ τάγματι στρατιωτικῷ συνταττόμενοι, οὐδ’ ὅτι ἐκ τῆς ἑώας εὐπατρίδης ὁ βασιλεὺς πέφυκεν, αὐτὸς δ’ ἑσπέ‐ ριος καὶ δυσγενής ἐστι κατὰ σύγκρισιν· καὶ διὰ τοῦτο κοι‐ νῶς αὐτὸν ἀπεκήρυττον ἅπαντες, καὶ ὅρκῳ πληροφορήσαντες μέχρις αἵματος διαγωνίσασθαι κατ’ αὐτοῦ τὰ εὔορκα ψηφί‐
10σασθαι τῷ ἐπουρανίῳ βασιλεῖ καθικέτευον. Ἀλλ’ ὁ βασιλεὺς τὰ πρὸς τὸν πόλεμον ἐξαρτύων, καὶ πάντα κατὰ λόγον καὶ τρόπον συνέσεως καταρτίζων ἐν τῷ ἀσφαλεῖ, καὶ δυνάμεις Ῥωμαϊκὰς ἐκ Κρήτης συναθροίσας εἰς τὸ πρὸ τῆς πόλεως πεδίον, καὶ Τούρκους διαπεραιωσάμενος
15καὶ καταριθμήσας τοῖς ἑαυτοῦ στρατιώταις, οὓς ὁ πρὸ αὐτοῦ βασιλεὺς ὁ Μιχαὴλ πολλαῖς ἐπαγγελίαις καὶ δώροις ἀμέτροις οὐκ ἠδυνήθη συμπεῖσαι καὶ περαιῶσαι πρὸς τὰ ἑσπέρια (ἐπείθοντο γὰρ καὶ ὑπέκυπτον τῷ Βοτανειάτῃ μᾶλλον ἢ ἑαυτοῖς ὡς ἕλ‐ κοντι πάντας πρὸς τὸν πόθον αὐτοῦ), ἀρχηγὸν τοῦ πολέμου
20προχειρίσασθαι διεσκέπτετο. ἱκανώτατος δὲ ὢν συμβαλεῖν τὸ δέον καὶ κατανοήσασθαι ἄνθρωπον ὁ Βοτανειάτης τὸν νω‐ βελλίσιμον Ἀλέξιον τὸν Κομνηνόν, ὃς τὸν Ῥουσέλιον ἐν τῷ
θέματι τῶν Ἀρμενιακῶν εὐμηχάνως ἐχειρώσατο καὶ διέσωσεν288

289

εἰς τὴν βασιλεύουσαν, ἄξιον τῆς τοιαύτης ἡγεμονίας ἔκρινε, καὶ δομέστικον τοῦτον προχειρισάμενος μετὰ τῶν αὐτοῦ δυ‐ νάμεων ἐξαπέστειλεν, νέον μὲν τὴν ἡλικίαν, φρονήσει δὲ καὶ διανοίας σταθηρότητι γεραρόν, καὶ πρὸς μάχας καὶ πολέμους
5ἑδραῖον καὶ ἀπερικτύπητον, καὶ τῇ πρὸς τὸν βασιλεύοντα πί‐ στει θανατηφόρους πληγὰς μὴ δειλιῶντα καὶ ταπεινούμενον. ὃς τὰς δυνάμεις ἀνειληφὼς κατὰ τοῦ Βρυεννίου μετὰ παρα‐ σκευῆς καὶ βουλῆς τῆς δεδομένης αὐτῷ παρὰ τοῦ βασιλέως ἐβάδιζε. καὶ πρὸς τόπον Γαλαβρύην ἐπονομαζόμενον διανα‐
10παύων τὸν στρατόν, ἔμαθε παρὰ τῶν σκοπῶν ὡς ὁ Βρυέν‐ νιος ἐγγίζει πανστρατιᾷ, τῆς Μεσήνης ἀπαναστάς. ὃ δὲ Τούρ‐ κους ἐξαποστείλας νυκτὸς ἐπιφανῆναι πρὸς ἡμέραν τοῖς ἐναν‐ τίοις ἐκέλευσε, καὶ φόβον ἐνσεῖσαι τούτοις καὶ ταραγμὸν ἐκ τῆς σκοπιᾶς φαντάζοντας πόλεμον, καὶ οὕτω κατασεῖσαι μὲν τὰς
15τῶν ἀντιθέτων ψυχάς, ταραχὴν δὲ τῷ στρατοπέδῳ ἐμποιῆ‐ σαι τούτου ἀνυπόπτως ἔτι βαδίζοντι, καὶ οὕτως ὑποστρέψαι καὶ μὴ πρὸς χεῖρας τούτοις ἐλθεῖν, εἴ τινας δὲ εὕροιεν ἀπο‐ σπάδας, τούτοις ὡς ὁ καιρὸς διδοῖ χρήσασθαι. τούτου δὲ γενομένου οἱ μὲν τοῦ Βρυεννίου στρατιῶται ταράχου πλη‐
20σθέντες τὰς ψυχὰς κατεσπάσθησαν· οἱ δὲ Τοῦρκοι πολλοὺς ἀποσπάδας καταβαλόντες, κἀν τούτῳ τῷ ἔργῳ τοὺς Βρυεννί‐ τας καταμοχλεύσαντες, ὑπέστρεψαν εἰς τὸν ἴδιον στρατόν, τὸν πόλεμον ἐγγίζειν αὐτῷ καταγγέλλοντες. ὃ δὲ διαταξάμε‐
νος τὰ προσήκοντα, καὶ πάντας παραγγελίαις στρατηγικαῖς289

290

κατασφαλισάμενος, καὶ τὸν τόπον τοῦ πολέμου τόπον ζωῆς ἢ τάφου γενέσθαι τούτοις βεβαιότερον παρεγγυησάμενος, καὶ παρὰ τῶν στρατιωτῶν λαβὼν τὰ πιστά, καὶ ἄγειν αὐτοὺς κατὰ τοῦ τυράννου μετὰ προθυμίας ἀκηκοώς, συντεταγμένην
5ἔχων τὴν στρατιὰν ἐπορεύετο. φανέντων δὲ τῶν σημείων ἀμφοῖν, καὶ τὸ ἐνυάλιον ἀλαλαξάντων ἑκατέρων, πόλεμος συ‐ νέστη καρτερὸς καὶ ἐπίδοξος. οἱ μὲν γὰρ τοῦ βασιλέως θρά‐ σει καὶ προθυμίᾳ τὸ πλῆθος τῶν ἐναντίων περιεφρόνουν καὶ ἐν δευτέρῳ ἐτίθεντο· οἱ δὲ περὶ τὸν Βρυέννιον πολυπλασίους
10ὄντες ἐφιλονείκουν ἀνθίστασθαι. καὶ διὰ τοῦτο γέγονε φόνος ἐξ ἀμφοτέρων πολὺς καὶ φόβος οὔτι μικρός. ὡς δὲ τοῦ και‐ ροῦ προϊόντος ἐξαίσιόν τι χρῆμα ἐδόκουν οἱ τοῦ βασιλέως στρατιῶται καὶ λοχαγοί, τοῖς δόρασιν ἐμπίπτοντες τῶν ἐναν‐ τίων καὶ τὰς φάλαγγας αὐτῶν διακόπτοντες, ἤρξαντο πάσχειν
15ἐκεῖνοι τὰς ψυχὰς καὶ κατὰ μικρὸν ὑπορρεῖν, ἐξαιρέτως δὲ τὸ προσὸν αὐτῷ Σκυθικόν· εἶχε γὰρ συμμαχοῦν Πατζινά‐ κων πλῆθος πολύ. οἳ καὶ ὀπισθόρμητοι γεγονότες τὰς σκη‐ νὰς τῶν Μακεδόνων ἐσκύλευσαν καὶ διήρπασαν. ὡς δ’ ἑώρα ὁ Βρυέννιος τῶν ταγμάτων αὐτοῦ τὴν ἧτταν καὶ τὸ τεθορυ‐
20βημένον καὶ σφαλερόν, τοὺς κρατίστους ἄρας τῶν λόχων καὶ τὰ τῶν ταγμάτων αὐτῷ παρεπόμενα αὐτὸς δι’ ἑαυτοῦ τὸν ὑπὲρ παντὸς ἀγῶνα κροτήσειν ὥρμησεν. ὁ δὲ τοῦ βασιλικοῦ
στρατοπέδου τὴν ἡγεμονίαν ἐπέχων, συντεταγμένας ἔχων δυ‐290

291

νάμεις, τὴν τούτου προσβολὴν ἰσχυρῶς ἀπεκρούσατο. καὶ συστάντος πολέμου, φιλοτιμουμένων ἀμφοτέρων περὶ τῆς νί‐ κης, καταπληκτική τις συντονία καὶ μάχη γέγονεν. ὡς δ’ οἱ τοῦ βασιλέως στρατιῶται τὸ καρτερὸν καὶ ἀνένδοτον τῆς ἀν‐
5δρίας εἰσέφερον, καὶ πληγῶν καὶ θανάτου ἀλογοῦντες ἐδεί‐ κνυντο, καὶ βαλλόμενοι μᾶλλον πλέον κατὰ τοῦ πολεμήτορος ἠγριαίνοντο καὶ πλείους τῶν τοῦ Βρυεννίου ἀνῄρουν καὶ κα‐ τηκόντιζον, σύνθημα δοὺς τοῖς τὸν λόχον ἔχουσι Τούρκοις ὁ Κομνηνός, οὓς εἰς καιρὸν ἀπεκρύψατο χρείας, παραβοηθῆ‐
10σαι τοῖς οἰκείοις προσέταξεν· οἳ καὶ παρ’ ἐλπίδα φανέντες ἐπὶ τοῦ λόφου καὶ τοῖς ἐναντίοις ἐπιχυθέντες, καὶ τοῖς το‐ ξεύμασι βάλλοντες ἐκ μέρους τοῦ τὸν λόφον ἐγκάρσιον ἔχον‐ τος, τροπὴν αὐτῶν μετὰ τῶν συμπολεμούντων Ῥωμαίων εἰρ‐ γάσαντο. καὶ τηνικαῦτα ἑάλω μὲν ὁ Βρυέννιος ζῶν, οἱ δὲ
15περὶ αὐτὸν διασκεδασθέντες ἡγεμόνος κακοῦ κακίστας εὗρον τὰς ἀντιχάριτας· ἔπεσον γὰρ καὶ συχνοί, ἑάλωσαν δὲ οὐχ ἥττονες, καὶ μᾶλλον οἱ τῶν ἄλλων προέχοντες. ὁ δὲ Βρυέννιος αἰχμάλωτος ἀχθεὶς τῷ παρὰ βασιλέως εἰληφότι τὴν τοῦ πολέμου ἐξουσίαν πολλὰ τῆς δυσβουλίας καὶ τῆς ἀνοίας κατεγνώσθη, ὅτι τὸ μέ‐
20τρον αὐτοῦ καὶ τὰς πράξεις ἠγνόησε. ταχέως δὲ τῷ βασι‐ λεῖ τοῦτον πέμψας, καὶ τὰ τῆς νίκης εὐαγγέλια διὰ γραφῆς συνεξέπεμψεν. ὁ δὲ βασιλεὺς ἀσμένως τὴν ἀγγελίαν δεξάμε‐ νος, καὶ τῇ παναχράντῳ δεσποίνῃ καὶ θεοτόκῳ τὰς προση‐
κούσας ἀπονείμας εὐχαριστηρίας, διὰ ταχέων ἐκπέμπει δη‐291

292

μίους τοὺς ὀφθαλμοὺς τοῦ Βρυεννίου ἐκκόψοντας, ἐν ᾧπερ τόπῳ τουτῳὶ συναντήσουσιν. ᾔδει γὰρ ἀσύμφορον εἶναι τὸν βασιλειῶντα τοῦτον τοὺς ὀφθαλμοὺς ἔχειν ὡς μὴ δυνάμενον ἀληθῶς ἐν ἰδιώτου σχήματι ἠρεμεῖν· ἀλλὰ πράγματα προ‐
5ξενεῖν καὶ πολλοὺς δι’ αὐτὸν κατηγορίαις θανασίμοις μὴ ἀνα‐ σχόμενος ὑποβάλλεσθαι, τῆς τῶν πολλῶν σωτηρίας καὶ τῆς αὐτοῦ ἠρεμίας καὶ ἀναπαύσεως τοὺς ὀφθαλμοὺς αὐτοῦ ἀν‐ τηλλάξατο. καὶ δείξουσιν ἀληθῆ τὸν λόγον τὰ μετὰ ταῦτα γεγονότα παρὰ τοῦ βασιλέως εἰς τοῦτον εὐεργετήματα. τέως
10δὲ παραστὰς εἰς τὴν ὑστεραίαν τῷ βασιλεῖ ὁ Βρυέννιος, τοὺς ὀφθαλμοὺς ἔχων διαβρόχους τῷ αἵματι, ὁπότε καὶ αὐτὸς ὁ ταῦτα συγγράφων χαριστήριον λόγον ἀνέγνων τῷ βασιλεῖ, οὐκ ἀδίκως οὐδ’ ἀνευλόγως παρ’ αὐτοῦ ὠνειδίσθη. ἔφη γὰρ πρὸς αὐτὸν “ὦ δυσμείλικτε καὶ δυστυχέστατε ἄνθρωπε, τί τοῦτο
15ἐποίησας, καὶ ἀντὶ τῆς εἰρήνης καὶ τῆς δεδομένης σοι παρ’ ἡμῶν εὐτυχίας, ἧς οὐκ ἦς ἄξιος, τὴν μάχην ἠσπάσω, καὶ ἀφειδῶς ἔσχες πρὸς τὰς σφαγὰς τῶν Χριστιανῶν. ἢ οὐκ ᾔδεις θνητὸς ἄνθρωπος ὤν, λόγους ἀπαιτηθησόμενος τῆς τῶν πεσόντων σφαγῆς; ἐμοὶ μὲν γὰρ τὸ κράτος θεόθεν ἐπεψηφί‐
20σθη, καὶ τῇ θείᾳ ψήφῳ πάντες οἱ τῆς βασιλευούσης ἀκολου‐ θήσαντες ἀναιμωτὶ καὶ χωρὶς κινδύνων βασιλικῶς ἐν εὐθυ‐ μίαις καὶ χάρισιν εἰς τὰ βασίλεια ὑπεδέξαντο, προϋπαντή‐
σαντες μετὰ τοῦ στόλου παντός, καὶ τοσοῦτον θαλάσσης ἀνα‐292

293

κομίσαντες πλοῦν· καὶ τὸ βασίλειον διάδημα ἐκ θείας χά‐ ριτος ἐπεβραβεύθη μοι, καὶ ἡ τοῦ θεοῦ κρίσις ἤδη τὸν ἔλεγ‐ χον καὶ τὸ ἀποτέλεσμα τῆς ἀποφάσεως δέδωκε. σὺ δὲ προ‐ σεχὴς τῇ βασιλευούσῃ τυγχάνων, καὶ διὰ τοῦ ἰδίου αὐταδέλ‐
5φου δυνάμεις στρατιωτικὰς ἐπιστήσας αὐτῇ καὶ πολλὰ θυ‐ ραυλήσας, οὐ μόνον ἀνάξιος ἐκρίθης τοῦ πράγματος, ἀλλὰ καὶ ὕβρεσιν ἠτιμάσθης πολλαῖς καὶ παροινίαις ἐβλήθης. καὶ κατὰ τοῦτο οὐκ ἔδει σε μετὰ τὴν ἐμὴν ἀναγόρευσιν τὰ κρίματα τοῦ θεοῦ καταιδεσθῆναι καὶ συμβαλεῖν, καὶ διανοήσασθαι τὰ
10συμβεβηκότα, ὅτι ὑπὲρ ἀνθρωπίνην εἰσὶν ἰσχύν; ἀλλ’ ἐλύττη‐ σας καὶ κατὰ τῶν δεδογμένων αὐτῷ τῷ θεῷ καὶ κατ’ ἐμοῦ τοῦ παρ’ ἐκείνου προβεβλημένου καὶ πάσης ὁμοῦ τῆς βασιλευού‐ σης, καὶ ὅπλα ἐτόλμησας ἆραι, καὶ ἀνθρωπίνων σαρκῶν ἀπο‐ γεύσασθαι διεσκέψω, καὶ θεόμαχος ἐν τοσούτῳ γενέσθαι καὶ
15τῆς ἱερᾶς συγκλήτου καὶ τῆς συνόδου πολέμιος καὶ πάντων τῶν πειθαρχησάντων τοῖς θείοις νόμοις καὶ κρίμασιν. ὦ τῆς ἀνοίας τῆς σῆς, ὅτι μηδὲ τὸ πρόχειρον τοῦτο συνῆκας καὶ κατενόησας, ὡς τὸ ᾀδόμενον στοιχεῖον τὸ Ν ἁπλοῦν μόνον καὶ οὐ διπλοῦν τοῖς ταῦτα κατασκοποῦσιν εὑρίσκετο.” καὶ
20πολλὰ ἕτερα δημηγορήσας εὐφυῶς ὁ κρατῶν, καὶ καταγνοὺς τούτου μακρὰν τὴν εὐήθειαν, ἀπέλυσεν αὐτὸν εἰς τὸν κατα‐ γέλαστον θρίαμβον μετὰ τῶν πρώτων τῆς συμμορίας αὐτῶν. Ἕτερον δὲ οὐδένα τῶν ἄλλων δι’ αἵματος ἠνέσχετο τι‐
μωρῆσαι ὁ βασιλεύς, ἀλλὰ καὶ μᾶλλον ἰσόθεον πρᾶγμα πε‐293

294

ποίηκε, πάντας τοὺς συναποστατήσαντας τῷ Βρυεννίῳ, στέ‐ νοντάς τε καὶ τρέμοντας τοὺς περὶ ἐπιβούλων νόμους καὶ τὴν τῶν ἡμαρτημένων δεινὴν ἐπεξέλευσιν, συμπαθείας καθολικῆς ἀξιώσας καὶ τὰς οὐσίας αὐτοῖς δι’ ἄφατον εὐσπλαγχνίαν ἀπο‐
5κεκληρωκώς, πλὴν τριῶν ἢ τεσσάρων, οἷς τὸ τοῖς οἰκείοις ἐμφιλοχωρεῖν οὐκ ἀκίνδυνον ἦν. ἀλλὰ καὶ τούτοις ἀντιπα‐ ροχαῖς ἑτέρων ἰσοτάλαντον τὴν φιλοτιμίαν εἰργάσαντο. οὐ μόνον δ’ ἐν τούτοις τὸ φιλότιμον ταῖς βασιλικαῖς εὐσπλαγ‐ χνίαις ἐστήσατο, ἀλλὰ καὶ τιμαῖς παντοδαπαῖς αὐτὸν κατε‐
10κόσμησεν, ἐνίους δὲ καὶ χαρίσμασιν, ὡς πάντας ἔκπληξιν κα‐ τασχεῖν τῷ ἀνεξιχνιάστῳ τῆς αὐτοῦ ἀγαθότητος. Οὕτω μὲν οὖν θύοντος τοῦ βασιλέως τὰ χαριστή‐ ρια καὶ τῷ θεῷ τὴν εὐαρέστησιν διὰ τῆς ὑπερβαλλούσης εὐ‐ ποιίας εἰσφέροντος, οὐκ ἤνεγκεν ὁ τοῖς ἀγαθοῖς βασκαίνων
15δαίμων τὴν τοσαύτην τῶν ἀνθρώπων εὐδαιμονίαν, καὶ τὸν πλοῦτον τῆς ἀγαθότητος διαταράξαι κατὰ τὸ εἰθισμένον αὐ‐ τῷ μελετήσας, ἀνίστησι τοῖς τὴν φυλακὴν ἔχουσι τοῦ πα‐ λατίου θυμοφθόροις ἀνδράσι καὶ ἐθνικοῖς κακίστην ὁρμὴν καὶ τύλμαν μιαιφόνον καὶ ἀγριότητος γέμουσαν. περὶ δεί‐
20λην γὰρ ὀψίαν ἀσπίσι καὶ ὅπλοις κατὰ τὸ ἀρχῆθεν ἐπικρα‐ τοῦν τὴν παράστασιν ἐνώπιον τοῦ κρατοῦντος καὶ τῆς τάξεως
ἀποπληροῦντες τὸ συνεχές, ὁρμῇ μεγάλῃ καὶ φονικῇ καὶ θυμῷ294

295

ζέοντι κατ’ αὐτοῦ τοῦ βασιλέως ἐξώρμησαν, προκύπτοντος ἐπ’ αὐτοὺς ἐν ὑπερῴῳ τινὶ τῶν βασιλικῶν διαδρόμων ὑπαίθρῳ· καὶ οἳ μὲν τόξοις χρησάμενοι βέλη κατὰ τούτου ἀφῆκαν, οἱ δ’ ἄλλοι ταῖς ἀναγούσαις εἰς αὐτὸν ἐπερεισάμενοι κλίμαξιν,
5ὠθισμῷ μεγάλῳ τὴν κατ’ αὐτοῦ ξιφήρεις ἐβιάζοντο ἄνοδον. τότε δὴ καί τις τῶν πλησίον αὐτοῦ ἱσταμένων ὑπογραφέων τὴν τοῦ βέλους ἀκμὴν ἥρπασε κατὰ τοῦ τραχήλου, καὶ τὸ ζῆν αὐτίκα περιωδύνως ἀπέρρηξεν. ὁ δὲ βασιλεὺς ἀπαρά‐ σκευος ὢν διὰ τὸ τῆς ἐπιβουλῆς ἀπρόοπτον καὶ ἀνέλπιστον,
10οὐκ εἶχε μὲν καρτερὰν συμμαχίαν εἰς τὴν αὐτῶν ἀποσόβη‐ σιν, συνήθης δὲ ταῖς ὁπλομαχίαις τυγχάνων καὶ ταῖς κατὰ πόλεμον ἀντιπαρατάξεσιν οὐκ ἐθροήθη καὶ δρασμὸν ἐβουλεύ‐ σατο, ὃ πάντως πεποίηκεν ἂν ἕτερος ἐν μέσῳ βελῶν καθε‐ στώς, ἀλλ’ ἀναλαβὼν ἑαυτὸν σὺν ὀλίγοις τοῖς ἐκεῖσε περι‐
15τρέχουσιν ἐν κόσμῳ καὶ τάξει καὶ ἀτρέστῳ φρονήματι ἐρρω‐ μένως ἠμύνατο, καὶ τοὺς ἀπανθρώπους βαρβάρους, θυμῷ ζέοντας ἀδίκῳ καὶ βεβακχευμένους τῇ μέθῃ (περὶ δείλην γὰρ ἦν ὀψίαν, ὅτε τούτοις ἀφῄρητο τὸ φρονεῖν διὰ τὴν ἄγαν οἰ‐ νοφλυγίαν καὶ τὴν τοῦ ἀκράτου μετάληψιν· ἀκρατῶς γὰρ
20τούτου μεταλαμβάνουσιν) τῶν κλιμάκων ἀπεώσατο καὶ ἀνυ‐ ποίστῳ φορᾷ κατὰ γῆς ἐπὶ τραχήλου καὶ κεφαλῆς κατηκόντι‐ σεν. οἳ δὲ καὶ αὖθις ἀπηναισχύντουν, καὶ φιλονεικοῦντες ἦσαν πρᾶξαί τι θεοβλαβείας ἔργον ἐξάγιστον. ὡς δὲ κατὰ μικρὸν ἐπισυνηθροίζοντο οἱ τῷ βασιλεῖ τὴν φρουρὰν ἀποπλη‐
25ροῦντες Ῥωμαῖοι, συνέστη μὲν πόλεμος ἐπὶ χρόνον τινά, τὴν295

296

ἥττω δὲ οἱ βάρβαροι κληρωσάμενοι τῶν οἰκείων ἐπάλξεων ὡς φρουρίου τινὸς ἀντείχοντο (ἀπονενέμηται γὰρ αὐτοῖς ἄκρα τις ἐν τῷ παλατίῳ μετέωρος εἰς κατοίκησιν), ἕως ἀπειρηκότες τῇ βασιλικῇ δυνάμει καὶ δεξιᾷ τὰς ἑαυτῶν κακίας ἐξέληξαν,
5καὶ συγγνώμην αἰτήσαντες εὗρον ἐπικαμπτομένην αὐτοῖς τὴν τοῦ βασιλέως εὐμένειαν. Οὕτως οὖν καὶ ταύτην τὴν ἐπιβουλὴν θεοτεύκτῳ εὐψυ‐ χίᾳ καταγωνισάμενος, παντὶ μὲν πλήθει τῶν σωματοφυλακ‐ τούντων βαρβάρων τιμωρίαν οὐκ ἐπεστήριζε, δεομένους δὲ
10μᾶλλον καὶ τὰς ὄψεις εἰς γῆν ἐπερείδοντας κατῳκτείρησε συμ‐ παθείας τε ἐπηξίωσε, καὶ ὑποθήκαις χρησταῖς φρονεῖν πα‐ ρεσκεύασεν ὡς οὐκ ἂν αὐτὸν ζητοῦσαι περιτρέψαι δυνηθεῖεν πολλαὶ μυρίαδες ἀνδρῶν, ἐκ θεοῦ λαβόντα τὴν ἡγεμονίαν. τινὰς δὲ τούτων, ὅσοι πρὸς τὴν τοῦ βελτίονος μεταβολὴν ἀπε‐
15γνωσμένοι ἦσαν ἰδεῖν, καὶ τῇ κρίσει καὶ ἀναζητήσει τοῦ βα‐ σιλέως καὶ ταῖς προσηκούσαις ἀπειλαῖς καὶ παρ’ αὐτῶν τῶν ὁμοφύλων ἠλέγχθησαν, φρουροὺς τινῶν ἐρυμάτων ὡς ἀπο‐ βλήτους ἀπέστειλε, τοιαύτῃ φιλοτίμῳ φυγῇ ζημιώσας τοὺς ἄφρονας.
20 Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ Μιχαὴλ μοναχὸς ὁ ὑπέρτι‐ μος, ὁ ἐπὶ τῶν πολιτικῶν πραγμάτων προστάς, τὸ γένος ἕλ‐ κων ἐκ Νικομηδείας, τὴν ζωὴν ἐξεμέτρησε, δυσάρεστος ἄν‐
θρωπος καὶ ὑψαύχην καὶ μὴ πάνυ τι ξυντιθέμενος ταῖς τοῦ296

297

βασιλέως φιλοτίμοις εὐποιίαις, τὸν σφαγέντα ὑπογραφέα προ‐ οίμιον ἐσχηκὼς τῆς αὐτοῦ τελευτῆς. τῆς γὰρ ἐκείνου ὑπη‐ ρεσίας ἐτύγχανε, καὶ διὰ τοῦτο δήπου λόγος ἐκράτησεν ὡς ἐκ μέσου τοῦτον πεποίηκεν ὁ θεὸς οἷα τὰς βασιλικὰς δωρεὰς
5καὶ εὐεργεσίας διακωλύοντα. Ἐν ὅσῳ δὲ ταῦτα ἐπράττετο καὶ γαλήνη τις σταθηρὰ ἐκ τῶν τυράννων ὑπεσημαίνετο, ἕτερόν τι σκῶλον ἢ ζιζάνιον διαφθεῖραι τὸν σῖτον φιλονεικοῦν ἐκ τῆς Ἐπιδάμνου πόλεως ἀνεφύη καὶ διετάννυτο. ὁ γὰρ ἐκεῖσε ὑπὸ τοῦ προβεβασι‐
10λευκότος ἀποσταλεὶς δούξ, ὁ πρωτοπρόεδρος Βασιλάκης, μετὰ τὸ φθάσαι παρελθεῖν τὸν Βρυέννιον καὶ ἀπελθεῖν εἰς Ἀδρια‐ νούπολιν καταλαβὼν τὸ Δυρράχιον, στρατιὰν ἐκ πασῶν τῶν ἐπικειμένων ἐκεῖσε χωρῶν συνελέγετο, καὶ Φράγγους μετα‐ πεμψάμενος ἐξ Ἰταλίας φιλοτίμοις δεξιώσεσι τῆς ἑαυτοῦ με‐
15ρίδος καὶ συμμορίας ἐτίθετο δεξιῶς. ἤθροιζε γὰρ χρυσίον ἐκ πάσης αἰτίας καὶ τρόπου παρὰ τῶν πειθομένων καὶ κατα‐ δυναστευομένων αὐτῷ, καὶ κατάλογον θέμενος πρόφασιν ἐποι‐ εῖτο τῆς τοιαύτης ὁπλίσεως τὴν κατὰ τοῦ Βρυεννίου ὡς ἀπο‐ στάτου ἐπίθεσιν. ἐπὰν δ’ ἔγνω πολύ τι στρατόπεδον συνα‐
20γηοχὼς καὶ ἀξιόμαχον δύναμιν (εἶχε γὰρ καὶ Ῥωμαίων πολ‐ λῶν στρατιωτικόν, Βουλγάρων τε καὶ Ἀρβανιτῶν, καὶ οἰκεί‐ ους ὑπασπιστὰς οὐκ ὀλίγους), ἄρας ἐκεῖθεν πρὸς τὴν Θεσσα‐
λονίκην ἠπείγετο. ἤδη δὲ καὶ αὐτοῦ ταύτην καταλαμβάνον‐297

298

τος, φήμη προσήγγισε τούτῳ ὅπως ὁ Βοτανειάτης παρὰ πά‐ σης τῆς συγκλήτου βουλῆς καὶ τῆς συνόδου καὶ τῶν δημοτι‐ κῶν καὶ παρὰ πάντων ὁμοῦ αἱρεθεὶς βασιλεὺς αὐτοκράτωρ ἀνηγορεύθη, καὶ ὅπως μάχῃ κρατερᾷ νενικηκὼς τὸν Βρυέννιον
5τῶν ὀφθαλμῶν ἀπεστέρησεν, ὅπλα κεκινηκότα καὶ κατ’ αὐτοῦ ἀντάραντα καὶ τὰ δευτερεῖα μὴ ἀνασχόμενον σχεῖν. ὁ δὲ διαταραχθεὶς πρὸς τὴν φήμην καὶ τὴν καινοτομίαν τοῦ πράγ‐ ματος, γράμματα μὲν ἐξέπεμψε τῷ βασιλεῖ τοὺς τῆς δουλώ‐ σεως θεσμοὺς ὑπεμφαίνοντα, ἔπραττε δ’ ἐν τῷ λεληθότι τὰ
10τῆς ἀνταρσίας ἐπίδηλα. τό τε γὰρ πλῆθος τοῦ καταλόγου συνηθροισμένον εἶχε μεθ’ ἑαυτοῦ, καὶ τοὺς Πατζινάκους εἰς συμμαχίαν ἠρέθιζε διὰ μηνυμάτων καὶ δι’ ἀντιγράφων. κε‐ λευσθεὶς εἰσελθεῖν ἀπονοίᾳ τὴν πρὸς τὸν κρατοῦντα εἰσέλευ‐ σιν μετεώριζεν. ὡς δ’ ὁ βασιλεὺς ἔγνω τὴν τούτου προαί‐
15ρεσιν, μὴ θέλων αὐτὴν παραδειγματίσαι ἢ στηλιτεῦσαι τῆς ἀνταρσίας τὸ βλάσφημον, ἀπέστειλέ τινα τῶν ἐγγυτάτων αὐτῷ μετὰ καὶ χρυσοβούλλου γραφῆς, πάντων τῶν φθασάν‐ των κακῶν ἀμνηστίαν ἐπαγγελλόμενος, καὶ νωβελλισίμου βρα‐ βεύων αὐτῷ τιμήν, καὶ πολλῶν ἑτέρων ἀξιωμάτων καὶ ὑπε‐
20ροχῶν οὐκ ἐλαχίστων δαψίλειαν κατεμπεδούμενος τῇ γραφῇ· ὁ δὲ τὰς ἐν χερσὶν εὐεργεσίας περιφρονῶν, ἀνηνύτοις καὶ ἀδήλοις ἑαυτὸν περιέσαινε, καὶ διὰ τοῦτο ὕστερον ἀνόνητα μετεκλαύσατο. μηδὲ γὰρ δεξάμενος τὴν τότε τοῦ βασιλέως
προσπάθειαν, μηδὲ τῷ τοῦ Βρυεννίου παραδείγματι βελτίων298

299

ἑαυτοῦ γεγονώς, τὸν χρόνον διὰ κενῆς παραγκωνίζεσθαι ἤθελε, καὶ ἀπάταις οὐκ εὔφροσι τὴν ἑαυτοῦ σωτηρίαν καταπροΐε‐ σθαι. ὅθεν καὶ μισήσας ὁ βασιλεὺς τὴν αὐτοῦ κακοήθειαν, τῷ τῶν ἑσπερίων ταγμάτων ἄρχοντι, τῷ νωβελλισίμῳ δηλαδὴ
5Ἀλεξίῳ καὶ δουκὶ τῆς δύσεως, ὃν δὴ τηνικαῦτα καὶ τῷ παν‐ σεβάστῳ τοῦ σεβαστοῦ τετίμηκεν ἀξιώματι, τὸν κατὰ τούτου ἐπέτρεψε πόλεμον. ὃς τὰς δυνάμεις ἀνειληφὼς εὐθὺ τῆς Θεσσαλονίκης τεταγμένως ἐφέρετο, καὶ φρουρὰν ἐν τῷ περι‐ θεωρίῳ τοῦ Βασιλάκη καταλαβὼν πολέμῳ ταύτην ἀνήρπασεν·
10οὐ γὰρ χεῖρας ἐδίδουν καὶ τοῖς θελήμασι τοῦ κρατοῦντος ὑποκύπτειν ἠβούλοντο. οὓς καὶ δεσμώτας πέμψας τῷ βασι‐ λεῖ προοίμιον ἀγαθὸν τῆς τοῦ ἀποστάτου καταστροφῆς ἐποιή‐ σατο. προβιβάζων δὲ τὴν στρατιὰν καθεξῆς μέχρι τῆς Θεσ‐ σαλονίκης ἀπαθὴς παρελήλυθεν. ἔκ τινος δὲ διαστήματος τὸν
15χάρακα θείς, ἀντιπέραν τοῦ ποταμοῦ τοῦ λεγομένου Βαρδα‐ ρίου, καθὼς ὁ βασιλεὺς αὐτὸν διὰ γραμμάτων ἐδίδαξε, δια‐ νυκτερεύσειν ἐκεῖσε καὶ διαναπαῦσαι τὸν στρατὸν διεσκό‐ πησεν. ὁ δὲ Βασιλάκης νυκτίλοχος γενέσθαι διασκεψά‐ μενος, καὶ κατὰ κράτος τοὺς ἀντιτεταγμένους ἑλεῖν τῷ ἀπροσ‐
20δοκήτῳ τῆς ἐν σκότει ἐπιφοιτήσεως, σκότος μᾶλλον ἑαυτῷ διηνεκὲς ἐπροοιμιάσατο. διαγνωσθείσης γὰρ τῆς ἐνέδρας αὐτῷ προεφυλάξαντο μὲν οἱ τῆς βασιλικῆς μοίρας στρατιῶ‐ ται, τὴν τοῦ ἡγεμόνος παραγγελίαν τε καὶ ἐγρήγορσιν παρα‐
θαρρύνουσαν ἔχοντες· ἀποτυχὼν δὲ τῆς ἐπιβουλῆς ὁ ἀντάρ‐299

300

της πολέμῳ χαλεπῷ περιέπεσε, καὶ κατὰ κράτος ἡττηθεὶς καὶ τῶν ἰδίων πλείστους ὅσους ἀποβαλών, καὶ μᾶλλον τῶν Φράγ‐ γων, καὶ αὐτὸς κατὰ πρόσωπον τῷ δουκὶ ἀντιταχθεὶς καὶ παρ’ αὐτοῦ καταπονηθείς, εἰς τὴν τῆς Θεσσαλονίκης ἀκρό‐
5πολιν διαπέφευγεν, οἰόμενος τῷ τοῦ φρουρίου περιτειχίσματι κέρδος τι ἑαυτῷ περιποιήσασθαι καὶ ἀνάκτησιν. ὁ δὲ σεβα‐ στὸς μηδὲν ὅλως μελλήσας τὴν ἅλωσιν τοῦ φρουρίου τοῖς ἀμφ’ αὐτὸν προετρέψατο· οἱ δὲ προσβολὰς ἐνεργεῖς ποιησά‐ μενοι, καὶ τοὺς ἔνδον Θεσσαλονίκης συμφρονήσαντας ἔχοντες,
10ταχὺ τούτου περιεγένοντο καὶ τῆς ἀκροπόλεως ἐκυρίευσαν. καὶ κατασχεθεὶς οὗτος καὶ σιδηροδέσμιος γεγονὼς καὶ τῷ τῶν τυράννων νόμῳ κατάκριτος, ἀπεστάλη τῷ βασιλεῖ διὰ τῶν δημοσίων ἵππων φερόμενος. τῆς δ’ ἀγγελίας ταύτης προκα‐ ταλαβούσης τὰς βασιλικὰς ἀκοάς, πρόσταγμα γέγονε τὰς κό‐
15ρας ἐκκεντηθῆναι τῶν ἀποστατικῶν ὀφθαλμῶν. καὶ τούτου γενομένου καθ’ ἣν συνήντητο πάροδον, ἦλθε δι’ ἁμάξης ἐλεει‐ νὸς φόρτος καὶ δυστυχὲς καταγώγιον. αἱ δὲ τοῦ βασιλέως πρὸς τὸ θεῖον εὐχαριστίαι καὶ πρὸς τοὺς ὑπηκόους εὐεργε‐ σίαι καὶ πανημέριοι φιλοτιμίαι τὸ ἀνένδοτον εἶχον ἀεὶ καὶ ὡς
20διὰ πρανοῦς διεχέοντο. Ἐν ᾧ δὲ τὰ στρατεύματα ἐν Θεσσαλονίκῃ διεκαρτέρουν, Σκύθαι τῆς ἐρημίας τούτων ὡς ἑρμαίου δραξάμενοι τῇ Ἀδρια‐ νουπόλει προσήγγισαν, καὶ τοῖς ἐκτὸς τοῦ τείχους οἰκήμασιν
ἐπιρράξαντες, παραβοηθούντων αὐτοῖς καὶ ἀπὸ τοῦ μαχιμω‐300

301

τάτου ἔθνους τῶν Κομάνων πολλῶν, πῦρ ταύταις ἐνῆκαν καὶ πυριφλέκτους πολλὰς ἀπέδειξαν, ὀργιζόμενοι τῷ Βρυεννίῳ ὅτι πρέσβεις αὐτῶν ἐπὶ τούτου παρὰ τῶν Ἀδριανουπολιτῶν ἀνῃρέθησαν. τοῦ δὲ στρατοῦ σπουδαίως καταλαμβάνοντος,
5δρασμὸν οἱ βάρβαροι ἔθεντο καὶ οὐκέτι τοῖς Ῥωμαϊκοῖς ὁρίοις ἐπελθεῖν παρετόλμησαν. Ἐν δὲ τῷ ἔτει τούτῳ δουλικὴν ὡμολόγησε πίστιν τῷ βασιλεῖ ὁ κουροπαλάτης Φιλάρετος ὁ Βαχάμιος· οὗτος γὰρ ἐν τόποις, δυσβάτοις καὶ ὀρεινοῖς καὶ τῶν Τουρκικῶν πα‐
10ρόδων ἀπῳκισμένοις τὰς οἰκήσεις ποιούμενος τείχεσι πλείστοις τοὺς στενωποὺς περιέλαβε, καὶ κατοχυρώσας τὰς διεκβάσεις ἀνάλωτον τοῖς ἐκεῖσε χώραν ἀπὸ τῶν ἐναντίων εἰργάσατο, καὶ πλῆθος Ἀρμενίων καὶ ξυγκλύδων ἀνδρῶν συλλεξάμενος δύ‐ ναμιν ἑαυτῷ περιμάχητον ἀπειργάσατο, καὶ τῷ προβεβασι‐
15λευκότι ἀκαταδούλωτος ἦν, καὶ κατ’ ἐξουσίαν τὰ ἑαυτοῦ προ‐ μηθούμενος, καὶ πόλεις βασιλικὰς εἰς ἑαυτὸν οἰκειούμενος, καὶ εἰς μῆκος ἐξαίρων τὴν ἰδίαν κατάκτησιν. καὶ τότε μὲν οὕτως· τοῦ δὲ Βοτανειάτου τὴν αὐτοκράτορα περιεζωσμένον ἀρχὴν δοῦλος αὐτεπάγγελτος γέγονε καὶ ὑπηρέτης ἐν πᾶσι
20πειθήνιος καὶ πᾶν τὸ προσταττόμενον ἐπιμελῶς ἐργαζόμενος· καὶ λόγους διὰ γραφῆς δέδωκε τῆς προτέρας σκληρότητος, ὅτι γλίσχρως καὶ οὐ βασιλικῶς τὰ κατ’ αὐτόν τε καὶ τοὺς ἄλλους ὁ προβεβασιλευκὼς μετεχειρίζετο πράγματα, ταῖς ὑποθημο‐
σύναις τοῦ λογοθέτου καταδουλούμενος.301

302

Τοῦ χρόνου δὲ προϊόντος, ἐπεὶ καὶ κατὰ τοῦ λεγομένου Λέκα τοῦ τοὺς Πατζινάκους ἐνσειόντος (Ῥωμαῖος γὰρ ὢν ἐξ ἐπιγαμβρείας αὐτοῖς ηὐτομόλησε) καὶ κατὰ τοῦ τὴν ἐν με‐ σημβρίᾳ διακυκῶντος Δοβρομηροῦ γῆν στρατιὰν ἐπαφεῖναι ὁ
5βασιλεὺς ἔμελλε, δείσαντες οὗτοι τὸ τοῦ βασιλέως εὐσθενὲς καὶ ἀπρόσμαχον καὶ τὴν ἐκ θεοῦ δεδομένην ἰσχὺν αὐτῷ, καὶ τοῖς τῶν ἄλλων σωφρονισθέντες κακοῖς, καὶ πρὸ τῆς ... τῷ δουλικῷ ζυγῷ τοὺς αὐχένας ὑπέκλιναν, καὶ προσῆλθον ἱκέται τὴν σωτηρίαν ἑαυτῶν ἐξαιτούμενοι. ἀλλ’ ὁ βασιλεὺς οὐ μό‐
10νον αὐτοῖς τὸ αἰτηθὲν ἐχαρίσατο, ἀλλὰ καὶ ἀξιώμασι περι‐ λάμπροις καὶ δωρεαῖς οὔτι μεμπταῖς φιλοτιμησάμενος εὐχα‐ ρίστους καθάπαξ πεποίηκε, καὶ πίστιν αὐτοῖς καὶ δούλωσιν ἀθόλωτον ἐγκατέσπειρεν. Οἱ δὲ περὶ τὸν Ἴστρον Σκύθαι καὶ αὐτοὶ τῇ φήμῃ τῆς
15τοῦ βασιλέως εὐγενείας καὶ ἀνδρίας καὶ τῆς συστρεφομένης ἐπ’ ἀμφότερα δεξιᾶς, δωρηματικῆς τε ὑπὲρ τῶν οἰκετῶν καὶ δορυβρέμονος κατὰ τῶν ἀντιθέτων ἐχθρῶν, εἰς διανοίας συ‐ νελθόντες εὐσχήμονας πρέσβεις ἀπέστειλαν εἰς αὐτόν, τὰ πι‐ στὰ καὶ οὗτοι τῆς ἑαυτῶν ὑπακοῆς παρεχόμενοι. καὶ τὴν
20πληροφορίαν εἰσάγοντες οἱ πρέσβεις, καί τινας ἀποστάτας συνδυάσαι τοῖς Πατζινάκοις ἐπὶ τοῦ προβεβασιλευκότος δια‐ γνωσθέντας ἐνώπιον αὐτοῦ δεινῶς κατῃκίσαντο, τὸ σχίσμα
πάντως παραδεικνύοντες καὶ τὴν ἀπ’ ἐκείνου προφανεστά‐302

303

την ἀπόστασιν. ἔκτοτε τοίνυν οὐκέτι πρὸς ἐπιδρομὰς καὶ ἁρπαγὰς χωρῆσαι καί τι τῶν Ῥωμαϊκῶν παραβλάψαι χωρίων ἐτόλμησαν. Ἀλλ’ ὅ με μικροῦ διέλαθεν ἄν, τοῦτο τῷ λόγῳ προ‐
5σθήσω. ἄριστος ὢν ὁ βασιλεύς, εἴπερ τις ἕτερος, τύχας ἀνορ‐ θῶσαι καὶ παρηγορίαν ἐμποιῆσαι τῷ δυστυχήματι καὶ ἀδο‐ ξήσαντας ἀνθρώπους εἰς εὐδοξίαν συμφέρουσαν καὶ πρόσφο‐ ρον τῇ καταστάσει τούτων ἀνενεγκεῖν, οὐδὲ τὸν καθαιρεθέντα καὶ ἀποκηρυχθέντα βασιλέα Μιχαὴλ εἰς ἀλαμπῆ τύχην καὶ
10ζοφερὰν καταλέλοιπεν, ἀλλὰ τῷ ἀρχιποίμενι Κωνσταντινου‐ πόλεως συμβούλῳ χρησάμενος ἀνάγει τοῦτον ὡς προγενόμε‐ νον μοναχὸν εἰς ἀρχιερατικὴν ἀξίαν, καὶ τοῦ βήματος δεί‐ κνυσι, καὶ οὐκ εὐτελοῦς ἐκκλησίας τοῦτον πρόεδρον τίθησιν ἀλλὰ λαμπρᾶς καὶ περιφανοῦς, τῆς τῶν Ἐφεσίων μητροπό‐
15λεως ἀποδειχθῆναι παρασκευάσας αὐτὸν τοῦτον, καὶ τοῦ ἁγιω‐ τάτου πατριάρχου Κοσμᾶ, γηραιοῦ καὶ προβεβηκότος ἀνδρὸς καὶ εἰς ἄκραν ἐληλακότος ἀρετὴν καὶ ὑπεραναβεβηκότος τὴν τῶν κάτω κειμένων ἔφεσιν, καὶ τῶν ὁσιωτάτων μητροπολιτῶν συνευδοκησάντων καὶ συμψηφισαμένων καὶ συλλειτουργησάν‐
20των αὐτῷ. ἐδόκει γὰρ ἡ ἀξία κατάλληλος τῇ φύσει τοῦ πρὶν βασιλεύσαντος διὰ τὸ προσὸν αὐτῷ ἀφελὲς καὶ ἀπείρατον τῶν βιωτικῶν καὶ πρὸς τὴν γνῶσιν τῶν βασιλικῶν πραγμάτων ἀδι‐
εύθετον.303

304

Οὐ μὴν δὲ ἀλλὰ καὶ τὴν μητέρα τούτου πλέον ὁ Βοτα‐ νειάτης ἤπερ ἐκεῖνος ἐτίμησε καὶ ἐσέμνυνε, καὶ τὰ θυμήρη ταύτῃ ἀφθονώτερον ἀπειργάσατο. ἐκεῖνος γὰρ μοναχὸν ἀπο‐ δείξας ἐκ βασιλίσσης καὶ μελαμφοροῦσαν ἐκ πορφυρίδος καὶ
5περιχρύσου περιβολῆς, καὶ ἀειφυγίαν ταύτης κατέκρινε· καὶ ἦν ἔξω τῆς πόλεως τόπον ἐκ τόπου ἀμείβουσα μετὰ τῶν αὐτα‐ δέλφων αὐτοῦ, καὶ οὐδὲ συνεχώρει τὰς θηλείας, ὡραίας οὔ‐ σας πρὸς γάμον, ἐς ἀνδρὸς φοιτῆσαι νομίμου καὶ τὸ τῇ φύ‐ σει κεχρεωστημένον ἀφοσιώσασθαι. ὁ δὲ Βοτανειάτης ἐντὸς
10τῆς πόλεως συνοικεῖν μετὰ τῶν παίδων αὐτὴν συνεχώρησε, καὶ ἴσα καὶ μητέρα ἐτίμα, καὶ τοὺς παῖδας αὐτῆς ἐπιφανε‐ στάτοις ἐλάμπρυνεν ἀξιώμασι, καὶ συνεχεῖς δωρεὰς αὐτῇ καὶ παντοίας εὐεργεσίας κατέπεμπε, καὶ τριῶν σεκρέτων καὶ τῶν ἄλλων χρηστῶν κυρίαν ταύτην ἀπέφηνε, καὶ πολυταλάντων
15εἰσόδων ἠξίωσεν. ἀλλὰ καὶ τὰς θυγατέρας αὐτῆς πρὸς γα‐ μικὴν ὁμιλίαν ἐλθεῖν συνεχώρησε, καὶ τοῖς πρώτοις τῶν συγ‐ κλητικῶν τὸ κῆδος τούτων συμπλακῆναι κατένευσε. καὶ ὅλως χαρμονῆς καὶ θυμηδίας τὴν δυστυχοῦσαν ἐπὶ τοῦ βασιλεύ‐ σαντος παιδὸς καὶ θρηνοῦσαν ὁ ἀλλότριος καὶ ξένος τοῦ αἵ‐
20ματος αὐτῆς βασιλεὺς ἐνέπλησε, καὶ περίοπτον πλέον ἤπερ τὸ πρότερον ἔδειξεν. Ὃ δὲ τὴν τοῦ βασιλέως προαίρεσιν ὑπερτέραν ἀνθρω‐
πίνης διανοίας ἐξέφαινε, τοῦτο δὴ καὶ ῥητέον. ὁ τοῦ προ‐304

305

βεβασιλευκότος αὐτάδελφος ὁ Κωνστάντιος, ἀντίπαις ὢν ἔτι. τῆς βασιλευούσης πόλεως καὶ τῶν ἀνακτόρων παρὰ τοῦ συγ‐ γόνου ἀπείργετο καὶ πρὸς τὴν ἀντιπέραν ἠλαύνετο θάλασσαν. ὁ δὲ Βοτανειάτης, πατρὸς ἐπ’ αὐτῷ σπλάγχνα καὶ διάθεσιν
5ἐνδεικνύμενος, καὶ τῶν ἀνακτόρων ἐντὸς εἰσεδέχετο καὶ σύν‐ δειπνον ἐποιεῖτο, καὶ φθόνον ἐπ’ αὐτῷ ἢ ὑποψίαν τινὰ λαμ‐ βάνειν οὐκ ἤθελεν· ὅθεν καὶ τῶν προσόντων αὐτῷ χρημά‐ των τε καὶ κτημάτων οὐδεμίαν περικοπὴν ἐποιήσατο. τοιοῦ‐ τος ἦν ὁ Βοτανειάτης, τὴν ψυχὴν καθαρὸς ὑπὲρ ἥλιον, καὶ
10τὴν γνώμην ἀπειρόκακον ἔχων καὶ πάσης ἐλευθέραν ὑπονοίας δεινῆς. ἀλλὰ καὶ ὥς, εἰ μή τις ἀνεξερεύνητος χάρις περιεῖπεν αὐτόν, οὐκ ἂν εἰς τοσοῦτον συμπαθείας ἐλήλυθεν ὡς καὶ προ‐ φανῆ ἀντίδικον καὶ πολέμιον, καὶ ὡς ἀκμὴν νεότητος ἐπιβε‐ βηκότα, καὶ ἀτόπους ὁρμὰς καὶ ἀναπεμπαζόμενον τὴν πρὸς
15εὐδαιμονίαν τῆς βασιλείας καὶ τὸν καθαιρέτην τοῦ γένους αὐτῶν γενόμενον, προσοικειοῦσθαι καὶ παρίδου διδόναι συ‐ νιέναι αὐτῷ καὶ συνευωχεῖσθαι καὶ κοινωνεῖν αὐτῷ καὶ τοῖς βασιλείοις συναναμίγνυσθαι. ὁ δέ, τὴν βασιλέως εὐεργεσίαν κακοποιίαν ἐξ ἀχαριστίας ἡγούμενος, καὶ μηδ’ εἰς νοῦν ἐμ‐
20βαλὼν ὅτι ἐξὸν ὂν τῷ βασιλεῖ καὶ ὀφειλόμενον πάντως ἄρ‐ δην ἀπολέσαι τοῦτον καὶ ὡς ἐχθρὸν καὶ ἀντίδικον, οὐδὲν τοιοῦτον διενοήσατο, καὶ ἄνετον αὐτῷ τὴν ζωὴν καὶ τὴν δια‐ γωγὴν εὐδαίμονα καὶ πλουσίαν ὡς τὸ πρὶν καταλέλοιπεν, ἰο‐
βόλον εἶχε τὸν ἔνδον ἄνθρωπον, καὶ κότον ἔτρεφε κατὰ τοῦ305

306

φιλανθρώπως καὶ κηδεμονικῶς αὐτὸν περιποιουμένου. καὶ τρέφων αὐτὸν μὲν κατὰ τὸ βεβουλευμένον οὐκ ἔβλαψε, κόσμῳ δὲ παντὶ τὴν λύμην ἐπήνεγκε, καὶ αὐτὸς τὰ τῶν ἀχαρίστων, εἰ καὶ πραότερον διὰ τὴν τοῦ βασιλέως ἐπιείκειαν, πέπονθε.
5καὶ ὅπως, τῷ λόγῳ διαληψόμεθα. Ἐπείπερ ὁ βασιλεὺς τοιούτοις ἀγωνίσμασι καὶ τροπαίοις τὰ τῆς ἑσπέρας καλῶς διατέθεικεν, ἐνόσει δὲ τὰ τῆς ἑώας καὶ ταῖς Τούρκων ἐπιδρομαῖς καὶ τῇ συνθήκῃ τῶν κοινωνη‐ σάντων Ῥωμαίων αὐτοῖς καὶ κατὰ τῶν ὁμογενῶν ἐπανιστα‐
10μένων, ἐστήριξε τὸ πρόσωπον καὶ πρὸς τὴν τῶν ἐκεῖσε κατά‐ στασιν, καὶ σκεψάμενος Ῥωμαϊκὰς δυνάμεις διαπεραιῶσαι πρὸς τὴν Ἀσίαν, φιλοτίμοις μὲν δωρεαῖς καὶ ὀψωνίοις τὰ συνήθη πολλῷ τῷ περιόντι νικῶσι πολλοὺς τῶν στρατιωτῶν φιλοτιμησάμενος καὶ ὁπλίσας εἰς τὴν κατὰ Βιθυνίαν ἐξέ‐
15πεμψε Νίκαιαν. ἐπεὶ δ’ ἐκεῖνοι πρὸς τὰ ἐνδότερα τῆς ἀνα‐ τολῆς ἐπιστρατεύειν οὐκ εἶχον εὐθαρσῶς ὡς πλείονος τάχα παρασκευῆς ἐπιζητουμένης τοῖς πράγμασι, μετεπέμψατο καὶ ἑτέρους στρατιώτας ὁ βασιλεύς, οὓς ἀθανάτους ἐκάλουν, πλῆθος μὲν ὄντας οὐκ εὐαρίθμητον, καὶ τόξον εὖ ἠσκη‐
20μένους, καὶ τἆλλα πολεμικὰ διὰ πείρας ἔχειν ἐκ τῆς συνεχοῦς γυμνασίας ὑπειλημμένους· ἀταξίᾳ δὲ καὶ ἀπιστίᾳ δουλεύ‐ οντας τούτους φιλανθρώποις ὁμιλίαις καὶ παραγγελίαις ὁ βα‐
σιλεύς, μᾶλλον δὲ δωρηματικαῖς εὐποιίαις πρὸς τὸ ἐρρωμενέ‐306

307

στερον καὶ ἰσχυρότερον καταστῆσαι σπουδάσας εἰς Χρυσόπο‐ λιν διαπορθμευθῆναι πεποίηκε. καὶ ἦν ἐλπὶς ἑνωθῆναι τού‐ τους μετὰ τῶν προηγησαμένων στρατιωτῶν, καὶ εἰς πλῆθος ἀρθῆναι μέγα, καὶ τῶν Τούρκων τὴν ἑώαν ἐλευθερῶσαι, καὶ
5τοὺς ταραττομένους ὑποκλινεῖς ποιῆσαι καὶ πρὸς ὑπακοὴν μεθαρμόσασθαι, καὶ καταστῆσαι τοῖς ἐκ τοῦ βασιλέως ἡγε‐ μονικοῖς καὶ μεγαλόφροσι στρατηγήμασι τὸ τηλικοῦτον μέρος τῆς οἰκουμένης καὶ εἰς γαλήνην καὶ νηνεμίαν περιστῆσαι καὶ ἄνεσιν. ὁ δὲ Κωνστάντιος ἐναντία τούτων πάντων φρονήσας
10καὶ διανοησάμενος, καὶ μηδὲ τὴν θείαν δίκην εὐλαβηθεὶς εἰ τοσούτων κακῶν τῷ τε κόσμῳ καὶ αὐτῷ βασιλεῖ καὶ τοῖς κα‐ λῶς βασιλευομένοις πρόξενος γένηται, καὶ μηδὲ τὴν ἀποτυ‐ χίαν ὑποπτήξας τοῦ ἐγχειρήματος, νεωτερίζει κατὰ τοῦ βασι‐ λέως, καὶ τῆς κακίστης ἀποστασίας τοῖς στρατιώταις, ὦ τῆς
15ἀποπληξίας καὶ τοῦ ἀνοσιουργήματος, μεταδίδωσι. πρότερον γὰρ συμβούλοις τοῖς πονηροτάτοις ἐκ τούτων καὶ δήμου ἀνά‐ πταις χρησάμενος, ὕστερον ἀφίσταται πρὸς αὐτοὺς ἐν Χρυ‐ σοπόλει τὴν παρεμβολὴν ἔχοντας, καὶ τὸ πλῆθος ἐνσείσας βα‐ σιλέα τοῦτον ἀναγορεῦσαι δι’ ἀποστατικῆς μεθοδείας περιερ‐
20γάζεται, τοῦ λοιποῦ στίφους τῶν μὴ συγκοινωνησάντων αὐτῷ τῆς ἀθέσμου βουλῆς τῷ παραδόξῳ τῆς ἀκοῆς διαπορηθέντος καὶ ἀμφιβόλου γενομένου. καὶ μήτε τοῦ δεδομένου τοῦτοις ἀρχηγοῦ παρατυχόντος ἐκεῖσε διὰ τὸ τῇ βασιλευούσῃ ἔτι ἐπι‐
δημεῖν, στάσις ἐμφύλιος γέγονε, καὶ ἤρξατο ἀπὸ τρίτης φυλα‐307

308

κῆς τῆς νυκτὸς ἕως μεσημβρίας αὐτῆς. εἶτα συμφρονησάν‐ των τοῖς ἀποστάταις, βίᾳ καὶ οὐ πειθοῖ, τῶν ἀντιδοξούντων τὸ πρότερον, ἔπαθε μὲν οὐδεὶς τῶν ἐν τῇ βασιλευούσῃ καὶ τὴν ψυχὴν κατεσείσθη. δημοτικὴν δὲ φλυαρίαν καὶ μειρακιῶ‐
5δες ἄθυρμα λογισαμένου τοῦ βασιλέως τὸ γεγονός, συνήχθη πᾶσα ἡ γερουσία καὶ τῆς συγκλήτου βουλῆς τὸ ἔκκριτον, τὴν πίστιν αὐτῶν ἐπιβεβαιοῦντες τῷ βασιλεῖ καὶ πληροφοροῦντες μέχρις ὀστέων καὶ μυελῶν κινδυνεύσειν ὑπὲρ αὐτοῦ καὶ παν‐ δημεὶ τοὺς ἀλιτηρίοις καταγωνίσασθαι. συνήχθησαν δὲ καὶ
10οἱ τὴν στρατεύσιμον ἡλικίαν ἔχοντες, καὶ ὅσοι τῆς βασιλικῆς δορυφορίας, ἀκατάπληκτον ἔχοντες τὴν ὁρμήν, καὶ προκινδυ‐ νεῦσαι τοῦ φιλανθρώπου βασιλέως καὶ φιλοικτίρμονος προ‐ θυμούμενοι. ὃ δὲ τὴν ἁπάντων ἐπαινέσας προαίρεσιν, καὶ γνοὺς οἵαν εὐγνωμοσύνην ἔχει πρὸς αὐτὸν τὸ ὑπήκοον (τού‐
15του γὰρ χάριν οἴομαι τὸν τάραχον τουτονὶ παρατολμηθῆναι, ἵνα φανερὸν τὸ παριστάμενον πᾶσι γένηται), ναυσὶ μὲν πο‐ λεμικαῖς τὸν τούτου πορθμὸν κατωχύρωσε, μείζονι δὲ παρα‐ σκευῇ τὰ κατὰ τῶν ἀποστατῶν ἐξαρτύων ὅμως καί τινας ἀπέστειλε πρὸς αὐτούς, πυνθανομένους τί βούλεται τούτοις
20τὸ στασιῶδες τουτὶ καὶ ἀπώμοτον. οἱ δὲ τὴν ἄστατον πα‐ ροινίαν αὐτῶν καὶ ἀδόκιμον γλωσσαλγίαν καὶ παρακεκινδυνευ‐ μένην ἀπόνοιαν ὁμολογήσαντες, συγγνώμην τε ᾔτουν λαβεῖν καὶ τῶν πεπλημμελημένων συγχώρησιν, καὶ τῆς συμπαθείας ταύτης ἐνέχυρον τὴν εἰς τοὐπίσω περαίωσιν ἐπεζήτησαν, καὶ
25οὕτως αὐτὸν τὸν πρωταίτιον τῆς κοσμικῆς κακοπαθείας πα‐308

309

ραδοῦναι κατέθεντο. παριδὼν οὖν ὁ βασιλεὺς τὴν τῶν ἐσ‐ φαλμένων αὐτοῖς κακοήθειαν, τῶν ἐγκλημάτων τούτους διὰ πλήθους ἐλέους ἀπέλουσε. καὶ χειρωσάμενος τὸν ἀλάστορα, δημίων αὐτὸν χερσὶν οὐ παρέδοτο, καὶ πάσης σωματικῆς τι‐
5μωρίας ἀλλότριον διετήρησε, δικαίων δὲ ἀνδρῶν χεῖρες αὐτὸν εἰσδεξάμεναι τῆς κοσμικῆς ἰλύος ἐλευθεροῦσι δι’ ἀποκάρσεως. μεταταξάμενος δὲ πρὸς τὸν μοναδικὸν βίον καὶ φυγῇ ἐζημι‐ ώθη, νησιώτης γενόμενος, καὶ μαθὼν ὅσον κακόν ἐστι τὸ πρὸς τοὺς εὐεργέτας ἢ συμπαθοῦντας ἀγνωμονεῖν.
10 Οὗτος ἐκ πολλῶν καὶ μεγάλων ἕτερος ἆθλος τῷ βασιλεῖ, κατὰ πάρεργον ἀνυσθείς. καὶ τὸ μὲν ἔργον τοῦτο τοιοῦτον, καὶ ὅσον ἀνήκει πρὸς αὐτὸν βασιλέα, οὐδὲν παρεσίνατο, τὴν δ’ ἑώαν πᾶσαν μεγάλης κακίας καὶ λώβης ἐπλήρωσεν. ὡς γὰρ ὕποπτοι κατεφάνησαν οἱ πρὸς ἐκστρατείαν ἀποστελλό‐
15μενοι, καὶ νεωτέρων πραγμάτων ἐφίεσθαι κατεγνώσθησαν, καὶ παρὰ τοῦτο μηδὲ τάξεις καὶ λόχους φυλάττειν καὶ νόμους στρατευμάτων ὑπενοήθησαν, καὶ τῇ ἑσπέρᾳ πάλιν γεγόνασι μεταπόμπιμοι, μεμενήκασιν οἱ ἐχθροὶ τὰ φίλα ἑαυτοῖς κατὰ Χριστιανῶν ἐργαζόμενοι, καὶ παρακινοῦντες πλέον ἢ πρότε‐
20ρον τὴν ὀργήν, καὶ πολιορκοῦντες τὰ φρούρια, καὶ πάνδεινα κακὰ τοῖς ἐμπίπτουσιν ἐργαζόμενοι. τί τούτου γένοιτ’ ἂν σχε‐ τλιώτερον καὶ παρανομώτερον, ὅταν τοῖς ἐχθροῖς τοσαύτην
ῥοπὴν ὁ τοῦ βασιλέως ἀντίρροπος δέδωκε καὶ τηλικοῦτον κυ‐309

310

κεῶνα τῇ Ῥωμαίων ἀρχῇ συνεκέρασε. δέδεικται γὰρ ἐκ τού‐ των ὅτι τῶν προτέρων τοῦ γένους αὐτοῦ δυστήνων κατορθω‐ μάτων καὶ τῆς κοσμικῆς καταλύσεως τοῦτο κορωνὶς κατέστη καὶ τέλος ἀπαίσιον καὶ τελευταία πληγὴ καὶ τῆς ἑώας ἐρή‐
5μωσις. Ἀλλ’ ὁ μὲν οὕτως καὶ πεποιηκὼς καὶ παθὼν ὄνειδον ἑαυτῷ καὶ ἁμαρτάδα δεινὴν περιήνεγκεν· ἄρτι δὲ τοῦ ὀκτωβρίου μη‐ νὸς τῆς τρίτης ἰνδικτιῶνος ἐνισταμένου, κεραυνὸς ἐπισκήψας ἐν τῷ μεγάλῳ κίονι τοῦ Κωνσταντινιακοῦ φόρου, οὗ κατὰ κεφαλὴν
10ἀφίδρυμα μέγιστον χαλκοῦ πεποιημένον, ἀνήλιος δὲ λεγόμε‐ νον, ἵδρυται, μέρος μέν τι τοῦ κίονος ἐν τῇ ἀκρότητι τῆς κε‐ φαλίδος διέτεμε, ζωστῆρας δὲ τούτου τρεῖς, σιδηροῦς μὲν τὰ ἔνδον, χαλκῷ δὲ περιειλημμένους ἔξωθεν, κατέρραξε καὶ διέκοψεν, ἀνθρώπων δὲ οὐδένα οὐδὲ τῶν ἀλόγων ζώων ἐλω‐
15βήσατό τι. οὐδέ τι ἴχνος καπνὸν τεκμαιρόμενον τὸν κίονα ὕβρισεν, ἀλλ’ ἡ τοῦ κεραυνοῦ σφοδρότης ὥσπερ τις ἀνεμι‐ αία τὴν φύσιν τυγχάνουσα, τὴν δ’ ἰσχὺν δυσπαράδεκτος, οὕτως ἀνυβρίστως τὸ τηλικοῦτον ἔργον καὶ τὴν τοῦ σιδήρου καὶ χαλ‐ κοῦ στερρότητα ὡς τὸ λάχανον ἐξεθέρισε. καὶ τὰς αἰτίας
20τῶν κεραυνῶν ἄλλοι μὲν ἄλλας ἐδίδουν, ἕτεροι δὲ ἀνομοίας. οἱ μὲν γὰρ μαθηματικοὶ ποτάμιον εἶναι τοῦτο πῦρ ἐκ φυσιο‐ λογίας ἐφθέγγοντο, τῇ τῶν νεφῶν συγκρούσει καὶ διαρρήξει
γεννώμενον· λεπτομερὲς δ’ ἐς ἄγαν, καὶ τοῖς ἀντιτύποις μᾶλ‐310

311

λον τῇ ἀρρήτῳ φορᾷ καὶ ἐκτινάξει προσαρασσόμενον, τὴν ῥῆ‐ ξιν βιαίαν καὶ ἀπότομον ἐμποιεῖν. τοσαύτην δ’ εἶναι τῷ κε‐ ραυνίῳ πυρὶ τὴν φυσικήν φασι λεπτομέρειαν ὡς μηδὲ δύνα‐ σθαι καταβλάπτειν τὸ μανὸν ἢ ὁπωσδήποτε οὖν πόρους ἔχον
5σῶμα ἢ βραχείας ὀπάς, ὁποῖά εἰσι τά τε τῶν ὑφασμάτων πέπλα καὶ ὅσα τοιαῦτα· καὶ τοσοῦτον ὅτι, κἂν τύχῃ λινοῦς ἀπόδεσμος ἢ βαμβύκινος ἢ ἑτέρας ὕλης ἐξυφασμένον κρά‐ σπεδον ἀπόδεσμον ἔχον χρυσίου, ἐμπέσῃ δὲ κεραυνὸς εἰς αὐτό, τὸ μὲν χρυσίον ἀλλοιοῖ καὶ ὡς ἐν χωνείᾳ φλογὸς
10ἕνα βῶλον ποιεῖ, τὸ δὲ τοῦ ὑφάσματος σωμάτιον ἀβλα‐ βὲς καταλιμπάνει. καὶ ἐπὶ τοῦ ἀνθρώπου δὲ ὡσαύτως· διὰ γὰρ τῶν ἀδήλων πόρων τοῦ σώματος αὐτοῦ εἰσερχόμενον τὰ μὲν ἔνδον αὐτοῦ ὡς ὑλικώτερα καὶ πόρους μὴ ἔχοντα κατα‐ νέμεται, τὸ δ’ ἔξωθεν σῶμα πολλάκις οὐ καταφλέγει, καὶ εὑ‐
15ρίσκεται κοῦφον τῶν ἐντοσθίων σπλάγχνων καθάπαξ λειπό‐ μενον. οἱ δὲ ἰδιῶται μέγιστον ἑρπετὸν δρακοντῶδες ἀντέλε‐ γον τὴν αἰτίαν τῶν τοιούτων εἰσάγειν παθῶν, ἁρπαζόμενον μὲν ὑπὸ ἀοράτου τινὸς δυνάμεως, ὄνυξι δὲ καὶ δυνάμει τῆς ἐν αὐτῷ τραχύτητος καὶ τῶν ἑλιγμῶν τὰ προστυχόντα διαρ‐
20ρηγνύειν, ὅπου δηλαδὴ τύχῃ τὰς ἀντιπτώσεις καὶ ἀντισπά‐ σεις αὐτοῦ προσερείδειν καὶ ἀντιβαίνειν τοῖς ἕλκουσι. Καὶ τὸ μὲν ἐκ τοῦ ἀέρος δεῖγμα τοιοῦτον καὶ τοσοῦτον
τοῖς φιλοπράγμοσιν ἐμποιοῦν. ὁ δὲ βασιλεὺς τῶν προτέρων311

312

ἐχόμενος, καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν τοῖς καθολικοῖς πράγ‐ μασιν ἐπαγρυπνῶν, καὶ δικῶν ἀκροατὴς ἐν ταῖς ἀνέσεσι κα‐ θιστάμενος καὶ κρίνων ὀρφανὸν καὶ δικαιῶν χήραν κατὰ τὸ θεῖον λόγιον, καὶ παντοδαπαῖς ἐπιδόσεσι χαρισμάτων καὶ τι‐
5μῶν καταγεραίρων διὰ παντὸς τὸ ὑπήκοον, οὐδὲ τὸν νυκτερι‐ νὸν χρόνον ἔξω τῶν ἑαυτοῦ σπουδασμάτων ἐτίθετο, ἀλλὰ τοῖς βιβλίοις καὶ ταῖς ἀναγνώσεσιν ἐπιδιδοὺς ἑαυτὸν πολυΐστορα καὶ μεμυημένον τὰ θεῖα περιίστα καὶ τὰ ἀνθρώπινα. ἐμέ‐ λησε δ’ αὐτῷ καὶ νομικῶν διαταγμάτων, καὶ διορθώσεως τῶν
10ἀμφισβητουμένων δογμάτων, καὶ καταστολῆς τῶν τικτομένων ἐξ αὐτῶν κυδοιμῶν. διὸ καὶ τοῦ περὶ τῶν μαινομένων συ‐ νοίκων κεφαλαίου διακλονηθέντος ποτὲ θεραπείαν ἀκριβεστά‐ την τῇ ἀμφισβητήσει κηδεμονικῶς ἐπεζήτησε. καὶ εὑρὼν ὅτι ὁ ἐν ἀοιδίμῳ τῇ λήξει βασιλεὺς κῦρις Λέων ἔγραψε μὲν νεα‐
15ρὰν περὶ τούτων, συνεχώσθη δὲ τῷ χρόνῳ καὶ ἄπρακτος ἔμει‐ νεν, ἀνήγειρε ταύτην πεσοῦσαν καὶ τὸ κράτος ἐπεψηφίσατο, κάλλιστα προθεὶς τὰς αἰτίας, καὶ πρὸς τὸ μεγαλοπρεπές τε καὶ δικαιότερον ἐξ ἀφορμῶν εὐλόγων περικαλλύνας τὸ θέσ‐ πισμα, ὅρους τε τάξας τῆς μανίας καὶ τρόπους καὶ χρόνους
20ὑπομονῆς, καὶ τηνικαῦτα τὸ διαζύγιον προτρεψάμενος ὅταν θηριωδῶς ἡ νόσος ἐκμαίνηται καὶ τῷ συνοικοῦντι καθορᾶται ἀφόρητος, καὶ ὁ χρόνος τὴν ἐλπίδα τῆς θεραπείας ἀπείπῃ, καὶ
τὸ δεινὸν ὑπεραίρηται.312

313

Φιλάνθρωπος δὲ ὢν εἰς τὸ ἄγαν ὁ βασιλεὺς καὶ νόμον ἕτερον ἀνεζώωσε θανόντα κἀκεῖνον, καὶ θάνατον πολλοῖς ἐκ τῆς θνητότητος ἀπότομον καὶ ἀμεταμέλητον παρεισάξαντα. τίς δὲ οὗτος, ὁ λόγος δηλώσει προϊών. ὁ ἐν βασιλεῦσιν ἀοίδιμος
5Θεοδόσιος στασιασάντων ποτὲ τινῶν κατ’ αὐτοῦ, μεγάλῳ θυμῷ καταφλεχθεὶς τὴν ψυχήν, θάνατον τούτων ἀνυπερθέτως κατε‐ ψηφίσατο. εἰς ἑαυτὸν δὲ γενόμενος, μᾶλλον δὲ καὶ παρά του τῶν θεοφόρων ἀνδρῶν μετὰ παρρησίας ἀπελεγχθεὶς καὶ ὡς μιαιφόνος τῶν ἐκκλησιαστικῶν περιβόλων ἀποκλεισθείς, με‐
10τάμελον ἔθρεψε, καὶ τὸν ἐλέγχοντα δι’ αἰδοῦς ποιησάμενος καὶ ἀγαπήσας αὐτὸν ὡς σοφός, εἴπερ ἀληθὲς τὸ “ἔλεγχε σο‐ φόν, καὶ ἀγαπήσει σε”, γόνυ τούτῳ ἔκλινε, καὶ συγγνώμην μετὰ πολλῆς οἰμωγῆς καὶ συντριβῆς ᾔτησε. καὶ τῶν πε‐ πλημμελημένων ἀξίαν ποιησάμενος τὴν μετάνοιαν, καὶ πλέον
15ἤπερ ἐχρῆν ἰδιώτῃ ταπεινωθείς, συμπάθειαν ἔλαβε παρὰ τοῦ ἀνδρὸς (ἦν δὲ οὗτος ὁ μέγας Ἀμβρόσιος ὁ τῶν Μεδιολάνων ἐπίσκοπος), καὶ τῆς καθολικῆς ἐκκλησίας καὶ τῆς κοινωνίας εἷς γενέσθαι παρ’ αὐτοῦ κατηξίωται. ἔκτοτε οὖν τὸ ἀπηνὲς καὶ ἀπότομον καὶ ἄχρονον τῆς τιμωρίας κινδυνῶδες καὶ ἀπάν‐
20θρωπον λογισάμενος, χρόνον ὡρίσατο τὴν ἀναβολὴν τῆς τιμω‐ ρίας παρέχοντα, θεσπίσας μὴ πρὶν δι’ αἵματος κολάζεσθαι ἄνθρωπον ἢ τριάκοντα ἡμερῶν παρῳχηκέναι διάστημα μετὰ
τὴν κατ’ αὐτοῦ τελευταίαν ἀπόφασιν. ἔκτοτε δὲ ὁ χρόνος313

314

ἀπήμβλυνε καὶ καθύβρισε τὸ φιλάνθρωπον τουτὶ νομοθέτημα, καὶ εἴτε ὡς τοῖς βασιλεῦσιν ἀγνοούμενον εἴτε μὴν ὡς κατα‐ φρονούμενον ἀπαρρησίαστον ἔμεινε, καὶ ἡ καταδίκη τοὺς δει‐ λαίους κατακρίτους εὐθέως ἀνήρπαζε, καὶ ταχεῖαν αὐτοῖς
5τὴν πληγὴν ἐσχεδίαζεν. ὁ δὲ φιλανθρωπότατος οὑτοσὶ βασι‐ λεὺς ἀφορμὰς φιλανθρωπίας εὑρίσκειν βουλόμενος καὶ τῷ ἐλέῳ τὸν ἔλεον ἀντικαταλλάττεσθαι, οὐχ ἑαυτῷ μόνῳ παρε‐ φυλάξατο τὴν τῆς νομοθεσίας ταύτης ὑπόθεσιν καὶ τὴν ἀνα‐ βολὴν εἰς ἑαυτὸν ἀπεκρύψατο, τὸ φιλάνθρωπον οὐ κοινὸν ἀλλ’
10ἴδιον ποιησάμενος διὰ φιλαυτίας ἐπίδειξιν, ἀλλὰ καὶ τοῖς μετὰ ταῦτα βασιλεῦσι τηρεῖσθαι τοῦτο θερμότατα βουλευσά‐ μενος καὶ εἰς πάντας χεθῆναι τὸ ἀγαθὸν καὶ ὁδεύειν φιλοτι‐ μούμενος. καὶ νεαρὰν προδήλως ἐξέθετο κυροῦσαν μὲν τὸν τοῦ μεγάλου Θεοδοσίου νόμον εἰς τὸ διηνεκές, ἀναιροῦσαν δὲ
15τὸ τοῦ θυμοῦ ἀκαμπὲς καὶ ἀμείλικτον διὰ τοῦ μὴ ταχέως τὰς δι’ αἵματος ψηφηφορίας εἰς ἔργον ἀποβαίνειν στυγνότητος· καὶ τοῖς μετὰ ταῦτα βασιλεῦσιν ἀγαθὸν ἐπαφῆκεν ἐφόδιον πρὸς τὴν αὐτῶν ἐξιλέωσιν καὶ τὴν τοῦ ἐπουρανίου βασιλέως θεραπείαν καὶ εὐαρέστησιν. καὶ ἀνέγνω τὸν νόμον ἐπὶ τῆς
20συγκλήτου βουλῆς, καὶ σύμψηφον ἔσχε ταύτην καὶ λίαν εὐά‐ ρεστον· ἔγνω γὰρ, φρονήσει διαφέρων καὶ θεοειδεῖ ἀγαθό‐ τητι, ὡς ἡ ἀκμὴ τοῦ θυμοῦ, πυρὸς δίκην τὴν καρδίαν αὐτὴν κατανεμομένη, πάντων ἀφειδεῖν ἐκβιάζεται καὶ σαρκῶν ἀν‐
θρωπίνων καταμασᾶσθαι καὶ ποταμοὺς αἱμάτων ὑπερπηδᾶν,314

315

ἢ καὶ προσεπιγάννυσθαι τοῖς οὕτω δρωμένοις ἀσυμπαθῶς. ὄρεξις γάρ ἐστιν ἀντιλυπήσεως ὁ θυμός· ἡ δὲ ὄρεξις δυ‐ σχερῶς ἐκ τοῦ προχείρου κατακοιμίζεται. διὰ τοῦτο καὶ τῷ τῆς ὀργῆς ἀκράτῳ χαλιναγωγίαν ὁ σοφὸς αὐτοκράτωρ τόνδε
5τὸν νόμον τιθέμενος, τὴν τῆς τιμωρίας ἀνεβάλετο ἔκβασιν, ἕως ἂν ὁ θυμὸς τῷ βασιλεύοντι πεπανθῇ, τριακονθημέρον προβαίνοντος διαστήματος· καὶ τηνικαῦτα, εἰ μὲν ἔλεος αὐτῷ ἢ μετάμελος εἰσέλθῃ τοῦ τὴν κεφαλικὴν δεξαμένου ἀπόφασιν, εἶναι τοῦτο θεοῦ καὶ μένειν τὸν ἄνθρωπον ἀθιγῆ, ἴσως δὲ
10καὶ ἀθῶον ποθεν εὑρισκόμενον· εἰ δ’ οὖν, τότε πεπληροφο‐ ρημένον εἶναι τὸ πρᾶγμα, ὡς ἐπεί περ οὐδέν τι κατεδυσώ‐ πησεν ὁ χρόνος τὸν ἀνάκτορα, καὶ θεὸς εἰς τὸ πάθος αὐτοῦ συμψηφίζεται. εἰ γὰρ ἐν τῷ παφλάζοντι τῆς ὀργῆς δέξεται μὲν ἄνθρωπος θανατηφόρον πληγὴν ἢ χειρὸς ἐκτομὴν ἢ ὀφ‐
15θαλμῶν ἐκκοπήν, ἀνεθεὶς δὲ τῆς ὀργῆς ὕστερον ὁ κρατῶν μετάμελον ἕληται καὶ τὴν ἀπόφασιν ἀνακαλέσασθαι βουληθῇ, τίς ἡ τοῦ μεταμέλου ὠφέλεια; τίνες δ’ ἐριννύες μεταμελητὶ καὶ τὸν κολαστὴν οὐκ ἐλάσουσι; ποία δὲ καὶ τὸν παθόντα λύπη οὐ διαδέξεται, ὅτι πρὸς τὴν ἀνάκλησιν ἀπερράπισται;
20ταῦτα οὖν ὁ βασιλεὺς μεγαλοφρόνως κατασκεψάμενος καὶ προσθήκην ἰδίαν τῇ νεαρᾷ ταύτῃ προσανεμάξατο, συντάξας ἐν αὐτῇ ἵνα μετὰ τὴν τριακονθήμερον ὑπομιμνήσκηται πά‐ λιν ὁ βασιλεύς, καὶ οὕτω τὸ πέρας ἀποτελῆται ἢ συγχωρῆται
τῆς ἀποφάσεως.315

316

Ἐπεὶ δὲ τῆς σωματικῆς τιμωρίας ἐποιήσατο πρόνοιαν δεδωκὼς καιρὸν ὀργῇ, καὶ φιλανθρωπίαν συγκεράσας τοῖς ἀν‐ θρωπίνοις κακοῖς, ἀπεῖδε καὶ πρὸς τὴν ἐπεισκωμάσασαν λύ‐ μην οὐ πρὸ πολλῶν τούτων ἐνιαυτῶν, καὶ διαφθείρουσαν τὴν
5τάξιν τῆς τῶν ὑπηκόων πίστεως, καὶ σύγχυσιν αὐτῇ παρενεί‐ ρουσαν, καὶ τὴν βασιλικὴν ὑπηρεσίαν εἰς ἀπορίαν καὶ φρον‐ τίδα χαλεπὴν περιβάλλουσαν. καὶ γὰρ ἔργοις αὐτοῖς μεμα‐ θηκὼς ὡς τῇ κοινῇ φύσει τοῦ κατὰ καιρὸν βασιλέως δουλεύ‐ οντος καὶ τῷ τοῦ μεγάλου βασιλέως καὶ δημιουργοῦ τῶν
10ἁπάντων προστάγματι τῶν ἐνθένδε μεθισταμένου, ἀνθ’ ὧν ὤφειλεν ὁ μετ’ αὐτὸν βασιλεὺς τοὺς εὐαρεστήσαντας ἐκείνῳ μέχρι παντός, καὶ τὴν εὐγνωμοσύνην τῆς δουλείας ἐνδειξαμέ‐ νους καὶ τὸ τῆς παραστάσεως ἀκλινές, καὶ τὸν καύσωνα τῆς ἡμέρας καὶ τὸν παγετὸν τῆς νυκτὸς ἀνατλήσαντας ταῖς παν‐
15νύχοις καὶ πανημερίοις φροντίσι, τῆς προσηκούσης κηδεμονίας καὶ προσπαθείας καταξιοῦν, καὶ ὡς ἀγαθοὺς δούλους καὶ πι‐ στοὺς εὐποιεῖν, καὶ τὴν φλόγα τῆς τοῦ δεσπότου στερήσεως βασιλικοῖς καταψύχειν φιλοτιμήμασι, καὶ τὸν θρῆνον αὐτῶν μεταποιεῖν εἰς τὸ χαριέστερον, βαρὺς μᾶλλον αὐτοῖς ἀναφαί‐
20νεται, καὶ ταῖς οὐσίαις αὐτῶν πολλοῖς ἱδρῶσι καὶ πόνοις ἐπι‐ κτηθείσαις ἐπιβουλεύει φιλοκερδῶς, καί που καί τινας τού‐ των ὑπερορίους ποιεῖ, μὴ τὰ ἐν ποσὶ καθορῶν, καὶ τὸ παρά‐
δειγμα δεδιὼς ὡς καὶ εἰς αὐτόν, μᾶλλον δὲ τοὺς ὑπ’ αὐτὸν,316

317

ἀναφερόμενον ἄντικρυς, —τοῦτο διοπτικῶς ἐπιγνοὺς σπου‐ δὴν ἐποιήσατο τὴν νόσον ταύτην ὡς εἰς δεινὴν ἐλαύνουσαν χαλεπότητα στῆσαι, καὶ νόμον ἀντιστῆσαι ταύτῃ, τοῖς οὑτωσὶ πάσχουσι βοηθὸν καὶ συλλήπτορα, καὶ τοῖς βασιλικοῖς ὑπηρέ‐
5ταις καὶ αὐτοῖς βασιλεῦσιν εἰσάγοντα τὴν χάριν δικαίαν καὶ ἔννομον, καὶ φροντίδος τοιαύτης αὐτοὺς ἀπαλλάττουσαν, καὶ τὴν εὐγνωμοσύνην καὶ θεραπείαν περιποιοῦσαν ἀπόρθητον τῷ θάρρει τοῦ φυλάττεσθαι τοὺς τοῦ βασιλέως θεραπευτὰς καὶ μετὰ τελευτὴν αὐτοῦ πάσης δεισιδαιμονίας ἀθιγεῖς καὶ κα‐
10κοποιίας. ὅθεν πανταχόθεν τῷ πάθει τούτῳ θεραπείαν θη‐ ρώμενος, νεαρὰν νομοθεσίαν ἐκτίθησι πρόρριζον ἐκτέμνουσαν τὸ κακοθελὲς τοῦτο καὶ παρανομώτατον ἐπιχείρημα, φάμενος ὅτι πάντων ἀτοπώτατόν ἐστιν ἵν’ οἱ μὲν δουλεύοντες ἰδιῶ‐ ται, ἀγροίκοις δηλονότι καὶ πολίταις καὶ ἄρχουσι, μετὰ τε‐
15λευτὴν αὐτῶν λεγάτοις τιμῶνται καὶ φιδικομίσσοις καὶ πρε‐ σβείοις, ἔνιοι δὲ καὶ κληρονομίαις, καὶ μετὰ τῆς τούτων προσθήκης ἔχωσι καὶ τὰς ἰδίας κτήσεις ἀνωτέρας παντὸς ζη‐ τήματος καὶ προβλήματος, οἱ δὲ τῶν βασιλέων θεραπευταί, οἷς μείζων ὁ κάματος καὶ τὸ αὐτοκρατορικὸν δέος διηνεκῶς
20περιγίνεται, πρὸς τῷ καὶ τοιαύτης ἐπιτελευτίου φιλοτιμίας καὶ τῶν οἰκείων ἀποστερῶνται παρὰ τῶν μετέπειτα βασιλέων καὶ τῶν τούτοις παρατυχόντων ὑπηρετῶν, καὶ ὡς κακοῦργοι
καὶ προσάντεις οἱ καλῶς διακονήσαντες ἀπελαύνωνται οἰκιῶν317

318

τε καὶ πόλεων. διὰ ταῦτά τοι καὶ νόμον περὶ αὐτῶν ἀνε‐ γράψατο τὴν τοιαύτην πλεονεξίαν καὶ δεινοπραξίαν διακω‐ λύοντα, ὡς εἰς πάντας τοὺς βασιλικοὺς ἀνθρώπους ὑφέρπου‐ σαν καὶ τοῖς βασιλεῦσι τὴν δουλείαν ἀποστεροῦσαν τῶν πλεί‐
5στων καὶ ἀγαθῶν ἀνδρῶν φόβῳ τῆς πικρᾶς καὶ βιαστικῆς ἐπι‐ θέσεως ταύτης. καὶ μηδένα τούτων ὁ θειότατος οὗτος βασι‐ λεὺς ἐδογμάτισε καὶ ἐθέσπισεν εἴτε οὐσίας ἀφαίρεσιν εἴτε ἐναλλαγὴν καταστάσεως εἴτ’ ἄλλης τινὰ βλάβης καὶ κακώσεως περιπέτειαν, εἰ μὴ ἐκ δοκιμασίας καὶ διαγνώσεως καὶ νόμοις
10ἡρμοσμένην τε καὶ συνᾴδουσαν ἀπόφασιν ἀπενέγκοιτο. οὐ‐ κοῦν καὶ πάντες εὐχαρίστως τὸ τοῦ δόγματος ἐννομώτατον καὶ δικαιότατον οἱ τῆς πολιτείας, καὶ ὅσοι τῆς συγκλήτου βου‐ λῆς, δεξάμενοι καὶ ἀποδεξάμενοι (εἰς ἐπήκοον γὰρ ἀνεγνώσθη πάντων) πολλαῖς εὐφημίαις καὶ κρότοις τὸν εὑρετὴν τῶν καλ‐
15λίστων καὶ ἐλευθερωτὴν τῶν ἀνθρώπων ἐτίμησάν τε καὶ ὕμ‐ νησαν ὡς καὶ κοινὸν εὐεργέτην ὄντα τοῖς κοινοῖς παραγγέλ‐ μασι καὶ θεσπίσμασι, καὶ ἰδίᾳ πάντας κατὰ τὸ συνεχὲς ἐπευ‐ φραίνοντα, καὶ τὰ οἰκεῖα χαριζόμενον δίκαια. πολλοὺς γάρ, μᾶλλον δὲ ἅπαντας, ταῖς προαφῃρημέναις τούτων οὐσίαις
20ἀποκατέστησε, καὶ κάθοδον αὐτῶν ἐξ ὑπεροριῶν ἐψηφίσατο, καὶ κειμένους ἤδη καὶ τεθυμένους ἐζώωσε, καὶ πνοὴν ἐνέ‐ πνευσεν ἧς τὸ πρόσθεν ἐστέρηντο. Καὶ τί χρὴ τὰ πολλὰ λέγειν; εἰ πάσας κατὰ μέρος τὰς
τούτου μεγαλουργίας ἀναγράπτους ποιεῖν ἐπιβάλλοιμι, ὅμοιος318

319

ἔσομαι τοῖς τὸ Ἀτλαντικὸν βουλομένοις ἀπαρύσασθαι πέλα‐ γος. ὁ γὰρ αὐτὸς βασιλεὺς καὶ τυράννους καταβληθέντας καὶ ὑποταγέντας αὐτῷ οὐ μόνον συμπαθείας καὶ φιλανθρωπίας ἠξίωσεν, ἀλλὰ καὶ μεγίσταις εὐεργεσίαις ἐψυχαγώγησεν ὥσ‐
5περ δὴ τὸν Βρυέννιον καὶ τοὺς τούτῳ ὁμόφρονας λαμπροῖς ἀξιώμασι τελεσιουργήσας, καὶ τὰς ἰδίας οὐσίας ἐάσας αὐτοῖς ἀνεπιχειρήτους, καὶ προσθήκας διὰ βασιλικῶν δωρεῶν ἀφθό‐ νους αὐτοῖς περιποιησάμενος, καὶ πάντων ἐπιλαθέσθαι παρα‐ σκευάσας τῶν λυπηρῶν, ὅπερ οὐδεὶς τῶν πώποτε βασιλέων
10ποιήσας εὑρίσκετο, καὶ πολεμίους προσφυγόντας εὐμενῶς προ‐ σεδέξατο, καὶ χώραν αὐτοῖς δημοσίαν ἀπένειμε καὶ φιλοτίμου διατριβῆς μεταδέδωκεν. Εὐσεβέστατος δὲ ὢν τὰ πρὸς θεὸν ἐς τὰ μάλιστα, βα‐ σιλικαῖς πανηγύρεσί τε καὶ χάρισι καὶ φωτοχυσίαις τάς τε
15δι’ ἔτους δεσποτικὰς ἑορτὰς ἐς τὸ ἀκριβὲς κατελάμπρυνε, καὶ τὰς τῶν μαρτύρων μνήμας καὶ τῶν ἄλλως εὐαρεστησάντων θεῷ τελεταῖς πανδήμοις καὶ παννύχοις χοροστασίαις ἐν δαψι‐ λεῖ τῷ φωτὶ περιφανῶς κατεσέμνυνε. καὶ τοσοῦτον ἐξήρτητο καὶ περιεγάννυτο ταῖς θείαις ταύταις λαμπρότησιν, ὅτι περ
20ὀρθριώτερος περὶ πρώτας ἀλεκτρυόνων ᾠδὰς τοῖς ὑμνοπόλοις ἐπιφαινόμενος καὶ τοῖς συνεκκλησιάζουσι βουλευταῖς καὶ συγ‐ κλητικοῖς, οὐδὲ τῷ βασιλείῳ θρόνῳ ἑαυτὸν ἐπεδίδου ἀλλ’ ὄρ‐ θιος ἱστάμενος ἄχρι τέλους τῆς ὑμνῳδίας, ἥτις καὶ μέχρι
τρίτης ὥρας τῆς ἡμέρας τῷ περικαλλεῖ τῶν ὕμνων καὶ ἰσαγ‐319

320

γέλῳ προέκοπτε, θεῷ μὲν τὰς εὐχὰς ἐπετέλει καὶ πρὸς ἐκεῖ‐ νον ἀνεπτέρου τὸν νοῦν, τοῖς δ’ ὑπηκόοις τὰς εὐεργεσίας καὶ δωρεὰς καὶ τιμάς, ποταμηδὸν προσεπέχεεν. εἶτα καὶ τῆς μεσημβρινῆς μυσταγωγίας εἶτ’ οὖν λειτουργίας ἀρχομένης πα‐
5ραχρῆμα τοῦ τὴν ἑωθινὴν τελεσθῆναι δοξολογίαν, οὐκ ἀπείχετο τῆς εἰς θεὸν παραστάσεως, ἕως καὶ αὕτη συνετελέσθη μέχρι παν‐ τὸς τοῖς ἱερατεύουσιν εὐλαβῶς. καὶ οὐ μόνον ἐν τοῖς ἀνακτόροις τὸ τῆς τοιαύτης θεοσεβείας τούτῳ ἐπράττετο, ἀλλὰ καὶ ἐν ταῖς πανδήμοις ἑορταῖς τε καὶ προελεύσεσιν, ὅταν τῷ μεγάλῳ
10τεμένει τῆς τοῦ θεοῦ ἁγίας σοφίας ἐπιφοιτῶν ἦν μετὰ δορυ‐ φορίας καὶ δόξης οὐρανοβάμονος, ἢ τῷ ἀποστολικῷ καὶ με‐ γάλῳ ναῷ, ἢ ἑτέρῳ τῶν ἔξωθεν. τῶν γὰρ πρὸ τοῦ βασιλέων μετὰ τὴν τοῦ θείου εὐαγγελίου ἀνάγνωσιν ἀπαναχωρούντων ἐκεῖθεν σπουδαίως ἐπὶ ἀνακτήσει τοῦ κόπου καὶ ἀποθέσει
15τῆς ἐκ τῶν λίθων καὶ μαργάρων βαρυτάτης σκευῆς καὶ ἀπαλ‐ λαγῇ τῶν ἀπλέτων θορύβων, αὐτὸς οὐδὲν τοιοῦτόν ποτε διε‐ πράξατο, οὐδὲ τῆς θείας μυσταγωγίας τὴν οἰκείαν ἀνάπαυ‐ σιν καὶ τρυφὴν προετίμησεν, ἀλλ’ ἕως τέλους τῆς ἱερᾶς λει‐ τουργίας εὐπαγὴς ἵστατο, θεῷ προσανέχων ὄμματι ἀκλινεῖ,
20καὶ τὸν ἐκείνου ἀπομιμούμενος ἔλεον, ἐν οἷς τὰ γέρα καὶ τὰς τιμὰς ἐφήπλου πᾶσι τοῖς πιστῶς προσεδρεύουσι. Τοιοῦτος γὰρ ἦν, εὐσεβέστατος καὶ πιστότατος αὐτο‐
κράτωρ καὶ τῷ ὄντι φιλόχριστος, πραότατός τε, εἴπερ τις320

321

ἄλλος, καὶ λόγου καιρὸν καὶ σιωπῆς ἐπιστάμενος. καὶ τοσοῦ‐ τον ὅτι καὶ δικάζων καὶ διάγνωσιν ἐπιφέρων, καὶ τῶν ἀντικρι‐ νομένων φωνὰς ἀτάκτους ἀφιέντων πολλάκις πρὸς ἀλλήλους καὶ πληκτικάς, αὐτὴν ἐκείνην ἐτήρει τὴν τῶν λόγων ἠχὴν
5ἐμμελῆ τε καὶ ἔμμουσον, καὶ ὀργῆς ἴχνος ἢ βοῆς μείζονος ἐν αὐτῷ οὐκ ἐπολιτεύετο· ὕβρεις δὲ οὐ μόνον τισὶν οὐκ ἐπέ‐ τριβεν ἀλλὰ καὶ τοὺς ὑβριστὰς ἐμίσει. ἦν γὰρ ἐπιτιμῆσαι μὲν πρᾶος, ἐπαινέσαι δὲ παιδευτικός. Εἰ δὲ καὶ οἱ διὰ πολλῶν τῶν ἐνιαυτῶν τούτῳ ἐξυπηρε‐
10τησάμενοι πρὸς τὸ ἦθος αὐτοῦ καὶ τὴν καλοκαγαθίαν μετερ‐ ρύθμισαν τὰς γνώμας αὑτῶν καὶ πεπαιδευμένοι κατὰ τοσοῦ‐ τον γεγόνασι, χάρις πάντων τῷ βασιλεῖ τῷ οὕτως αὐτοὺς κα‐ ταρτίσαντι. καὶ γὰρ οἱ τούτου οἰκειότατοι καὶ ἐγγύτατοι, ὅσοι μὲν γνώσει καὶ λόγῳ τῶν ἄλλων διέφερον, ἀτυφίαν ἐπεδεί‐
15κνυντο καὶ δημοτικὴν πρὸς πάντας ἀναστροφήν, καὶ ἀλαζο‐ νείας ὑπῆρχον ἀνώτεροι, τῇ γνώμῃ μὴ ἐπαιρόμενοι· ὅσοις δὲ πρὸς τὸ στρατιωτικώτερον ἡ διαγωγὴ ἐπεπαίδευτο, ῥωμα‐ λεώτατοι μὲν κατὰ χεῖρας ἐτύγχανον, τὸ δὲ ἦθος οὐ κατὰ στρατιώτας εἶχον σκληρὸν καὶ ἀτίθασσον, ἀλλ’ ἥμερον καὶ
20εὐπρόσιτον. κοινῶς δὲ πάντες ταῖς εὐεργεσίαις τῶν ἀνθρώ‐ πων ἐπευφραινόμενοι, οὐδέποτε τὸν βασιλέα τῶν εὐεργεσιῶν ἀπέχεσθαι συνεβούλευσαν, ἀλλὰ καὶ μᾶλλον αὐτοὶ μεσιτείαις
χρησταῖς καὶ ἐπαίνοις καὶ τοῖς ἄλλοις ἐπαγωγοῖς πρὸς μεί‐321

322

ζονας εὐποιίας τὸν βασιλέα κατεδυσώπουν ἰέναι καὶ χρηστό‐ τερον γίνεσθαι καὶ τοῖς ἐπταικόσι συμπαθῆ καὶ φιλάνθρω‐ πον. ὥστε ἀληθὴς ἡ γνώμη αὕτη ἐστὶν ἡ λέγουσα ὅτι φιλεῖ τὸ ὑποχείριον πάντως ζήλῳ τῆς τοῦ ἄρχοντος γνώμης βιοῦν.
5 Ἓν δὲ τῷ βασιλεῖ τούτῳ ἐλάττωμα συνεπίσταμαι τὴν ἀπληστίαν, ὅτι τῆς κοσμικῆς καὶ ἐπιγείου βασιλείας ἐπιτυχών, καὶ τῆς ἐπουρανίου καὶ ἀϊδίου βασιλείας ἀκρατῶς ἔχεταί τε καὶ περιέχεται διὰ τῶν μεγίστων αὐτοῦ ἀγαθοεργιῶν, καὶ ὁλοψύχως τῶν ἐκ ταύτης ὑπερκοσμίων ἀγαθῶν οὐκ ἀφίσταται.
10 Ἔγωγε οὖν αὐτόπτης τούτων καὶ διαγνώμων γενόμενος, ἐν γνώσει πάντα καὶ ἀληθείας ἰσότητι γέγραφα, ἵνα μὴ ὡς ὁ κατορύξας τὸ τάλαντον τοῦ κυρίου αὐτοῦ πονηρὸς δοῦλος κατακριθῶ ἢ ὡς ὁ τὸν φωτεινότατον λύχνον ὑπὸ τὸν μόδιον κρύψας· ὡς ἂν ἐν ἱστορίας ὕφει τυγχάνοντα καὶ ταῖς μετέ‐
15πειτα γενεαῖς ἄληστον τὴν μνήμην τῆς τοῦ μεγάλου τούτου βασιλέως ὑπεροχῆς καὶ τῶν ἀπαραμίλλων ἔργων αὐτοῦ καὶ ἀθάνατον συντηρῶσι, καὶ πρὸς μίμησιν τοὺς ἀναγινώσκοντας ἕλκωσι, τῶν καλλίστων καὶ ὑπερφυεστάτων πραγμάτων πρὸς τοιοῦτον ἀποσκοποῦντας παράδειγμα θεοείκελον. καὶ ταῦτα
20μὲν ἐκ πολλῶν ὀλίγα, ὅσα δηλονότι μέχρι τοῦ δευτέρου ἔτους τῆς αὐτοῦ βασιλείας θαυμασίως ἐπράχθησαν· τὰ δ’ ἐπιόντα
καθεξῆς ὁ λόγος δηλώσει τρανότερον.322